← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§334.6-335.25

可熏蒸性的定义与散逸及熏蒸物的分类

奥林匹奥多罗注解亚里士多德《气象论》卷四第九章(387a19–387a32),阐明了可燃之物与可熏蒸之物的定义,区分了因热作用的熏蒸与因时间作用的散逸,解决了关于熏蒸是否“浸湿”的疑难,并对熏蒸物进行了分类(烟、油气与煤烟)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10.2

" Ἔστι δὲ καυστά, ὅσα ἔχει πόρους δεκτικοὺς πυρὸς καὶ ὑγρότητα ἐν τοῖς κατ’ εὐθυωρίαν πόροις ἀσθενέστερον πυρός.1" Ἰδοὺ τὰ εἴδη τοῦ καυστοῦ νῦν παραδίδωσι, τὸ ἔχειν πόρους δεκτικοὺς καὶ ὑγρότητα παθητικὴν ὑπὸ πυρὸς ἐν τοῖς πόροις, διὰ τὰ χλωρὰ ξύλα.

“可燃之物,乃是所有具有接纳火的孔隙,且在顺直的孔隙中具有较火更弱之湿润的物体。” 看哪,他现在传授了可燃之物的特征,即具有接纳性的孔隙,并且考虑到生木,孔隙中具有易受火作用的湿润。

§4.10.3

"Θυμιατὰ δ’ ἐστὶ τῶν σωμάτων, ὅσα ὑγρότητας ἔχει μέν, οὕτω δ’ ἔχει, ὥστε μὴ ἐξατμίζειν πυρουμένων χωρίς.2" Τί φησιν; ὅτι ἐκεῖνά εἰσι θυμιατά, ἅπερ ἔχει ὑγρότητα συνεξατμιζομένην τῇ οὐσίᾳ τῇ γεώδει ἐν τῇ πυρώσει, οὐ καθ’ ἑαυτὴν δ’ ἐξατμιζομένην καὶ χωρὶς τῆς γεώδους οὐσίας. ὅθεν τὸ ὕδωρ οὐκ ἔστι θυμιατὸν διὰ τὸ τὴν ὑγρότητα μόνην ἐξατμίζεσθαι ὑπὸ τοῦ ἡλίου ἢ ὑπὸ πυρὸς χωρὶς γεώδους οὐσίας.

“物体中可熏蒸之物,乃是所有虽含有湿润,但其所含方式使得它们在被点燃时不致脱离[土性实体]而蒸发的事物。” 他在说什么呢?即那些在燃烧中含有与土性实体一同蒸发的湿润,而不是自身独立且脱离土性实体蒸发的事物,才是可熏蒸之物。因此水并不是可熏蒸的,因为仅有湿润在脱离土性实体的情况下被太阳或火蒸发。

§4.10.4

"Ἔστι γὰρ ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ εἰς ἀέρα καὶ πνεῦμα ἔκκρισις ἐξ ὑγροῦ διαντική." Νῦν τὴν θυμίασιν ὁρίζεται, ὅτι θυμίασίς ἐστιν ἀτμὶς ὑπὸ θερμοῦ καυστικοῦ. καλῶς δὲ προσέθηκε τὸ ὑπὸ θερμοῦ διὰ τὰ ὑπὸ χρόνου ἐξατμίζοντα· ἐκεῖνα γὰρ οὐ θυμιῶνται, ἀλλὰ διαλύονται. καλῶς δὲ καὶ τὸ ὑπὸ καυστικοῦ θερμοῦ πρόσκειται, ἐπειδὴ τὸ ἡλιακὸν θερμὸν οὕτως οὐ ποιεῖ τὴν ἐξάτμισιν τῶν θυμιωμένων· οὐ γάρ ἐστι καυστικόν. εἰς ἀέρα δ’ εἶπεν, ἵνα σημάνῃ τὴν ἐκκρινομένην ὑγρὰν οὐσίαν, εἰς πνεῦμα δὲ διὰ τὴν γεώδη, τουτέστι τὴν λιγνύν. εἶτα προσέθηκεν ἐξ ὑγροῦ διαντική. καὶ ἄπορος ὁ λόγος, πῶς εἶπε διαίνειν τὰ θυμιώμενα.3 ἢ διαίνει μὲν αὐτά, τουτέστι τὴν οἰκείαν ἐπιφάνειαν· ὁρῶμεν γάρ, ὅτι καὶ λιβανωτὸς καὶ στύραξ θυμιώμενα ὑγραίνονται μὲν αὐτά, οὐχ ὑγραίνουσι δὲ τὰ παρακείμενα, ἀλλὰ χρώννυσιν. ὅθεν παρακατιὼν ἐρεῖ αὐτὰ μὴ διαίνειν.

“因为烟气乃是在灼烧之热的作用下,从湿润之物向空气与风排出的浸湿性分泌物。” 现在他定义熏气,即熏气乃是在灼烧之热作用下的烟气。他恰切地加上了“在热的作用下”,这是考虑到经由时间而蒸发之物;因为那些事物并非被熏蒸,而是被分解。并且加上“在灼烧之热的作用下”亦是恰切的,因为太阳的热并不会如此造成被熏蒸之物的蒸发;因为太阳的热不是灼烧性的。他说“向空气”,是为了指明排出的湿润实体;而说“向风”,则是由于土性实体,即煤烟。随后他加上了“从湿润之物排出的浸湿性分泌物”。然而这一论断提出了疑难:他怎么能说被熏蒸之物会浸湿呢?抑或应当说它们浸湿的是自身,即它们自身的表面;因为我们看到,乳香和安息香在被熏蒸时,自身变湿了,却并未弄湿邻近的事物,而是使之染色。因此他在下文中会说它们并不浸湿。

§4.10.5

"Τὰ δὲ θυμιατὰ χρόνῳ εἰς ἀέρα ἐκκρίνεται." Τὴν ἑτέραν τῶν θυμιατῶν λέγει διαφόρησιν τὴν διὰ τοῦ χρόνου.

“而可熏蒸之物经由时间向空气排出。” 他指出了可熏蒸之物的另一种散逸,即经由时间的散逸。

§4.10.6

"Διαφέρει δὲ αὕτη ἡ ἔκκρισις, ὅτι οὐ διαίνει οὔτε πνεῦμα γίνεται." Ποία; ἡ ὑπὸ τοῦ χρόνου. καὶ ὅρα, πῶς ταῦτα λέγει μὴ διαίνειν μήτε πνεῦμα ποιεῖν, τουτέστι λιγνύν, ὡς τῆς ἑτέρας διαινούσης καὶ χρωννύσης.

“而这种排出之所以不同,在于它既不浸湿,也不变成风。” 是哪一种呢?即经由时间的那一种。看哪,他如何说这些既不浸湿也不产生风(即煤烟),仿佛另一种排出既浸湿又染色一样。

§4.10.7

"Ἔστι δὲ πνεῦμα ῥύσις συνεχὴς ἀέρος ἐπὶ μῆκος." Πνεῦμα νῦν λέγει οὐ τὸν ἄνεμον (ἀνωτέρω γὰρ κατέτρεχεν Ἱπποκράτους ὡς λέγοντος τὸν ἄνεμον ἠέρος εἶναι ῥεῦμα καὶ χεῦμα), ἀλλὰ πνεῦμα νῦν λέγει τὴν λιγνὺν τὴν ἐκ τῶν θυμιωμένων ἐκκρινομένην ἐκ τῆς γεώδους καὶ ἀερώδους οὐσίας τῆς ἐν αὐτοῖς· περὶ γὰρ τούτων ἦν καὶ ὁ λόγος.

“而风是空气沿纵向的连续流动。” 他现在所说的“风”并不是指自然界的风(因为在前面他曾驳斥希波克拉底说风是空气的流动与倾泻),相反,他现在所说的“风”是指从被熏蒸之物中,从其内部的土性与空气性实体中所排出的煤烟;因为论述所围绕的正是这些。

§4.10.8

"Θυμίασις δ’ ἐστὶν ἡ ὑπὸ θερμοῦ καυστικοῦ κοινὴ ἔκκρισις ξηροῦ καὶ ὑγροῦ ἀθρόως. διόπερ οὐ διαίνει, ἀλλὰ χρωματίζει." Πάλιν ἐπαναλαμβάνει τὸν ὁρισμὸν τῆς θυμιάσεως τρανοτέραν αὐτὴν λέγων. καλῶς εἶπεν ἀθρόως διὰ τὸ συνεχῆ αὐτὴν εἶναι καὶ μὴ διεσπασμένην, εἴ γε προσεχῶς ἔλεγε τοῦτο πνεῦμα ῥύσιν εἶναι συνεχῆ ἀέρος. ὅρα, πῶς νῦν λέγει αὐτὴν οὐ διαίνειν. εἴρηται δ’ ἡ ἐπίλυσις.

“而熏气乃是在灼烧之热的作用下,干与湿一举发生的共同排出;因此它并不浸湿,反而染色。” 他再次重申熏气的定义,将其表述得更为透彻。既然他刚才说过这种风是空气的连续流动,那么考虑到熏气是连续的而非断裂的,他恰切地说了“一举”。看哪,他现在如何说熏气并不浸湿。而解答已经被说明了。

§4.10.9

"Ἔστι δ’ ἡ μὲν ξυλώδους σώματος θυμίασις καπνός." Ἐντεῦθεν τὴν διαφορὰν παραδίδωσι τῶν θυμιαμάτων, ὅτι τὰ μὲν ξυλώδη ὄντα καὶ καπνώδη ἔχει τὴν θυμίασιν, ὥσπερ ὀστᾶ, τρίχες, ὄνυχες καὶ τὰ τοιαῦτα· ταῦτα γὰρ ἀναλογεῖ τοῖς ξύλοις ὡς γεώδους ὄντα καὶ ἀερώδους οὐσίας.4 ὅθεν καὶ Ἐμπεδοκλῆς μετὰ τῶν ξύλων * τὰ τοιαῦτα λέγων· ‘ταῦτα δέ ἐστι τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά, καὶ † φολιδονίδες γίνονται ἐπὶ στιβαροῖσι μελέεσσιν’. ὅσα δέ εἰσι λιπαρὰ τῶν θυμιαμάτων, κνισσώδη ἔχουσι τὴν θυμίασιν, ὡς λίπος, ἔλαιον καὶ τὰ τοιαῦτα· ὅσα δὲ πίονά εἰσι, ταῦτα λιγνυώδη, ὥσπερ σάρκες, γλεῦκος, μέλι καὶ τὰ τοιαῦτα.

“木质物体的熏气是烟。” 从这里开始,他传授了熏蒸物的差异:具有木质属性者,其熏气具有烟的性质,正如骨、毛发、指甲及此类事物;因为这些事物对应于木头,由于它们由土性与空气性实体构成。因此恩培多克勒在列举木头的同时亦提及此类事物,说道:“这些是毛发、树叶与鸟类的密羽,而在坚实的手足上生出鳞片”。而熏蒸物中凡是脂肪质的,其熏气带有油烟香气,如板油、油及此类事物;凡是肥质的,其熏气带有煤烟性质,如肉、新甜葡萄酒、蜂蜜及此类事物。

语法注4 条
  1. 4.10.2ἀσθενέστερον πυρός

    中性单数形容词 ἀσθενέστερον 与阴性名词 ὑγρότητα 在语法性上不一致,此处作表语性或副词性用法(“弱于火的程度”),或作为同位语修饰湿润的状态。所有语言版本统一理解为“较火更弱的湿润”。

  2. 4.10.3ὥστε μὴ ἐξατμίζειν πυρουμένων χωρίς

    分词 πυρουμένων 是指代物体(σωμάτων)的属格(属格独立结构或依附于上下文),而副词 χωρίς 单独作副词使用(“分离地/独立地”),其内涵由注文解释为“脱离土性实体”。所有版本一致译为“在被点燃时不致脱离[土性实体]而蒸发”。

  3. 4.10.4καὶ ἄπορος ὁ λόγος, πῶς εἶπε διαίνειν τὰ θυμιώμενα

    主干为 ἄπορος[ἐστί]ὁ λόγος(“此说法存疑/成难问”),紧接着间接疑问从句 πῶς εἶπε...,其中 τὰ θυμιώμενα 是不定式 διαίνειν 的逻辑主语(“被熏蒸之物浸湿”)。注文随后解释其仅浸湿自身表面而非外物。

  4. 4.10.9ὡς γεώδους ὄντα καὶ ἀερώδους οὐσίας

    分词 ὄντα 为中性复数主格,与主语 ταῦτα(骨、毛发、指甲等)一致;其后的属格短语 γεώδους... οὐσίας 为质料/属性属格,整个分词短语意为“作为由土性与空气性实体构成的事物”,说明其类比于木材的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:334.6-335.25