- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:336.1-338.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解亚里士多德《气象论》卷四(387b7–388a10),探讨油与葡萄酒的可熏蒸性及浓稠化难题,阐释可燃与可着火物体的定义与分类,并论述同质部分如何凭借触觉受动状态相互区别。
" Διὰ τοῦτο ἔλαιον οὐχ ἑψᾶται οὔτε παχύνεται, ὅτι θυμιατόν ἐστιν, ἀλλ’ οὐκ ἀτμίς· τὸ ὕδωρ δὲ οὐ θυμιατόν, ἀλλ’ ἀτμιστόν." Ἐπειδὴ εἶπεν, ὅτι τὸ ἔλαιον λιπαρὸν ὂν θυμιώμενον κνίσσαν ποιεῖ, κατασκευάζει, ὅτι λιπαρόν ἐστι, καί φησιν, ὅτι διὰ τοῦτο οὐχ ἑψᾶται οὔτε παχύνεται. καὶ μήν, Ἀριστότελες, ἀνωτέρω ἔλεγες τὸ ἔλαιον παχύνεσθαι ὑπὸ ψυχροῦ ἢ ὑπὸ θερμοῦ ἢ ἑψᾶσθαι. ἀλλὰ μὴν ἀκουστέον, ὅτι οὐ κάεται τὸ ἔλαιον καθ’ αὑτό, ἐὰν μὴ μετὰ ἑτέρας ὕλης. ‘παχύνεσθαι’ δὲ τὸ πήγνυσθαι λέγει.1 διὰ τοῦτο γάρ, φησίν, οὔτε κάεται καθ’ αὑτὸ οὔτε πήγνυται, ἐπειδὴ λιπαρὸν ὂν καὶ γλίσχρον οὐκ ἐξατμίζεται ἡ ἐν αὐτῷ ὑγρότης ὑπὸ τοῦ πυρός· κατέχει γὰρ αὐτὴν διὰ τὸ εἶναι γλίσχρον. τὸ δὲ ὕδωρ τὸ ἀνάπαλιν ἐξατμίζεται διὰ τὸ μὴ εἶναι γλίσχρον, ὅθεν παχύνεται.
“因此油既不被煮沸,也不变浓稠,因为它虽可熏蒸,却不是蒸气;而水不可熏蒸,而是可蒸发的。” 既然他曾说油因是脂肪质的,故在被熏蒸时产生油烟香气,那么他就论证油是脂肪质的,并说因此它既不被煮沸也不变浓稠。然而,亚里士多德啊,你在上文中曾说过油受冷或受热变浓稠,或者被煮沸。但必须理解的是,油若不同其他质料结合,自身是不燃烧的。他用“变浓稠”来指“凝固”。他说,正因如此,它既不自身燃烧也不凝固,因为它是脂肪质且粘稠的,其内部的湿润不会被火蒸发;因为由于它是粘稠的,便将湿润保持住。相反,水由于不是粘稠的而蒸发,因此变浓稠。
"Οἶνος δ’ ὁ μὲν γλυκὺς θυμιᾶται. πίων γάρ, καὶ ταὐτὰ ποιεῖ τῷ ἐλαίῳ." Ποῖα; τὸ μὴ πήγνυσθαι ὑπὸ ψύχους, τὸ παχύνεσθαι ὑπὸ θερμοῦ, τὸ μὴ μεθύσκειν. καὶ ταῦτα γὰρ ποιεῖ τὸ ἔλαιον.
“而甜葡萄酒则被熏蒸;因为它是肥质的,且有与油相同的表现。” 哪些表现呢?即不受冷凝固、受热变浓稠,以及不使人醉。因为油也具有这些表现。
"Ὁ τυχὼν δ’ οἶνος μικρὰν ἔχει θυμίασιν, διὸ ἀνίησι φλόγα." Ὁ τυχὼν τῆς τοῦ οἴνου φύσεως οἶνος,2 τουτέστιν οἰνώδης, μικρὰν ἔχει θυμίασιν ἅτε ὑδατωδέστερος ὢν καὶ λεπτός. διὸ καὶ ἧττον φλογοῦται ἤπερ ὁ γλυκύς.
“而普通葡萄酒只有微弱的熏气,因此它冒出火焰。” 具有葡萄酒本性的葡萄酒,即如葡萄酒一般的酒,由于水性更多且稀薄,因而只有微弱的熏气。因此它比甜葡萄酒更少起火燃烧。
"Καυστὰ δ’ εἶναι δοκεῖ, ὅσα εἰς τέφραν διαλύεται τῶν σωμάτων." Ἐπαναλαμβάνει πάλιν τὸν περὶ καυστῶν λόγον καὶ τὸν ὁρισμὸν αὐτῶν λέγει, ὅθεν ἠπορήσαμεν τὰς τρεῖς ἀπορίας.
“在物体中,凡是分解为灰烬的,似乎都是可燃的。” 他再次重提关于可燃之物的论述并陈述它们的定义,我们由此曾提出了三个疑难。
"Πάσχει δὲ τοῦτο πάντα, ὅσα πέπηγεν ὑπὸ θερμοῦ ἢ ὑπ’ ἀμφοῖν, ψυχροῦ τε καὶ θερμοῦ." * * * " Τῶν δὲ καυστῶν τὰ μὲν φλογιστά εἰσι, τὰ δὲ ἀφλόγιστα." Ἐνταῦθα τὴν διαίρεσιν αὐτῶν παραδίδωσιν.
“凡是受热凝固,或受冷与热二者凝固的一切事物,都承受这种状态。” * * * “而在可燃之物中,有些是可着火的,有些是不可着火的。” 在此他传授了它们的区分。
"Ἔστι δὲ φλογιστά, ὅσα μὴ ὑγρὰ ὄντα θυμιατά εἰσιν." Οἷον τὰ χλωρὰ ξύλα. διὰ τοῦτο γὰρ ταῦτα οὔκ εἰσι θυμιατὰ καὶ τὰ ὅμοια. θυμιατὰ δ’ εἶπεν, ἵνα ἐκφύγῃ τὰ γῆς ὄντα μόνα· οὔτε γὰρ ταῦτα φλογοῦνται, ὥσπερ ὁ κέραμος, ὅθεν οὔτε θυμιᾶται.
“可着火之物,乃是所有非湿润而可熏蒸的事物。” 例如生木。因此这些事物及相类者并不是可熏蒸的。他说“可熏蒸的”,是为了排除仅由土构成的事物;因为正如陶器那样,这些事物也不冒火,因此也不被熏蒸。
"Ἔτι δ’ ἔνια τηκτὰ ὄντα οὐ φλογιστά εἰσιν, οἷον χαλκός." Ἐνταῦθα τὴν σύγκρισιν τηκτοῦ καὶ φλογιστοῦ παραδίδωσιν.
“此外,有些可融化之物并不是可着火的,例如青铜。” 在此他传授了可融化之物与可着火之物的比较。
"Φλογιστὰ δ’ εἰσὶ τῶν θυμιατῶν, ὅσα μὴ τηκτά εἰσι διὰ τὸ μᾶλλον εἶναι γῆς." * * * " Καὶ ὅσα ἥκιστα κάεται μόνα, ὅτι ὀλίγον ξηροῦ ἔχει, ἡ δὲ μετάβασις διὰ τούτου, μετὰ δ’ ἑτέρου τάχιστα." Ἥκιστα ‘οὐδ’ ὅλως’ ἀκουστέον ἢ ὀλίγως καθ’ ἑαυτὸ λέγει κάεσθαι τὸ ἔλαιον,3 ἐπειδὴ ὀλίγιστον ἔχει τὸ ξηρόν, ὅπερ ἐστὶ συγγενὲς τῷ πυρί, πολὺ δὲ ὑγρόν. ἡ οὖν μετάβασις εἰς πῦρ διὰ τοῦ ἐν αὐτῷ ξηροῦ γίνεται. μάλιστα δ’ εἰς πῦρ μεταβάλλει μετ’ ἄλλης τινὸς ὕλης, οἷον στυπείου· τηνικαῦτα γὰρ καὶ ὕλη γίνεται τοῦ πυρὸς ὡς ἀερώδης.
“而在可熏蒸之物中,凡是由于更偏于土因而不可融化的,都是可着火的。” * * * “凡是单独时最不易燃烧(因为含有极少的干,而转变正是经由它发生的),但与其他事物一起时燃烧最快的事物,也是如此。” “最不易”必须理解为“完全不”,或者他说油单独自身微少地燃烧,因为它极少含有与火同类的干,却含有大量的湿。因此向火的转变是经由其内部的干发生的。但油若与其他某种质料(例如麻屑)在一起,则最能转变为火;因为那时它作为空气性的东西,也成了火的质料。
"Τούτοις δὲ τοῖς παθήμασι καὶ ταύταις ταῖς διαφοραῖς τὰ ὁμοιομερῆ τῶν σωμάτων, ὥσπερ εἴρηται, διαφέρει ἀλλήλων." Ποίοις παθήμασι; τῷ ψύχεσθαι, τῷ παχύνεσθαι καὶ μὴ παχύνεσθαι, τῷ κάεσθαι ἢ θυμιᾶσθαι, ἅπερ εἰσὶν ἁπτικὰ πάθη, τούτοις τοῖς πάθεσι διαφέρουσιν ἀλλήλων τὰ ὁμοιομερῆ· ποῖα; τά τε ὑπὸ τῶν τεσσάρων στοιχείων γεγενημένα, οἷον τὰ ἐν τοῖς ζῴοις καὶ τοῖς φυτοῖς, τά τε ἐκ τῆς διττῆς ἀναθυμιάσεως, οἷον τὰ μέταλλα. οὐ μόνον δὲ τούτοις διαφέρουσιν ἀλλήλων, ἀλλὰ καὶ κατὰ τὰς γευστὰς καὶ ὀσφρητὰς ποιότητας· περὶ ὧν οὐ νῦν καιρὸς λέγειν (εἴρηται γὰρ ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ), ἀλλὰ περὶ μόνων τῶν ἁπτικῶν παθῶν. ἀλλὰ τὴν διάγνωσιν ποιησόμεθα ἔκ τε τῶν ποιούντων ἔκ τε τῶν πασχόντων,4 ὡς εἴρηται, ποῖα μὲν τῶν ὁμοιομερῶν γῆς μόνον, ποῖα δὲ ὕδατος μόνον, ποῖα δὲ γῆς καὶ ὕδατος. * * *
“正如所说的那样,同质部分物体凭借这些受动状态和这些差异而相互区别。” 凭借哪些受动状态呢?凭借变冷、变浓稠与不变浓稠、燃烧或被熏蒸,这些乃是触觉受动状态;同质部分凭借这些受动状态相互区别。是哪些同质部分呢?既包括由四元素生成者,例如动物与植物中的部分,也包括由双重发散生成者,例如矿物。它们不仅凭借这些相互区别,而且还依据味觉与嗅觉性质相互区别;关于这些性质,现在不是谈论的时机(因为在《论感觉及其对象》中已经谈过了),而只应当谈论触觉受动状态。但是,正如所说的那样,我们将从能动者与受动者两方面作出辨析:在同质部分中,哪些仅由土构成,哪些仅由水构成,哪些由土与水共同构成。* * *
- 4.10.10‘παχύνεσθαι’ δὲ τὸ πήγνυσθαι λέγει
关于παχύνεσθαι,奥林匹奥多鲁斯在句法上将其限定为等同于τὸ πήγνυσθαι(“凝固”)。这是为了化解亚里士多德在387b7中称油不变浓稠与此前称其变浓稠之间的表面矛盾。
- 4.10.12Ὁ τυχὼν τῆς τοῦ οἴνου φύσεως οἶνος
注解者通过补充属格τῆς τοῦ οἴνου φύσεως(“具有葡萄酒本性的葡萄酒”)来解释引文中的ὁ τυχὼν οἶνος(“普通葡萄酒”),随后同位语式地加上οἰνώδης(“如葡萄酒般的”),用以指代与甜葡萄酒相对的标准葡萄酒。
- 4.10.19Ἥκιστα ‘οὐδ’ ὅλως’ ἀκουστέον ἢ ὀλίγως καθ’ ἑαυτὸ λέγει κάεσθαι τὸ ἔλαιον
这是一个复合句法结构,用以解释最高级副词ἥκιστα:动词性形容词ἀκουστέον统领引语副词短语‘οὐδ’ ὅλως’(“完全不”),随后由连词ἢ(“或者”)引出第二种解释,即λέγει统领带副词ὀλίγως(“微少地”)的“宾格+不定式”(κάεσθαι τὸ ἔλαιον)。
- 4.10.20ἀλλὰ τὴν διάγνωσιν ποιησόμεθα ἔκ τε τῶν ποιούντων ἔκ τε τῶν πασχόντων
διάγνωσιν ποιησόμεθα(“我们将作出辨析”)是名词与动词结合的迂回表达(相当于διαγνωσόμεθα)。平行介词短语ἔκ τε τῶν ποιούντων ἔκ τε τῶν πασχόντων表示进行辨析的标准或依据。
