← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§332.26-334.5

可燃物的定义以及成灰与成炭的划分

奥林匹奥多鲁探讨了可燃物的定义(分解为灰烬)并化解了关于谷壳和生石灰等的疑难,阐述了可燃物生炎与成炭的划分及其与可融物的比较,进而导向对同质部分的判别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.10.1#2

καί φησιν, ὅτι καυστόν ἐστι τὸ εἰς τέφραν διαλυόμενον. τί φής, Ἀριστότελες; πᾶν καυστὸν εἰς τέφραν διαλύεται; οὐκοῦν κατὰ σὲ οὐκ ἔστι τὸ ἄχυρον καυστόν, ἐπειδὴ καιόμενον οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ εἰς λιγνύν. ἢ ῥητέον, ὅτι ἡ τοιαύτη λιγνὺς οὐ κυρίως ἐστὶ λιγνύς, ἐπειδὴ οὐκ ἀπὸ πίονός ἐστιν, ἀλλὰ μετρία τέφρα πρὸς τὴν τοῦ ἀχύρου σύστασιν. ἀλλὰ πάλιν καὶ ἡ ἄσβεστος οὐ καυστή, † ἀλλ’ ἐπειδὴ οὐκ εἰς τέφραν διαλύεται, ἀλλ’ οὐχ ὁμοίαν τῇ τῶν ξύλων, ἀλλ’ ἑτέρα τινί· καὶ γὰρ ἡ κονία οἷον τέφρα τίς ἐστιν. ἀλλὰ πάλιν καὶ ὁ πυρίμαχος λίθος οὐ καυστός, ἐπειδὴ οὐ διαλύεται εἰς τέφραν· τοὐναντίον δὲ πήγνυται τὸ ἀποστάζον. ῥητέον δὲ καὶ πρὸς τοῦτο, ὅτι τῷ ὄντι οὐ καυστός ἐστιν οὗτος, ὅθεν καὶ διὰ τοῦτο πυρίμαχος λέγεται. ὁ μέντοι μυλίας καυστός ἐστιν, ἐπειδὴ τὸ ἀποστάζον εἰς κόνιν διαλύεται, καθάπερ ἡ τίτανος· καὶ θρύπτεται γάρ. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ καυστοῦ. λοιπὸν εἴπωμεν καὶ τὴν τούτου διαίρεσιν. τῶν γὰρ καυστῶν τὰ μὲν φλογιστά εἰσι, τὰ δὲ ἀφλόγιστα. καὶ τῶν φλογιστῶν τὰ μὲν καθ’ αὑτά εἰσι φλογιστά, τὰ δ’ οὐ καθ’ αὑτά, ἀλλὰ μετὰ ἄλλων· καὶ τῶν καθ’ αὑτὰ φλογιστῶν τὰ μὲν ἀνθρακευτά εἰσι, τὰ δ’ οὐκ ἀνθρακευτά. αὕτη μὲν ἡ διαίρεσις, λοιπὸν εἴπωμεν παραδείγματα. καυστὰ μὲν γὰρ ἀφλόγιστά εἰσι, τουτέστι μὴ ποιοῦντα φλόγα, ὅσα μὴ ἔχει ἀερώδη ὑγρότητα, οἷον τίτανος, λίθος καὶ ὅσα τοιαῦτα· φλογιστὰ δέ, ὅσα ἔχει ἀερώδη ὑγρότητα, ὥσπερ τὰ ξύλα. τούτων δὲ τῶν φλογιστῶν ὅσα ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα οὐ κάονται καθ’ αὑτά, ἀλλὰ μετ’ ἄλλου σώματος, ὥσπερ τοὔλαιον καὶ ἡ πίττα. ταῦτα γὰρ χωρὶς τοῦ συνεκφλογωθῆναι ἑτέροις οὐ κάονται, ὥσπερ τὸ ἔλαιον μετὰ στυπείου ἢ ἅμα τῷ † ταπεινῷ· καὶ αὐτὰ γὰρ συνεκφλογοῦται. ὅσα δὲ μηδ’ ἐνεργείᾳ ἔχουσι τὴν ὑγρότητα, ταῦτα κάονται καὶ φλογοῦνται, ὥσπερ τὰ ξύλα. πάλιν δὲ τούτων τῶν καθ’ αὑτὰ ἐκφλογουμένων ὅσα μὲν μᾶλλον γεώδους οὐσίας μετέχουσι, ταῦτα καὶ ἄνθρακας ποιοῦσι καὶ ἀνθρακευτὰ λέγονται, ὥσπερ τὰ στερεώτερα ξύλα· ὅσα δὲ μᾶλλον ἀερώδους, ταῦτα οὐκ ἀνθρακεύεται, ὥσπερ πάπυρος, χόρτος καὶ ὅσα τοιαῦτα· οὐ ποιοῦσι γὰρ ἄνθρακας κυρίως, ἀλλὰ τάχιον διαλύονται. εἶτα καὶ ἐπὶ τὴν σύγκρισιν τοῦ φλογιστοῦ καὶ τηκτοῦ μετέρχεται ὁ φιλόσοφος. τῶν γὰρ ὑπὸ πυρὸς πασχόντων τὰ μὲν φλογιστά εἰσι μόνως, οἷον τὰ ξύλα, τὰ δὲ τηκτὰ μόνως, ὥσπερ ὁ χαλκός, τὰ δὲ καὶ φλογιστὰ καὶ τηκτά, ὥσπερ ὁ λιβανωτός (οὗτος γὰρ καὶ τήκεται καὶ ἐκφλογοῦται), τὰ δὲ οὔτε φλογιστὰ οὔτε τηκτά, ὥσπερ κέραμος, σίδηρος καὶ ὅσα τοιαῦτα. ὅσα μὲν γὰρ ἀερώδη πολλὴν ἔχει οὐσίαν καὶ ἀθρόαν, τουτέστιν ὑγρότητα, ἐκεῖνα φλογιστά εἰσιν· ὅσα δὲ ἢ μὴ πολλὴν ἢ μὴ ἀθρόαν, ἀλλὰ διεσπαρμένην, ἐκεῖνα ἄμφω καὶ τήκονται καὶ φλογοῦνται, ὥσπερ ὁ λιβανωτός. ἐκ τούτων οὖν πάντων ἀναφαίνεται, ὅτι καυστόν ἐστι τὸ θυμιατόν. καὶ ταῦτα μὲν ῥητέον περὶ τῶν ιηʹ ἀντιθέσεων. ἀλλ’ ἐπειδὴ ταῦτα ἐξ ὕλης καὶ εἴδους γίνονται, ὕλης μὲν ξηροῦ καὶ ὑγροῦ, εἴδους δὲ τῶν ποιητικῶν αἰτίων θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ γίνονται ἐν τοῖς ὁμοιομερέσι, διττὰ δὲ τὰ ὁμοιομερῆ (ἢ γὰρ ἀπὸ τῶν στοιχείων γίνονται ἢ ἀπὸ τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ χαλκὸς καὶ τὰ λοιπὰ μέταλλα), διττὰ δὲ καὶ τὰ ἀπὸ τῶν στοιχείων ὁμοιομερῆ (ἢ γὰρ ἐν ζῴοις ἐστίν, ὥσπερ νεῦρα, ὀστᾶ, σάρκες καὶ τὰ ὅμοια, ἢ ἐν φυτοῖς, ὥσπερ φλοιός, ξύλον, ῥίζα καὶ ὅσα τοιαῦτα), ἐφεξῆς ὁ φιλόσοφος τὴν τούτων διάγνωσιν ἡμᾶς διδάσκει,1 τίνα μὲν ὑπὸ θερμοῦ πάσχει, τίνα δὲ ὑπὸ ψυχροῦ. ἀλλ’ ἐπειδὴ ἡ διάγνωσις ἢ ἀπὸ τῶν ποιητικῶν αἰτίων ἐστί, τουτέστι τοῦ εἴδους, ἢ ἀπὸ τῶν ὑλικῶν, ἔστι δ’ ἡ μὲν ἀπὸ τοῦ εἴδους διάγνωσις ἀπόδειξις, ἡ δ’ ἀπὸ τῆς ὕλης τεκμήριον (ἀπὸ γὰρ τοῦ πάθους τοῦ ποιοῦντος τεκμαιρόμεθα),2 κυριωτέρα δέ ἐστιν ἡ ἀπόδειξις τεκμηρίου, ὅσον καὶ τὸ ποιητικὸν τοῦ παθητικοῦ, τούτου χάριν ὁ φιλόσοφος προτάττει τὴν ἀπὸ τοῦ ποιοῦντος διάγνωσιν, εἶθ’ οὕτως ἐπάγει καὶ τὴν ἀπὸ τῆς ὕλης. τί δ’ ἔστιν αὕτη, ἡ ἐφεξῆς ἡμῖν θεωρία παραστήσει.

并且他说,可燃之物乃是分解为灰烬之物。亚里士多德,你在说什么呢?难道一切可燃之物都会分解为灰烬吗?照你这样说,谷壳就不是可燃的了,因为燃烧时它并非分解为灰烬,而是分解为煤烟。抑或我们应当说,这种煤烟并不是严格意义上的煤烟,因为它不是源于肥质之物,而是对应于谷壳构成的适度灰烬?然而,生石灰似乎也不是可燃的,† 但并不是因为它不分解为灰烬,而是因为它分解为一种不同于木灰的、另一种灰烬 †;因为粉末也是某种灰烬。然而,耐火石同样不是可燃的,因为它并不分解为灰烬;相反,滴落之物凝固了。对这一疑难我们亦当说,实际上它确实不是可燃的,故而也正因如此被称为耐火石。然而磨石却是可燃的,因为滴落之物分解为粉末,正如生石灰一样;它确实碎裂开来。关于可燃之物的定义,便是上述这些。接下来让我们也谈谈它的划分。因为在可燃之物中,有些是可生火焰的,有些是不可生火焰的。而在可生火焰之物中,有些是依其自身可生火焰的,有些则不是依其自身,而是连同其他事物一同生火焰;在依其自身可生火焰之物中,有些是可成炭的,有些是不可成炭的。这便是划分,接下来让我们举出例证。不可生火焰的可燃之物,即不产生火焰之物,包括所有不含空气性湿润的事物,例如生石灰、石块及所有此类事物;而可生火焰之物,则是如木头那样含有空气性湿润的所有事物。在这些可生火焰之物中,那些在现实中含有湿润之物并不依其自身燃烧,而是连同其他物体一同燃烧,如油和沥青。因为这些事物若不与其他事物一同燃烧便不能燃烧,正如油与麻屑或与灯芯一同燃烧那样;因为它们确实是一同燃烧的。而那些甚至在现实中不含湿润之物,则如木头一样自身燃烧并生出火焰。在这些依其自身生出火焰之物中,分有较多土性实体者,也会产生炭,并被称为可成炭的,正如较坚固的木材;而分有较多空气性实体者,则不成炭,正如莎草纸、干草及所有此类事物;因为它们并不产生严格意义上的炭,而是迅速分解。随后,哲学家也进入了可生火焰之物与可融化之物的比较。因为在受火作用的事物中,有些仅仅是可生火焰的,如木头;有些仅仅是可融化的,如青铜;有些既是可生火焰的又是可融化的,如乳香(因为乳香既融化又生出火焰);有些则既不可生火焰又不可融化,如陶器、铁及所有此类事物。凡是含有大量且集中的空气性实体(即湿润)之物,都是可生火焰的;而凡是含量不多,或者不集中而是分散含有之物,则如乳香那样既融化又生出火焰。因此,从所有这些中显明,可熏蒸之物乃是可燃的。关于这十八个对立,当述者便是这些。然而,既然这些对立源于质料与形式(质料是干与湿,形式则是作为作用因的冷与热),而它们发生于同质部分中,且同质部分有二重(要么产生于元素,要么产生于二重蒸发,如青铜及其他金属),产生于元素的同质部分亦有二重(要么在动物中,如筋、骨、肉及类似之物;要么在植物中,如树皮、木质、根及所有此类事物),紧接着,哲学家便教导我们对这些事物的判别,即哪些受热作用,哪些受冷作用。但既然判别要么源自作用因(即形式),要么源自质料因,而源自形式的判别是证明,源自质料的判别是征象(因为我们是从受动推断出施动者),且证明比征象更为权威,正如施动者优于受动者一样,因此之故,哲学家首先提出源自施动者的判别,随后才引入源自质料的判别。至于这一判别具体为何,后续的考察将向我们呈现。

语法注2 条
  1. 4.10.1ἀλλ’ ἐπειδὴ ταῦτα ἐξ ὕλης καὶ εἴδους γίνονται... ἐφεξῆς ὁ φιλόσοφος τὴν τούτων διάγνωσιν ἡμᾶς διδάσκει

    以 ἀλλ’ ἐπειδὴ 开头的长因果从句包含四重嵌套的递进补充(ταῦτα ἐξ ὕλης..., αὗται δὲ γίνονται..., διττὰ δὲ τὰ ὁμοιομερῆ..., διττὰ δὲ καὶ τὰ...),最终归结至主句“ἐφεξῆς ὁ φιλόσοφος τὴν τούτων διάγνωσιν ἡμᾶς διδάσκει”(紧接着,哲学家教导我们对这些事物的判别)。

  2. 4.10.1ἀπὸ γὰρ τοῦ πάθους τοῦ ποιοῦντος τεκμαιρόμεθα

    τοῦ ποιοῦντος 作为动词 τεκμαιρόμεθα 的属格宾语,而非修饰 τοῦ πάθους,由此构成对照关系:“从受动状态(ἀπὸ τοῦ πάθους)推断出施动者(τοῦ ποιοῦντος)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:332.26-334.5