- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:331.4-332.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明了亚里士多德引入可燃与可熏蒸这两个对立的原因(旨在证明月下界的一切受动性质皆为触觉性的),详述了可燃性的条件、可熏蒸者的定义及其是否润湿周遭的疑难化解,以及烟、油烟、煤烟的三分法与油脂物和肥质物的区别。
" Καὶ τὰ μὲν καυστά ἐστι, τὰ δ’ ἄκαυστα." Ἐπὶ τὰς λοιπὰς δύο ἀντιθέσεις ὁ Ἀριστοτέλης μετάγει τὸν λόγον καὶ διαλέγεται περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου. εἶτα μετὰ τὸ συμπληρῶσαι τὸν περὶ τῶν ιη ἀντιθέσεων λόγον πάλιν ἐπαναλαμβάνει τὸν περὶ καυστοῦ καὶ ἀκαύστου καὶ θυμιατοῦ καὶ ἀθυμιάτου λόγον. τοῦτο δ’ οὐ μάτην, ἀλλ’ ἵνα δείξῃ καὶ τὸ θυμιατὸν καυστὸν ὑπάρχον (ἐδόκει γὰρ ὀσφραντὸν εἶναι), καὶ ἵνα τοῦτο δεικνὺς ἀποδείξῃ τὰς ιη ἀντιθέσεις ἁπτὰ εἶναι πάθη, ἵνα πάντα τὰ ὑπὸ σελήνην μὴ ἐκφύγῃ τοῦ εἶναι ἁπτά.1 πᾶσαι γὰρ αἱ ἄλλαι ἁπταὶ ἦσαν ὁμολογουμένως, μόνη ἡ τοῦ θυμιατοῦ ἐδόκει μὴ εἶναι ἁπτή, ἀλλ’ ὀσφραντή. καί φησιν, ὅτι καυστόν ἐστι τὸ ἔχον πόρους παθητικοὺς πρὸς τὸ δέξασθαι ἔνδον τὸ πῦρ. ἰδοὺ γὰρ ἡ σαλαμάνδρα διὰ τὸ ἐστερῆσθαι τῶν τοιούτων πόρων οὐ κάεται ὑπὸ τοῦ πυρός, ἀλλὰ τοὐναντίον σβέννυσι καὶ τὰς καμίνους. ὅθεν πολλὴ φροντὶς παρὰ τοῖς ὑελέψαις τοῦ τινάσσειν τὴν πάπυρον χάριν τοῦ μὴ εὑρεθῆναι ἔνδον σαλαμάνδραν καὶ σβέσαι τὴν κάμινον· ζημιῶδες γὰρ αὐτοῖς τὸ τοιοῦτον καθέστηκεν. ἀλλ’ οὐ μόνον τὸ ἔχειν πόρους τοιούτους ἀπόχρη πρὸς τὸ εἶναι καυστόν, ἀλλὰ δεῖ ὑγρότητα ἔχειν παθητικὴν ὑπὸ πυρός, τουτέστιν ἀερώδη καὶ οὐχὶ ὑδατώδη. ἰδοὺ γοῦν τὰ χλωρὰ ξύλα ἐπειδὴ πολλὴν ἔχουσι τὴν ὑδατώδη ὑγρότητα, οὐ κάονται, ἀλλὰ σβέννυσι τὸ πῦρ, ἐπειδὴ οὐχ οἷά τέ ἐστι κρατηθῆναι ὑπὸ πυρὸς ἡ τοιαύτη· τὰ δὲ ξηρὰ ξύλα ἐπειδὴ ἀερώδη ἔχουσι τὴν ὑγρότητα, καίονται. καὶ ὅτι ἀερώδης ἐστὶν ἡ ἐν αὐτοῖς ὑγρότης, δῆλον, ἐπειδὴ μάλιστα ταῦτα ἐπινήχονται τῷ ὕδατι. καὶ ταῦτα περὶ τοῦ καυστοῦ καὶ ἀκαύστου. ἐφ’ οἷς λοιπὸν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τελευταίαν ἀντίθεσιν μετέρχεται, λέγω δὴ τὴν τοῦ θυμιατοῦ. καί φησιν, ὅτι θυμιατόν ἐστιν, ἐξ οὗ ἐκκρίνεται μέρος γῆς καὶ ὕδατος ὑπὸ πυρός. καλῶς δὲ πρόσκειται τὸ ‘ὑπὸ πυρός’, ἐπειδὴ γίνεται τούτοις διαφόρησις καὶ ὑπὸ χρόνου, ἅπερ οὐκ ἔτι εἰσὶ θυμιατά, ἀλλὰ κοπρώδη (διαλύονται γὰρ καθάπερ γῆ τὰ χρόνια θυμιάματα μὴ ἔχοντα θυμίασιν), τὸ δὲ ὑπὸ πυρὸς ἐκκρινόμενον μέρος γῆς καὶ ὕδατος, ἐκεῖνό ἐστι θυμιατόν. ὅθεν τὸ ὕδωρ οὐκ ἂν εἴποιμεν θυμιατόν, ἐπειδὴ θερμαινόμενον ἀτμίδα μόνον ὑδατώδη ἐκκρίνει, οὐ μὴν καὶ γεώδη οὐσίαν. καὶ ὅτι γεώδη οὐσίαν ἐκκρίνει τὸ θυμιώμενον, δῆλον, ἐπειδὴ τὰ παρακείμενα οὐ διαίνει, τουτέστιν οὐχ ὑγραίνει, ἀλλὰ μόνον χρωματίζει (μελαίνει γὰρ αὐτά)· ἡ γὰρ ὑγρότης ἐξικμαζομένη ἀναλίσκεται ὑπὸ τοῦ πυρός. εἶτα ὥσπερ ἑαυτοῦ ἐπιλανθανόμενος ὁ φιλόσοφός φησιν, ὅτι τὰ θυμιατὰ διαίνει, καὶ ἄπορος ὁ λόγος. δοκεῖ γὰρ ἀντιφάσει περιπεπτωκέναι ὁ φιλόσοφος ποτὲ μὲν λέγων αὐτὸ διαίνειν, ποτὲ δὲ μὴ διαίνειν. ἢ ῥητέον, ὡς ἐπελύσατο ὁ μέγας φιλόσοφος, ὅτι οὐκ ἀντιφάσει περιπέπτωκεν ὁ Ἀριστοτέλης. τὰ γὰρ θυμιάματα καὶ διαίνει καὶ οὐ διαίνει· διαίνει μὲν τὴν οἰκείαν ἐπιφάνειαν ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, καθάπερ οἱ κέραμοι τὴν ἀρχὴν ἐμβληθέντες ἐν τῇ καμίνῳ,2 ὅθεν ἐλέγομεν αὐτοὺς καὶ διαστρέφεσθαι· οὐ διαίνει δὲ τὰ παρακείμενα, ἀλλὰ μόνον μελαίνει. οὕτω τοίνυν ἐπιλύονται τὴν ἀπορίαν. ταῦτα δὲ τὰ θυμιάματα τριττά εἰσιν· ἢ γὰρ ἐν ξυλώδεσι γίνεται ἡ θυμίασις καὶ καλεῖται καπνός, ὥσπερ ἐπὶ τῶν ξύλων, ἢ ἐν λιπαροῖς καὶ γίνεται κνίσσα, ὥσπερ ἐπὶ ἐλαίου ἢ στέατος ἢ λίπους ἢ ἄλλου τινὸς τοιούτου, ἢ ἐν πίοσι καὶ λέγεται λιγνύς, ὥσπερ ἐπὶ σαρκὸς λίπος ἐχούσης ἢ λιβάνου ἢ γλυκέος οἴνου. καὶ γὰρ καὶ οὗτος πίων ἐστὶ καὶ λίπος, καθάπερ τὸ μέλι, διὰ τὸ γεώδη πολλὴν ἔχειν οὐσίαν· ὅθεν οὔτε μεθύσκει διὰ τὸ ἀπολωλέναι αὐτὸν τὴν οἰνώδη ποιότητα.3 ἀλλὰ ζητητέον, τί διαφέρει τὸ λιπαρὸν καὶ τὸ πῖον. διαφέρει, ὅτι τὸ λιπαρὸν ἐνεργείᾳ ἔχει τὴν ὑγρότητα καὶ προφανῶς ὥσπερ τοὔλαιον, ὥσπερ τὸ λίπος, τὸ δὲ πῖον οὐκ ἐνεργείᾳ οὔτε προφανῶς, ἀλλὰ μῖγμά ἐστι στερεωτέρου σώματος καὶ ὑγροῦ, ὥσπερ ἐπὶ τῆς σαρκὸς τῆς λίπος ἐχούσης. ἀλλὰ καὶ ὁ ποιητὴς οἶδε τὴν τούτου διαφοράν. περὶ γὰρ τοῦ λιπαροῦ φησι “χρῖσε δὲ λίπ’ ἐλαίῳ”· περὶ δὲ τοῦ πίονός φησιν ὁ αὐτὸς ποιητὴς “πίονα πενταέτηρον”. καὶ ταῦτα μὲν περὶ θυμιατοῦ. εἶτα πάλιν ἀνακεφαλαιοῦται τὸν περὶ τοῦ καυστοῦ λόγον καὶ τρία περὶ τούτου παραδίδωσι, τὸν ὁρισμόν, τὴν διαίρεσιν, τὴν πρὸς τὸ τηκτὸν σύγκρισιν.
“又有些事物是可燃的,有些是不可燃的。” 亚里士多德将论述转移到剩余的两个对立上,探讨可燃与不可燃、以及可熏蒸与不可熏蒸。随后在完成了关于十八个对立的论述之后,他又再次重新讨论关于可燃与不可燃、以及可熏蒸与不可熏蒸的论述。这并非徒劳,而是为了表明可熏蒸之物也作为可燃物而存在(因为人们曾认为它是可嗅闻的),也是为了通过表明这一点,来证明十八个对立乃是触觉性的受动性质,从而使月下界的一切事物都不至于逃脱作为可触知者的身份。因为所有其他对立公认都是触觉性的,唯独可熏蒸者的性质被认为不是触觉性的,而是可嗅闻的。并且他说,可燃之物乃是具有足以在内部接纳火焰的受动性孔隙之物。看哪,蝾螈由于缺乏这种孔隙,因而不仅不被火烧毁,反而反过来熄灭熔炉。因此在吹玻璃工匠中,极其小心地抖落莎草纸,以免蝾螈被发现于其中而熄灭熔炉;因为这类事情对他们来说造成了损失。然而,仅仅拥有这种孔隙对于成为可燃物来说并不足够,它还必须拥有能受火作用的湿润,即空气性的而非水性的湿润。看哪,湿木头由于含有大量水性湿润而不燃烧,反而熄灭火,因为这种湿润无法被火所克服;而干木头由于含有空气性湿润,因而燃烧。它们之中的湿润是空气性的这一点是显而易见的,因为它们尤其漂浮在水面上。这些就是关于可燃与不可燃的论述。在此之后,哲学家接下来也进入了最后一个对立,即我所说的可熏蒸者的对立。他说,可熏蒸之物乃是通过火将土与水的部分析出之物。补上“通过火”是恰当的,因为这些事物也会因时间而产生耗散,那些事物便不再是可熏蒸的,而是如同粪便(因为久远香料并不具有熏蒸作用,而是如土一般消解),唯有通过火析出的土与水的部分,那才是可熏蒸之物。因此我们不会把水称为可熏蒸之物,因为它受热时仅析出水性蒸汽,绝不析出土性实体。而被熏蒸之物析出土性实体这一点也是显而易见的,因为它并不润湿(即不弄湿)邻近之物,而仅仅使其着色(即将其熏黑);因为湿气在被蒸发时便被火消耗殆尽了。接着,哲学家仿佛忘却了自己先前的话,说可熏蒸之物确实润湿,论述遂陷入疑难。因为哲学家似乎陷入了矛盾,有时说它润湿,有时又说它不润湿。抑或我们应当像那位伟大的哲学家所解决的那样,说亚里士多德并未陷入矛盾?因为熏蒸物既润湿,又不润湿:当它们内部的湿气蒸发时,它们润湿自身的表面,正如最初投入熔炉中的陶器那样,所以我们曾说陶器也会发生扭曲;但它们并不润湿邻近之物,而仅仅将其熏黑。因此他们便这样化解了疑难。而这些熏蒸物有三种:熏蒸作用要么在木质物中发生而被称作烟(如同在木头中那样),要么在油脂物中发生而成为油烟(如同在油、牛脂、脂肪或任何其他此类事物中那样),要么在肥质物中发生而被称作煤烟(如同在含有脂肪的肉、乳香或甜葡萄酒中那样)。因为甜葡萄酒也如蜂蜜一样是肥质和油脂性的,乃是由于含有大量的土性实体;因此它并不使人醉,因为它已经丧失了酒的性质。然而必须探究的是,油脂物与肥质物有何不同。其不同在于,油脂物如油、如脂肪那样在现实中且显而易见地拥有湿润;而肥质物既不在现实中也不显而易见地拥有湿润,而是较坚固的物体与湿润的混合物,正如含有脂肪的肉那样。而且诗人也知晓此种区别。因为关于油脂物他说:“她用油厚厚涂抹”;而关于肥质物同一位诗人说:“肥壮的五岁公牛”。以上便是关于可熏蒸之物的讨论。随后他又概述了关于可燃之物的论述,并就此传授了三件事:定义、划分、以及与可融化之物的比较。
- 4.10.1ἵνα πάντα τὰ ὑπὸ σελήνην μὴ ἐκφύγῃ τοῦ εἶναι ἁπτά
动词 ἐκφεύγω 接带有冠词的属格不定式短语 τοῦ εἶναι ἁπτά 作为宾语。与否定词 μή 连用,表示“使得月下界的一切事物都不至于逃脱作为可触知者”的目的。
- 4.10.1καθάπερ οἱ κέραμοι τὴν ἀρχὴν ἐμβληθέντες ἐν τῇ καμίνῳ
在由比较连词 καθάπερ 引导的短语中,没有限定动词,仅有主格名词和分词 οἱ κέραμοι ... ἐμβληθέντες(“最初投入熔炉中的陶器”)。它承接前文主句(διαίνει μὲν τὴν οἰκείαν ἐπιφάνειαν)的谓语,省略了上下文中的动词(如 διαίνουσι),形成对比结构。
- 4.10.1διὰ τὸ ἀπολωλέναι αὐτὸν τὴν οἰνώδη ποιότητα
由介词 διά 加上带冠词的完成时不定式 τὸ ἀπολωλέναι 构成的表示原因的短语。代词 αὐτόν 作为不定式的逻辑主语采用宾格,而 τὴν οἰνώδη ποιότητα 则作为其宾格直接宾语(该动词完成时表及物意义的用法)。
