- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:329.8-331.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁注解了亚里士多德关于可挤压、可延展、可锤展、可劈开、黏性及可压缩等特性的定义与划分(386a27–387a15),解释了为何石头与木头亦被视为可凹陷变形、推压与击打的区别以及孔隙与空隙的关系,并阐明了自己讲授这些特性时的顺序安排。
" Τὰ δὲ ἢ μὴ εὔθλαστα, ὥσπερ λίθος καὶ ξύλον." Ζητητέον, πῶς λίθον καὶ ξύλον θλαστὰ λέγει ὁ φιλόσοφος· οὔτε γὰρ ὑπείκει εἰς βάθος ἡ τούτων ἐπιφάνεια, ὥσπερ ἐλέγομεν ἐπὶ τῶν θλαστῶν. ἢ λέγομεν, ὅτι1 οὐ περὶ παντὸς λίθου λέγει, οὐ περὶ παντὸς ξύλου, ἀλλὰ λίθου μόνον τοῦ κοραλίου, ὅπερ ἐστὶ βρύον θαλάσσιον καὶ πεπηγός· τοῦτο γάρ πως κοιλαίνεται. ὡσαύτως δὲ καὶ ἐν ξύλοις τὸ σύκινον· καὶ τοῦτο γὰρ ὑπείκει τῇ ἁφῇ ἠρέμα πως.
“而有些事物要么不易凹陷变形,如石头和木头。” 必须探究的是,哲学家何以说石头和木头是可凹陷变形的;因为它们的表面并不向深度退让,正如我们在谈论可凹陷变形之物时所说的那样。抑或我们当说,他并非谈论所有的石头,也不是谈论所有的木头,而是就石头而言仅指珊瑚——珊瑚乃是固化的海生苔藓,因为这在某种程度上确实会凹陷。同样,在木头中仅指无花果木;因为这也对触碰略微温和地退让。
"Μὴ μένει δὲ ἡ θλάσις, ὥσπερ ἐρίου ἢ σπόγγου, οὐ θλαστά, ἀλλὰ πιεστά ταῦτά ἐστι." Τὴν ἑτέραν ἀντίθεσιν λέγει τὴν ἐκ τοῦ θλαστοῦ γινομένην, τὴν τοῦ πιεστοῦ.
“若变形未能保持,如羊毛或海绵,这些便不是可凹陷变形的,而是可挤压的。” 他指出了源于可凹陷变形者的另一个对立,即可挤压者的对立。
"Ἔστι δ’ ὦσις μὲν κίνησις ὑπὸ κινοῦντος, ἣ γίνεται ὑπὸ τῆς ἅψεως· πληγὴ δέ, ὅταν ᾖ ἀπὸ τῆς φορᾶς." Ἐπειδὴ εἶπε πάντα τὰ θλαστὰ ἢ πληγῇ ἢ ὤσει εἴκειν, ταὐτὸν δ’ εἰπεῖν ἁφῇ, νῦν ὁρίζεται, τί ἐστι πληγή, ὅτι κίνησις ὑπὸ φορᾶς γινομένη. ὦσις δὲ καὶ κίνησις ὑπὸ τῆς ἁπλῶς ἁφῆς,2 ἥτις οὐ γίνεται ὑπὸ φορᾶς βιαίως.
“而推压是由推动者所引起的、因触碰而产生的运动;击打则是当运动源于冲力时。” 既然他说过一切可凹陷变形之物要么顺应击打,要么顺应推压——说通过触碰也是同义的——现在他便定义什么是击打,即它是源于冲力而产生的运动。而推压乃是源于单纯触碰的运动,它并非源于冲力而强力产生。
"Καὶ πιεστὰ ταῦτα, ὅσα δύναται εἰς τὰ ἑαυτῶν κενὰ συνιέναι." Τουτέστιν εἰς τοὺς ἑαυτῶν πόρους.
“而这些是可挤压的:凡是能够聚拢收缩进自身的空隙者。” 也就是说,收缩进自身的孔隙中。
"Ἐνίοτε γὰρ οὐ κενοί εἰσιν εἰς οὓς συνέρχονται, οἷον ὁ βεβρεγμένος σπόγγος." Τί δήποτε εἶπε τὸ ἐνίοτε; τί γάρ ἐστι τὸ κενόν * * * αἰσθητὸν καὶ ἀναίσθητον σῶμα λέγει. ἐνίοτε γάρ, φησίν, οὐ κενοί εἰσιν * * αἰσθητοῦ σώματος, τουτέστιν ὕδατος, ὥσπερ σπόγγος.
“因为它们所聚拢进入的地方有时并非空的,如吸湿的海绵。” 他究竟为何说“有时”?因为什么是空隙[……]他所说的是可感觉的物体和不可感觉的物体。因为他说,有时它们并非缺乏可感觉的物体(即水),正如海绵一样。
"Ἑλκτὰ δ’ ἐστίν, ὅσων δύναται εἰς τὸ πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον." Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἑλκτοῦ καὶ ἀνέλκτου.
“而可延展的是那些平面能够向侧方发生位移的事物。” 可延展与不可延展的另一个对立。
"Ἔστι δὲ ἐλατὰ μέν, ὅσα αὐτῇ πληγῇ δύναται ἅμα εἰς πλάτος καὶ εἰς βάθος τὸ ἐπίπεδον μεθίστασθαι." Ἡ ἑτέρα ἀντίθεσις τοῦ ἐλατοῦ καὶ ἀνελάτου.
“而可锤展的是那些平面能够因击打本身同时向宽度和向深度发生位移的事物。” 可锤展与不可锤展的另一个对立。
"Ἔστι δὲ καὶ τὰ μὲν σχιστά, οἷον ξύλον, τὰ δ’ ἄσχιστα, οἷον κέραμος." Ἡ ἑτέρα ἀντίθεσις τοῦ σχιστοῦ καὶ ἀσχίστου καὶ ἡ τούτου διαφορά πρὸς τμητὸν καὶ ἄτμητον.
“又有些事物是可劈开的,如木头;有些是不可劈开的,如陶器。” 可劈开与不可劈开的另一个对立,以及它相对于可切断与不可切断的区别。
"Γλίσχρον δ’ ἐστίν, ὅταν ἑλκτὸν ἢ ὑγρὸν ἢ μαλακόν." Ὅρα, πῶς νῦν ταύτην τὴν ἀντίθεσιν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὸ ἑλκτὸν αὐτὸ παραδεδώκαμεν διὰ τὸ ἔχειν πρὸς αὐτὸ συγγένειαν. καὶ ὅρα, πῶς τὸ γλίσχρον ἢ μαλακτὸν ἑλκτὸν λέγει ἢ ὑγρὸν ἑλκτόν. μαλακτὸν μὲν γλίσχρον, ἵνα εἴπῃ3 τὸ ἐπίκτητον ἔχον τὴν ὑγρότητα ἑλκτόν, ὥσπερ τὸ σταῖς ἢ πηλὸς ἢ κόμμι, ὑγρὸν δ’ ἑλκτὸν εἶπε τὸ σύμφυτον ἔχον ὑγρότητα, ὅπερ ἐστὶ γλίσχρον, ὡς ἔλαιον, μέλι, πίσσα ὑγρὰ καὶ τὰ τοιαῦτα.
“而黏性的是指当可延展之物或湿润或柔软时。” 看哪,他现在是如何传授这一个对立的。而我们是在可延展之物之后传授它的,因为它与后者具有亲缘关系。看哪,他是如何将黏性的称为可软化且可延展的,或者湿润且可延展的:说可软化且黏性的,是为了指具有后天获得的湿润的可延展之物,如面团、黏土或树胶;而他说湿润且可延展的,则是指具有先天固有湿润之物,这正是黏性的,如油、蜂蜜、液态沥青及诸如此类者。
"Πιλητὰ δ’ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν." Ἰδοὺ καὶ ταύτην τὴν ἀντίθεσιν νῦν παραδίδωσιν. ἡμεῖς δὲ μετὰ τὰ πιεστά, ἐπειδὴ ἐλέγομεν ἐκεῖνα εἶναι πιλητά, ὅσα πιεστὰ μονίμως ἐστὶ πιεστά· οὐκοῦν διὰ τὴν πρὸς αὐτὰ συγγένειαν μετὰ ἐκεῖνα παραδεδώκαμεν.
“而在可挤压之物中,凡挤压具有永久性者,便是可压缩的。” 看哪,他现在也传授了这个对立。但我们是在可挤压之物之后[传授它的],因为我们曾说,那些持久地可挤压的可挤压之物乃是可压缩的;因此,由于它与它们的亲缘关系,我们在它们之后传授了它。
- 4.9.8ἢ λέγομεν, ὅτι
虚词 ἤ 引出对前文由 ζητητέον(“必须探究”)所提出之难题的回答或解决方案,意为“抑或我们当说……”。
- 4.9.10ὦσις δὲ καὶ κίνησις ὑπὸ τῆς ἁπλῶς ἁφῆς
κίνησις 前的 καί 在此处并非意指“也”,而是在系动词 ἐστί 省略的情况下引出表语名词:“而推压乃是源于单纯触碰的运动”。
- 4.9.16μαλακτὸν μὲν γλίσχρον, ἵνα εἴπῃ
此为带有目的从句 ἵνα εἴπῃ(“为了说……”)的省略结构,注疏者引出亚里士多德的原话,并省略了主句动词(“他说”),直接阐述其措辞意图。
