← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§325.23-326.36

可折性与可碎性及可凹陷变形的分类

奥林匹奥多罗阐释了亚里士多德《气象学》386a9,根据孔隙间距解释了第六与第七对立(可折断/可碎裂)的区分与共存可能,并详细梳理了第八对立(可凹陷变形)派生出的可塑性、可挤压性与可毡化性的系统分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9.1#1

" Καὶ τὰ μὲν κατακτὰ ἢ θραυστὰ ἅμα ἢ χωρίς." Ἕκτην ταύτην ἀντίθεσιν παραδίδωσιν ὁ φιλόσοφος τὴν τοῦ κατακτοῦ καὶ ἀκατάκτου, ᾗ παράκειται ἑτέρα ἀντίθεσις τοῦ θραυστοῦ καὶ ἀθραύστου. διαφέρει γὰρ κατακτὸν θραυστοῦ, ὅτι τὸ μὲν κατακτὸν εἰς μείζονα μέρη διαιρεῖται τῷ εἰς μείζονα διαστήματα ἔχειν τοὺς πόρους,1 τὸ δὲ θραυστὸν εἰς ἐλάχιστα τῷ πυκνοτέρους ἔχειν τοὺς πόρους κατὰ τὸ διάστημα, ὥστε τὰ μέν εἰσι μόνως κατακτά, ὅσα ἐκ διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ τὸ ξύλον· τινὰ δὲ μόνως θραυστά, ὅσα ἐξ ἐλάττονος διαστήματος ἔχει τοὺς πόρους, ὥσπερ κίσηρις, τίτανος, * * * ὥσπερ κέραμος καὶ ὕελος. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς δυνατὸν τὸ αὐτὸ εἶναι καὶ κατακτὸν καὶ θραυστόν, εἴ γε τὰ μὲν ἐκ μείζονος διαστήματος ἔχει τοὺς πόρους, τὰ δ’ ἐξ ἐλάττονος· μὴ ἄρα δυνατὸν2 τὸ αὐτὸ καὶ ἐκ μακροῦ διαστήματος ἔχειν τοὺς πόρους καὶ ἐκ βραχέος. ἢ λέγομεν, ὅτι δυνατὸν κατ’ ἄλλα μὲν μόρια ἔχειν ἐκ μακροῦ διαστήματος, κατ’ ἄλλα δ’ ἐκ βραχέος, καὶ ἐν οἷς μὲν μορίοις οἱ πόροι μηκόθεν εἰσί, κατ’ ἐκεῖνα κατάγνυσθαι, ἐν οἷς δὲ πλησίον εἰσί, θραύεσθαι. καὶ ἰδοὺ ἔχεις ἐν ταὐτῷ ἕκτην καὶ ἑβδόμην ἀντίθεσιν κατακτοῦ καὶ ἀκατάκτου, θραυστοῦ καὶ ἀθραύστου. εἶτα διαλέγεται καὶ περὶ τῆς ὀγδόης ἀντιθέσεως ὁ φιλόσοφος, λέγω δὴ θλαστοῦ καὶ ἀθλάστου, ᾗ παράκεινται ἕτεραι τρεῖς ἀντιθέσεις, ἥ τε τοῦ πλαστοῦ καὶ ἀπλάστου, καὶ πιεστοῦ καὶ ἀπιέστου, καὶ πιλητοῦ καὶ ἀπιλήτου. καί φησιν, ὅτι θλαστὸν ἐκεῖνό ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, κατὰ τὴν ἐπιφάνειαν μένον ἀδιαίρετον, ὡς εἶναι δῆλον, ὅτι τὸ ὕδωρ οὐκ ἔστι θλαστόν, ἐπειδὴ μήτε ὑπείκει τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ διαιρεῖται· ὡσαύτως δὲ οὔτε λίθος οὔτε ξύλον διαιροῦνται. ἁφῇ δὲ λέγω ἐνταῦθα ὑπείκειν διὰ χειρὸς γινομένῃ, ὥσπερ ἐπὶ τῶν εὐθλάστων. ἰστέον γάρ, ὅτι τῶν θλαστῶν τὰ μὲν εὔθλαστά εἰσι, τὰ δὲ δύσθλαστα· εὔθλαστα μέν, ὅσα ὑπείκει τῇ χειρὶ μὴ διαιρούμενα, οἷον κηρός, ἔρια καὶ ὅσα τοιαῦτα, δύσθλαστα δέ, ὅσα πληγῇ ὑπείκει μὴ διαιρούμενα, οἷον σίδηρος, χαλκὸς καὶ ὅσα τοιαῦτα. τῶν δ’ εὐθλάστων τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν καὶ λέγονται πλαστά, οἷον κηρός (καὶ ἰδοὺ λέγει σοι τὴν τοῦ πλαστοῦ καὶ ἀπλάστου ἀντίθεσιν), τὰ δὲ οὐ μόνιμον ἔχει τὴν θλάσιν, ἀλλὰ πάλιν ἀποκαθίστανται εἰς τὸ ἀρχαῖον καὶ λέγονται πιεστά, ὥσπερ σπόγγος, ἔρια καὶ ὅσα τοιαῦτα. καὶ ἰδοὺ ἔχεις τὴν τοῦ πιεστοῦ καὶ ἀπιέστου ἀντίθεσιν. πιεστὸν γάρ ἐστιν ἐκεῖνο τὸ συνιζάνον κατὰ τοὺς ἑαυτοῦ πόρους καὶ πάλιν ἀποκαθιστάμενον. συνιζάνει δὲ διὰ τὸ κενοὺς αὐτοὺς εἶναι συγγενοῦς σώματος, πλήρεις δὲ αὐτοὺς εἶναι ἀλλοτρίου σώματος ἢ πάμπαν ἀνεπαισθήτου, τουτέστιν ἀέρος, ἢ ὑγροῦ, τουτέστιν ὕδατος, ὥσπερ ἐπὶ σπόγγου. τοῦτο δὲ τὸ πιεστὸν ἢ μόνιμον ἔχει τὴν πίεσιν ἢ οὐ μόνιμον. ἀλλ’ εἰ μὴ μόνιμον,3 λέγεται ἁπλῶς πιεστὸν τὸ τοιοῦτον· εἰ δὲ [μὴ] μόνιμον, λέγεται πιλητόν, οἷά εἰσι τὰ πιλητά, ἐφ’ οἷς ὀχοῦνται ἐπὶ τῶν ἵππων. καὶ ἰδοὺ ἔχεις καὶ τὴν τοῦ πιλητοῦ καὶ ἀπιλήτου ἀντίθεσιν ἀναγομένην ὑπὸ τὸ θλαστόν. ὅθεν ἡμεῖς μετὰ τὸ θλαστὸν καὶ πλαστὸν καὶ πιεστὸν εὐθὺς περὶ πιλητοῦ διειλέχθημεν διὰ τὸ ἐκ τούτων εἶναι. ὁ μέντοι Ἀριστοτέλης μετ’ ἄλλας τινὰς ἀντιθέσεις περὶ αὐτοῦ διαλαμβάνει.

“而有些是可折断的或可碎裂的,同时兼具或各自单独具之。” 哲学家传授了这第六个对立,即可折断者与不可折断者的对立,与其并列的是另一个对立,即可碎裂者与不可碎裂者的对立。因为可折断者不同于可碎裂者:可折断者因其孔隙处于较大间距而分裂为较大部份,而可碎裂者则因其孔隙在间距上更密集而[分裂]为极小部份,以致有些事物仅是可折断的,凡孔隙间距较远者皆然,如木材;有些事物则仅是可碎裂的,凡孔隙间距较小者皆然,如浮石、生石灰[,而兼具两者之物]则如陶器和玻璃。但令人起疑的是,既然前者孔隙间距较大而后者孔隙间距较小,同一事物何以可能既是可折断的又是可碎裂的?难道同一事物竟可能既处于长间距又处于短间距拥有孔隙不成?抑或我们应当说,在某些部分具有长间距而在另一些部分具有短间距是可能的,且在孔隙相距甚远的那些部分,它沿着那些部分折断,而在孔隙临近的那些部分,它碎裂?看哪,你在同一处获得了第六与第七个对立,即可折断与不可折断、可碎裂与不可碎裂。随后哲学家亦探讨了第八个对立,我指的是可凹陷变形与不可凹陷变形的对立,与其并列的有另外三个对立,即可塑与不可塑、可挤压与不可挤压、可压实毡化与不可压实毡化。他说,可凹陷变形者乃是在深度上顺从触碰而在表面上保持不被分割者,由此显然水不是可凹陷变形的,因为它甚至在深度上不顺从触碰,反而是被分割的;同样,石头和木材也不[在深度上顺从]而被分割。我在此所说的顺从触碰,是指通过手所产生的触碰,如在易凹陷变形之物的情形中那样。因为应当知晓,在可凹陷变形之物中,有些是易凹陷变形的,有些是难凹陷变形的:易凹陷变形者是那些顺从手而不被分割的事物,如蜡、羊毛及所有此类事物;而难凹陷变形者则是那些顺从击打而不被分割的事物,如铁、铜及所有此类事物。而在易凹陷变形之物中,有些其变形是永久的,被称为可塑的,如蜡(看哪,他向你讲述了可塑与不可塑的对立);有些其变形不是永久的,而是再次恢复到原状,被称为可挤压的,如海绵、羊毛及所有此类事物。看哪,你获得了可挤压与不可挤压的对立。因为可挤压者乃是沿着自身的孔隙收缩塌陷而后再次复原者。其收缩塌陷是因为孔隙本身不含同类的物体,却充满异类的物体,要么完全不可感知(即空气),要么是湿的(即水),如在海绵的情形中那样。而这种可挤压之物,其挤压要么是永久的,要么不是永久的。倘若不是永久的,此类事物便单单被称为可挤压的;倘若是永久的,则被称为可毡化的,正如人们骑马时所乘之上的毡垫那样。看哪,你也获得了归属于可凹陷变形之下的可毡化与不可毡化的对立。因此我们在讨论了可凹陷变形、可塑与可挤压之后,随即讨论了可毡化,因为它源于这些。然而亚里士多德是在其他几个对立之后才探讨它的。

语法注3 条
  1. 4.9.1τῷ εἰς μείζονα διαστήματα ἔχειν τοὺς πόρους

    带冠词的与格不定式(τῷ ... ἔχειν)对前述主动词 διαιρεῖται 表示原因或方式。介词短语 εἰς μείζονα διαστήματα 修饰不定式,表示孔隙(τοὺς πόρους)所处的空间间距状态,即“处于较大间距”。

  2. 4.9.1μὴ ἄρα δυνατὸν

    由否定小词 μὴ 与推论小词 ἄρα 构成的修辞疑问句,期待否定的回答(“难道……不成?”、“想必不可能……”)。它承接前文提出的同一事物兼具两者的疑难,引出一条看似荒谬的假设。

  3. 4.9.1εἰ δὲ [μὴ] μόνιμον

    写本中的 μὴ 在校勘中被放入方括号删除,以与前句 εἰ μὴ μόνιμον 形成对称。文意构成了明确的二分对立:若非永久的(εἰ μὴ μόνιμον)则单称可挤压,若是永久的(εἰ δὲ μόνιμον)则称可毡化,故按肯定句解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:325.23-326.36