- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:324.15-325.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》385b18–386a2,论述可浸润但不可熔之物(考查核桃之例)、可浸润物体的孔隙条件与真正的非形体孔隙之别,以及可弯曲与可矫直之物的属性与关于弯曲本质的两个论证。
" Ἔνια δὲ τεγκτὰ ὄντα οὔτε τηκτά εἰσιν, οἷον ἔρια καὶ οἱ καρποί." Παράδειγμα λαμβάνει τῶν τεγγομένων, μὴ τηκομένων δὲ τὰ ἔρια καὶ τοὺς καρπούς. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας ἐπί τινων καρπῶν. ὁρῶμεν γάρ, ὅτι ὁ καρπὸς τοῦ μεγάλου καρύου τοῦ βασιλικοῦ οὐ μόνον τέγγεται, ἀλλὰ τήκεται· ἐν γὰρ τῷ κάεσθαι ἀποστάζει τινὰ ἐλαιώδη ὑγρότητα. πῶς οὖν λέγει μὴ τήκεσθαι τοὺς καρπούς; ἢ λέγομεν, ὅτι κατὰ ἀλήθειαν οὐ τήκεται ὁ καρπὸς τοῦ καρύου, ἀλλὰ τήκεται ὥσπερ αἱ δᾷδες τήκονται. τήκεσθαι γὰρ ἐκεῖνο κυρίως λέγομεν τὸ λυόμενον μόνον, μὴ μέντοι δαπανώμενον ἢ καόμενον,1 ἀλλ’ ὅλην μὲν τὴν οὐσίαν ἀναλυόμενον, συνιστάμενον δὲ καὶ μὴ καόμενον, ὥσπερ χρυσός, χαλκός, μόλιβδος καὶ ὅσα τοιαῦτα. διὰ τοῦτο καὶ τὸ θεῖον οὐ λέγομεν τήκεσθαι ἢ τὸν κηρόν, ἐπειδὴ κάονται ὑπὸ τοῦ πυρὸς καὶ δαπανῶνται, ἀλλὰ μᾶλλον λύεσθαι καὶ κάεσθαι.
“而有些虽为可浸润的,却不可熔,如羊毛和各种果实。” 他取羊毛和果实作为被浸润却不熔化的例证。但对某些果实提出疑难是合理的。因为我们看到,大核桃的果实不仅被浸润,而且会熔化;因为它在燃烧时会滴下某种油性湿气。那么,他为何说果实不熔化呢?抑或我们应当说,事实上核桃的果实并未熔化,而是如同火炬熔化那样[比喻地]“熔化”?因为我们所说的本义上的熔化,仅指被溶解而不被消耗或烧尽、在整个实体上被分解却能再次凝结且不被烧毁之物,如金、铜、铅以及所有此类事物。正因如此,我们也不说硫磺或蜡是熔化,因为它们被火燃烧并消耗,而是说它们被溶解并燃烧。
"Ἔστι δὲ τεγκτὰ μέν, ὅσα γῆς ὄντα ἔχει τοὺς πόρους μείζους τῶν τοῦ ὕδατος ὄγκων σκληροτέρων τῶν τοῦ ὕδατος.2" Ὥσπερ ἐπὶ τῶν ἀτέγκτων ἔλεγεν, ὅτι ἐκεῖνά εἰσιν ἄτεγκτα τὰ ἐλάττονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον, οὕτω νῦν τὸ ἀνάπαλιν λέγει, ὅτι ἐκεῖνά εἰσι τεγκτὰ τὰ μείζονας ἔχοντα πόρους ἢ κατὰ τὸν τοῦ ὕδατος ὄγκον. οὗτοι δὲ οἱ πόροι σκληρότεροί εἰσιν ἢ κατὰ τὸ ὕδωρ, ὅθεν οὐ λύεται τὸ τεγγόμενον. καὶ ἐντεῦθεν στόχασαι, ὅτι πόρους λέγει τὰ ἀσθενέστερα μόρια, οὐ τοὺς ὄντως πόρους. ὁ γὰρ ὄντως πόρος ἀσώματος ὢν οὐδὲ σκληρός ἐστιν οὐδὲ μαλακός.
“而可浸润者,凡属于土的,其孔隙大于水的微粒,且比水的[微粒]更硬。” 正如他在论及不可浸润之物时说,那些孔隙小于水的微粒之物是不可浸润的,如今他反过来说,那些孔隙大于水的微粒之物是可浸润的。而这些孔隙比水更硬,因此被浸润之物不会溶解。由此推测,他所说的孔隙是指较脆弱的部分,而非真正的孔隙。因为真正的孔隙作为无形体之物,既不硬也不软。
"Ἔστι δὲ καὶ τὰ μὲν καμπτὰ καὶ εὐθυντά, οἷον κάλαμος καὶ λύγος." Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε καὶ παραδίδωσι ταύτης τὰ ἴδια.
“又有一些是可弯曲且可矫直的,如芦苇和黄荆。” 他转向了另一对立,并传授其固有属性。
"Εἰ γὰρ καὶ εἰς τὸ εὐθύ,3 εἴη ἀνακεκαμμένον τὸ εὐθύ· ὅπερ ἀδύνατον, τὸ εὐθὺ κεκάμφθαι. καὶ εἰ κάμπτεται πᾶν, ἢ ἀνακάμπτει ἢ κατακάμπτει." Διὰ δύο ἐπιχειρημάτων κατασκευάζει, ὅτι τὸ ἀνακαμπτόμενον οὐ μεταβάλλει ἀπὸ εὐθέος εἰς τὸ καμπύλον ἢ τὸ ἀνάπαλιν ἀπὸ καμπύλου εἰς * * * ἕτερον καμπύλον. καὶ ἔστι τὸ πρῶτον ἐπιχείρημα τοιοῦτον· εἰ τὸ ἀνακεκαμμένον ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλει, εὑρεθήσεται οὐκέτι μόνον καμπύλον, ἀλλὰ καὶ εὐθύ, ὅπερ ἀδύνατον· οὐ λέγεται γὰρ τὸ ἀνακεκαμμένον εὐθύ. τὸ δεύτερον, ὅτι τὸ ἀνακαμπτόμενον ἢ ἐπὶ τὰ ἔμπροσθεν κάμπτεται καὶ λέγεται κατακάμπτεσθαι, ἢ ἐπὶ τὰ ὀπίσω καὶ λέγεται ἀνακάμπτεσθαι· τὸ δὲ κατακάμπτεσθαι καὶ ἀνακάμπτεσθαι οὐ λέγεται ἀπὸ καμπύλου εἰς εὐθὺ μεταβάλλειν ἢ ἀπὸ εὐθέος εἰς καμπύλον, ἀλλ’ ἀπὸ καμπύλου εἰς καμπύλον. οὐκ ἄρα τὸ ἀνακαμπτόμενον εἰς εὐθὺ μεταβάλλει.
“因为倘若[弯曲]亦指向笔直,笔直之物便会被向后反曲;而笔直之物被弯曲是不可能的。而且凡被弯曲者,要么反曲,要么屈曲。” 通过两个论证他确立了:被反曲之物并非从笔直转变为弯曲,亦非相反地从弯曲转变为[笔直,而是从弯曲转变为]另一弯曲。第一个论证如下:倘若被反曲之物从弯曲转变为笔直,它将被发现不再仅是弯曲的,而且也是笔直的,这乃是不可能的;因为被反曲之物不被称为笔直。第二个论证是:被反曲之物要么向前弯曲而被称作屈曲,要么向后[弯曲]而被称作反曲;而屈曲与反曲不被称作从弯曲转变为笔直或从笔直转变为弯曲,而是从弯曲转变为弯曲。因此,被反曲之物并不转变为笔直。
- 4.8.11ἀλλ’ ὅλην μὲν τὴν οὐσίαν ἀναλυόμενον, συνιστάμενον δὲ καὶ μὴ καόμενον
宾格短语 ὅλην μὲν τὴν οὐσίαν 作为关系(范畴)宾格修饰被动分词 ἀναλυόμενον(“在其整个实体上被分解”)。并列分词 συνιστάμενον 指冷却后重新凝固(凝聚),与 καόμενον(“被烧尽”)形成对置。
- 4.8.12σκληροτέρων τῶν τοῦ ὕδατος
亚里士多德传世文本(Bekker 385b20)中为与 πόρους 一致的阳性宾格 σκληροτέρους,而引文(lemma)中则作属格 σκληροτέρων。注释家奥林匹奥多罗在正文中用主格改写为 οὗτοι δὲ οἱ πόροι σκληρότεροί εἰσιν,表明引文中的属格被前文的比较属格 τῶν τοῦ ὕδατος ὄγκων 所同化牵引。
- 4.8.14Εἰ γὰρ καὶ εἰς τὸ εὐθύ, εἴη ἀνακεκαμμένον τὸ εὐθύ
在条件从句的前件(εἰ γὰρ καὶ εἰς τὸ εὐθύ)中省略了动词(如 κάμπτεται):“因为倘若[弯曲]亦指向笔直”。后件中不带 ἄν 的祈愿语气 εἴη 属于晚期希腊语常见的潜势表达,意为“笔直之物便会被向后反曲”。
