← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§326.36-327.36

可展延性与延引性以及劈裂与截断的区分

奥林匹奥多罗依据《气象论》386a9,详述了可展延、可延引、粘滞与脆碎的定义及其依据湿度(内在或外来、潜能或现实)的分类体系,并从分割作用的广度与深度解释了可劈裂与可截断的区别。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.9.1#2

ἐφ’ οἷς καὶ ἐπ’ ἄλλην ἀντίθεσιν παρακειμένην μὲν τῷ θλαστῷ καὶ ἀθλάστῳ μετέρχεται ὁ φιλόσοφος, λέγω δὴ τὸ ἐλατὸν καὶ ἀνέλατον. οὐδὲν γὰρ ἕτερόν ἐστιν ἐλατὸν ἢ θλαστὸν δύσθλαστον, οἷον χαλκός, σίδηρος καὶ ὅσα τοιαῦτα. καί φησιν, ὅτι ἐλατὸν ἐκεῖνό ἐστιν, ὅπερ τῇ αὐτῇ πληγῇ κινεῖται κατὰ τὰς τρεῖς διαστάσεις, κατὰ μὲν τὸ βάθος μειούμενον, κατὰ δὲ τὸ πλάτος καὶ τὸ μῆκος αὐξανόμενον· ἀνέλατον δὲ καὶ τὸ μὴ ὂν τοιοῦτον. καὶ ἰδοὺ ἔχεις ἑτέραν ἀντίθεσιν παρακειμένην τῷ θλαστῷ καὶ ἀθλάστῳ, τὸ ἐλατὸν καὶ ἀνέλατον, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν θλαστῶν τὰ μὲν μόνιμον ἔχει τὴν θλάσιν, ὥσπερ τὰ πλαστά, τὰ δὲ ὀλιγοχρόνιον, ὥσπερ τὰ πιεστά, καὶ τῶν πιεστῶν τὰ μὲν ὀλιγοχρόνιον ἔχουσι τὴν πίεσιν, ὥσπερ τὰ ἁπλῶς πιεστά, τὰ δὲ μόνιμον, ὥσπερ τὰ πιλητά. διαλέγεται δὲ πρῶτον καὶ περὶ ἑλκτοῦ καὶ ἀνέλκτου, ᾧ παράκειται τὸ γλίσχρον καὶ τὸ ψαθυρόν. ἀλλ’ ἡμεῖς διὰ τὴν πρὸς τὸ θλαστὸν συγγένειαν τοῦ ἐλατοῦ προετάξαμεν αὐτὸ τοῦ ἑλκτοῦ. καί φησιν, ὅτι ἑλκτόν ἐστιν ἐκεῖνο τὸ εἰς μῆκος ἐπιδιδοῦν χωρὶς πληγῆς. εἰς μῆκος δὲ ἐπιδίδωσι τὰ τοιαῦτα δι’ ὑγρότητα ἢ οἰκείαν ἢ ἀλλοτρίαν· οἰκείαν μὲν ὡς ἔριον, ἱμάς, μέλι, θρίξ, δέρμα καὶ ὅσα τοιαῦτα· ἀλλοτρίαν δὲ ὥσπερ σταῖς, πηλὸς καὶ ὅσα τοιαῦτα. οὕτω δὲ καὶ τὸ ἔλαιον ἐπιμιγνύμενον ἑτέρᾳ ὑγρότητι, οἷον ὄξει, ὕδατι ἢ ἄλλῳ τινὶ ὑγρῷ ἕλκεται ἐπὶ βραχὺ καὶ ἑλκτὸν γίνεται. τῶν δὲ οἰκείαν ἐχόντων ὑγρότητα ἄλλως ὑπάρχουσιν ἑλκτὰ μόνον,1 οἷον ἔρια, νεῦρα καὶ ὅσα τοιαῦτα· τὰ δ’ ἐνεργείᾳ τὴν σύμφυτον ἔχοντα ὑγρότητα ἑλκτὰ ταῦτα καὶ γλίσχρα ὑπάρχουσιν, οἷον μέλι, ὑγρὰ πίττα. ὁμοίως δὲ καὶ τὰ ἀλλοτρίαν ὑγρότητα ἔχοντα ἑλκτὰ γλίσχρα εἰσίν, ὥσπερ σταῖς, κόμμι, πηλός. καὶ γὰρ καὶ οὗτος διὰ τὸ ἐν αὐτῷ γλίσχρον ἐπιδίδωσιν εἰς μῆκος καὶ ἕλκεται μὴ διαιρούμενος, ὡς εἶναι γλίσχρα ἐκ τῶν ἑλκτῶν τῶν τε ἀλλοτρίαν ἐχόντων ὑγρότητα καὶ τῶν οἰκείαν ἐχόντων ἐνέργειαν, ὡς εἶναι διαίρεσιν τοιαύτην· τῶν ἑλκτῶν τὰ μὲν ἀλλοτρίαν ἔχουσιν ὑγρότητα, ὡς σταῖς, κόμμι, πηλός, ἃ καὶ γλίσχρα εἰσί, τὰ δὲ σύμφυτον, καὶ τῶν σύμφυτον ἐχόντων ὑγρότητα ἑλκτῶν τὰ μὲν δυνάμει αὐτὴν ἔχουσιν, ὥσπερ ἔριον, ἱμάς, δέρμα, θρίξ, ἅτινα ἑλκτὰ μόνον εἰσί, τὰ δ’ ἐνεργείᾳ, ὡς μέλι, ὑγρὰ πίττα, φλέγμα καὶ ὅσα τοιαῦτα, ἅτινα ἑλκτά εἰσι καὶ γλίσχρα. ἀντίκειται δὲ τῷ γλίσχρῳ ὡς μὲν ἐν ὑγροῖς τὸ ὑδατῶδες, ὡς δ’ ἐν στερεοῖς τὸ ψαθυρόν. ἔστι δὲ ψαθυρὸν τὸ μήτε οἰκείαν ἔχον ὑγρότητα μήτε ἀλλοτρίαν ἀνάπαλιν τῷ γλίσχρῳ. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ σχιστοῦ καὶ ἀσχίστου καὶ τμητοῦ καὶ ἀτμήτου διαλαμβάνει καί φησιν, ὅτι σχιστά μέν εἰσιν, ὅσα διαιροῦνται πλέον ἢ τὸ διαιροῦν διαιρεῖ, τμητὰ δέ, ὅσα ἐπὶ τοσοῦτον διαιρεῖται μόνον, ὅσον διαιρεῖ τὸ διαιροῦν. τὸ γὰρ ξύλον σχιστὸν ὑπάρχον ὑπὸ βίας τῆς τοῦ πελέκεως πληγῆς ἐπὶ πολὺ διάστημα σχίζεται καὶ κατὰ βάθος, ἀλλὰ καὶ τμητὸν ὑπάρχον τοσοῦτον τέμνεται, ὅσον διαιρεῖ τὸ διαιροῦν κατὰ πλάτος ὡς ἐπὶ τῆς πρίσεως, ὡς εἶναι σχίσιν μὲν βάθος πλέον ἢ κατὰ τὸ ποιοῦν,2 τμῆσιν δὲ πλάτος, ἐφ’ ὅσον ποιεῖ τὸ ποιοῦν. ταῦτα γὰρ παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.

在此之上,哲学家进而转向并列于可凹陷变形与不可凹陷变形的另一个对立,我指的是可展延与不可展延。因为可展延者无非就是难凹陷变形者,如铜、铁及所有此类事物。他说,可展延者乃是因同一次击打而在三维尺度上发生运动,在深度上减缩而在宽度和长度上增加者;不可展延者则是不是此类之物。看哪,你获得了并列于可凹陷变形与不可凹陷变形的另一个对立,即可展延与不可展延,以致划分如下:在可凹陷变形之物中,有些其变形是永久的,正如可塑之物,有些则是短时的,正如可挤压之物;在可挤压之物中,有些其挤压是短时的,正如单纯可挤压之物,有些则是永久的,正如可毡化之物。然而他首先亦探讨了可延引与不可延引,与其并列的是粘滞与脆碎。但我们由于可展延与可凹陷变形的亲缘关系,将其置于可延引之前。他说,可延引者乃是在没有击打的情况下向长度延伸者。而此类事物因内在的或外来的湿度而向长度延伸:内在的如羊毛、皮带、蜂蜜、毛发、兽皮及所有此类事物;外来的如面团、泥土及所有此类事物。油也是如此,当与另一种湿度(如醋、水或任何其他液体)混合时,被延引一小段距离并成为可延引的。在具有内在湿度的事物中,有些以另一种方式仅仅作为可延引者存在,如羊毛、筋腱及所有此类事物;而将生来的湿度现实地具有者,则既是可延引的又是粘滞的,如蜂蜜、液态沥青。同样,具有外来湿度的可延引之物也是粘滞的,如面团、树胶、泥土。因为泥土也由于其中的粘滞性而向长度延伸,且在不被分割的情况下被延引,以致在可延引之物中,无论是具有外来湿度的还是在现实中具有内在湿度的,都是粘滞的,从而划分如下:在可延引之物中,有些具有外来湿度,如面团、树胶、泥土,它们也是粘滞的;有些则具有生来的湿度;在具有生来湿度的可延引之物中,有些潜能地具有它,如羊毛、皮带、兽皮、毛发,它们仅仅是可延引的;有些则现实地具有它,如蜂蜜、液态沥青、痰及所有此类事物,它们既是可延引的又是粘滞的。与粘滞相对立的,在液体中是水性的,在固体中则是脆碎的。脆碎者乃是既不具有内在湿度也不具有外来湿度者,与粘滞正相反。在此之上,哲学家亦论及可劈裂与不可劈裂、可截断与不可截断,他说,可劈裂者乃是其被分割超出分割者所分割之限度的所有事物,而可截断者则是仅在分割者所分割之限度内被分割的所有事物。因为木材作为可劈裂者存在时,受斧头击打之力在很大间距上且在深度上裂开;但作为可截断者存在时,它只在分割者沿宽度所分割的限度内被截断,正如在锯开的情形中那样,以致劈裂乃是超出施动者作用的深度,而截断则是施动者所作用限度内的宽度。因为眼下的文本所传授的正是这些。

语法注2 条
  1. 4.9.1τῶν δὲ οἰκείαν ἐχόντων ὑγρότητα ἄλλως ὑπάρχουσιν ἑλκτὰ μόνον

    ἄλλως 意为“以另一种方式(仅仅)”。鉴于下文与 τὰ δ’ ἐνεργείᾳ(“现实地”)的对应,它对应于后文总结中的 τὰ μὲν δυνάμει(“潜能地”)。省略的主语是 τὰ μέν(“有些事物”),ὑπάρχουσιν 带有表语补足语 ἑλκτὰ μόνον。

  2. 4.9.1ὡς εἶναι σχίσιν μὲν βάθος πλέον ἢ κατὰ τὸ ποιοῦν, τμῆσιν δὲ πλάτος, ἐφ’ ὅσον ποιεῖ τὸ ποιοῦν

    表结果的 ὡς 带不定式结构(ὡς εἶναι)。对应的句式骨架为“σχίσιν μὲν [εἶναι] βάθος πλέον... τμῆσιν δὲ [εἶναι] πλάτος...”,其中宾格的 σχίσιν 和 τμῆσιν 为不定式主语,宾格短语 βάθος 和 πλάτος 为表语。“πλέον ἢ κατὰ τὸ ποιοῦν”指在深度上“超出施动者(分割工具)的作用”,而“ἐφ’ ὅσον ποιεῖ τὸ ποιοῦν”指在宽度上“限于施动者所作用的范围”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:326.36-327.36