← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§322.31-324.14

热与湿气的缺乏对凝固溶解的作用及陶器不溶性

奥林匹奥多罗对亚里士多德《气象论》385a22–385b17的引文进行逐条注解,阐明通过热或湿气的缺乏而凝固与溶解的原理,并结合孔隙收缩解释陶器的不溶性,进而阐发不可凝固、可软化与可浸润诸性质的定义与实例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.2

" Τῶν γὰρ σωμάτων ὅσα πήγνυται καὶ σκληρύνεται, τὰ μὲν ὑπὸ θερμοῦ πάσχει τούτων, τὰ δὲ ὑπὸ ψυχροῦ ἐκθλίβοντος τὸ θερμόν." Ἐπανακεφαλαιοῦται τὰ ἤδη εἰρημένα, ἵνα διορθώσῃ καὶ τὸν περὶ τῶν ἁλῶν καὶ νίτρου λόγον.

“因为在诸物体中,凡凝固且变硬者,其中一些因热而经受此,另一些则因挤出热的冷而经受此。” 他概括此前所言,以便亦纠正关于盐和纯碱的论述。

§4.8.3

"Ὥστε τὰ μὲν ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ τοῦτο πάσχειν." Ὅρα, πῶς νῦν διωρθώσατο, ὃ πρώην ἔλεγε παχυμερῶς. πρῶτον μὲν γὰρ λέγων τοὺς ἅλας θερμῷ πήγνυσθαι νῦν ὑγροῦ ἀπουσίᾳ αὐτοὺς λέγει πήγνυσθαι, τουτέστι ξηρῷ.

“因此,一些因湿气的缺乏而经受此,另一些则因热的[缺乏]而经受此。” 请看,他如今如何纠正了他此前粗略所言的内容。因为他起初说盐因热而凝固,现在却说盐因湿气的缺乏、即因干燥而凝固。

§4.8.4

"Ὅσα μὲν οὖν ὕδατος, θερμοῦ, καὶ ὅσα δὲ γῆς, ὑγροῦ.1" Τὸν κρύσταλλον λέγει καὶ τοὺς ἅλας ἅμα τῷ νίτρῳ· ὁ μὲν γὰρ κρύσταλλος ὕδατος ὢν ἀπουσίᾳ θερμοῦ πήγνυται, παρουσίᾳ δὲ λύεται.

“因此,凡属于水的,[因缺乏]热[而凝固],凡属于土的,[因缺乏]湿气[而凝固]。” 他指冰以及伴随纯碱的盐;因为冰由于属于水,因热的缺乏而凝固,却因热的在场而溶解。

§4.8.5

"Τὰ μὲν οὖν ὑγροῦ ἀπουσίᾳ ὑπὸ ὑγροῦ διατήκεται, ἐὰν μὴ οὕτως συνέλθῃ, ὥστ’ ἐλάττους τοὺς πόρους λειφθῆναι τῶν τοῦ ὕδατος ὄγκων." Ὡς τινος ἀπορήσαντος2 ‘καὶ τί δήποτε, Ἀριστότελες, ὁ κέραμος γῆς ὢν καὶ ὑγροῦ ἀπουσίᾳ παγεὶς μὴ τῇ παρουσίᾳ τοῦ ὑγροῦ λύεται;’ αὐτός φησιν, ὅτι ἐπὶ πλέον συνῆλθον οἱ πόροι τοῦ κεράμου συνιζήσαντες ἐν τῇ πήξει, ὥστε μὴ χωρεῖν τὸν τοῦ ὕδατος ὄγκον δι’ ἐκείνων εἰσιέναι τῶν πόρων.3 καὶ διὰ τοῦτο οὐ λύεται ὁ κέραμος ὑγρῷ. ἀλλὰ πάλιν πόρους ἄκουσον τὰ εὐπαθῆ μόρια, ἵνα ἐκφύγῃς τὸ ἄπορον.

“因此,因湿气缺乏[而凝固]者,会被湿气溶化,除非它们收缩到如此程度,以致留下的孔隙小于水的微粒。” 仿佛有人提出疑难:“亚里士多德啊,陶器既然属于土且因湿气缺乏而凝固,为何不因湿气的在场而溶解呢?”他自己说,陶器的孔隙在凝固过程中下陷并过度收缩,以致水的微粒没有空间穿过那些孔隙进入。正因如此,陶器不被湿气溶解。但你要再次将“孔隙”理解为易受作用的各个部分,以便避开疑难。

§4.8.6

"Ἄπηκτα δὲ ὅσα μὴ ἔχει ὑγρότητα ὑδατώδη ὕδατος." Ἐντεῦθεν περὶ τῶν ἀπήκτων διαλέγεται καὶ παραδίδωσιν αὐτῶν τὰ αἴτια τὰ εἰρημένα ἐν τῇ θεωρίᾳ.

“凡不具有水的如水湿气者,皆不可凝固。” 从这里开始,他讨论不可凝固之物,并传授在总论中所述的关于它们的原因。

§4.8.7

"Μαλακτὰ δ’ εἰσὶ τῶν πεπηγότων ὅσα μὴ ἐξ ὕδατος." Μετῆλθεν ἐπὶ τὴν τοῦ μαλακτοῦ καὶ ἀμαλάκτου ἀντίθεσιν καὶ λέγει, ὅτι ποῖά εἰσι ταῦτα, ὅτι ὅσα μὴ ἐξ ὕδατος μόνου, μὴ ἐκ γῆς μόνης, ἀλλ’ ὅσα ἄμφω, καὶ μᾶλλον γῆς, ἵνα μὴ θρύπτηται.

“在已凝固之物中,凡非由水构成者皆为可软化的。” 他转向了可软化与不可软化的对立,并说明这些是何种事物:即凡非仅由水构成、非仅由土构成,而是由二者构成且更多由土构成的事物,以免碎裂。

§4.8.8

"Ἀλλὰ ἢ ἑλκτὰ μὴ ὄντα διαντά, ἢ ἐλατὰ μὴ ὄντα ὕδατος, καὶ μαλακτὰ πυρί, οἷον σίδηρος, κέρας, ξύλον." Ἐνταῦθα τὰς διαφορὰς τῶν μαλακτῶν λέγει. φησὶ γάρ, ὅτι δεῖ ταύτας εἶναι4 ἢ ἑλκτὰ ἀδίαντα, τουτέστι μὴ διαινόμενα ἤτοι βρεχόμενα ἀλλοτρίῳ ὑγρῷ (ἵνα εἴπῃ τὸ νεῦρον) ἢ ἐλατά (καὶ ταῦτα ἢ πυρὶ ἢ χειρὶ ἢ πυρὶ καὶ ὕδατι) ἢ καμπτά, ἵνα εἴπῃ τὸ ξύλον.

“而是要么为不可润湿的可拉伸物,要么为非由水构成的可锻打物,以及因火而可软化物,如铁、角、木材。” 在此他陈述了可软化之物的属差。因为他说,这些[属差]必定要么是不可润湿的可拉伸物,即不被外来湿气润湿或浸湿(为了说明筋腱),要么是可锻打物(这些要么因火,要么因手,要么因火和水),要么是[可弯曲物](为了说明木材)。

§4.8.9

"Ἔστι δὲ καὶ τῶν τηκτῶν τὰ μὲν τεγκτά, τὰ δὲ ἄτεγκτα." Ἐπὶ τὴν ἑτέραν ἀντίθεσιν μετῆλθε τῶν τεγκτῶν καὶ ἀτέγκτων. ἀλλ’ ἵνα μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ τεγκτόν, προέλαβε καὶ εἶπε τούτων τὰς διαφοράς, ὅτι τῶν τηκτῶν τὰ μὲν τεγκτά ἐστι, τὰ δὲ ἄτεγκτα, ὥστε διαφέρουσι τοῦ τηκτοῦ καὶ ἀτήκτου. καὶ λοιπὸν λέγει παραδείγματα.

“在可熔物中,一些是可浸润的,另一些是不可浸润的。” 他转向了可浸润与不可浸润的另一对立。但为了防止有人认为可熔与可浸润是同一的,他预先指出了它们的属差,即在可熔物中,一些是可浸润的,另一些是不可浸润的,因此它们不同于可熔与不可熔。接下来他列举了实例。

§4.8.10

"Οὐδὲ γὰρ ἄλλο τεγκτόν, ὃ μὴ μαλακώτερον γίνεται βρεχόμενον." Τί φησιν; ὅτι ἅλες καὶ νίτρον τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ τῇ τοῦ ὑγροῦ ὁμιλίᾳ γίνονται πρῶτον μαλακά, εἶθ’ οὕτως λύονται, εἰ γὰρ τὸ τεγγόμενον πάντως μαλακὸν δεῖ γίνεσθαι καὶ οὕτω λύεσθαι ἢ μὴ λύεσθαι· λύεσθαι μέν, ὥσπερ ἡ ὠμὴ πλίνθος καὶ ὅσα τοιαῦτα.

“因为也没有其他浸润时不变得更软的可浸润物。” 他说了什么呢?即盐和纯碱虽熔化却不浸润,因为通过与湿气的接触,它们先变软,然后才如此分解;因为如果被浸润者必须全然变软,并以此方式溶解或不溶解——溶解,如生砖及所有此类事物。

语法注4 条
  1. 4.8.4Ὅσα μὲν οὖν ὕδατος, θερμοῦ, καὶ ὅσα δὲ γῆς, ὑγροῦ.

    高度省略的句式。承接前句(385a26)的述语“ὑγροῦ ἀπουσίᾳ, τὰ δὲ θερμοῦ τοῦτο πάσχειν(因湿气的缺乏,另一些因热的[缺乏]经受此)”,此处须分别补足名词述语 ὕδατος [ἐστί] 与 γῆς [ἐστί],以及 [ἀπουσίᾳ] θερμοῦ [πήγνυται] 与 [ἀπουσίᾳ] ὑγροῦ [πήγνυται]。

  2. 4.8.5Ὡς τινος ἀπορήσαντος

    带连词 ὡς 的属格独立结构。引入假想异议者的疑难,带有“仿佛有人提出了……难题(般进行回答)”之意。随后由主句动词 αὐτός φησιν(他自己说……)引出解答。

  3. 4.8.5ὥστε μὴ χωρεῖν τὸν τοῦ ὕδατος ὄγκον δι’ ἐκείνων εἰσιέναι τῶν πόρων

    在 ὥστε 结果从句中,动词 χωρεῖν(有空间、容得下)带宾格主语 τὸν τοῦ ὕδατος ὄγκον 以及表目的或结果的不定词 εἰσιέναι,构成双重不定词结构,意为“以致水粒子没有空间穿过那些孔隙进入”。

  4. 4.8.8φησὶ γάρ, ὅτι δεῖ ταύτας εἶναι

    阴性复数宾格 ταύτας 在语法上承接前一句的名词 τὰς διαφορὰς(诸属差),尽管其后所接的述语为中性复数(ἢ ἑλκτὰ ... ἢ ἐλατά)。句意结构为“这些[属差]必定是可拉伸的……或可锻打的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:322.31-324.14