- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:321.11-322.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗依循亚里士多德的文本,阐明了可软化(可锻打、可弯曲)与可熔的区别,通过孔隙构造区分了可浸润与可熔及其成因,并界定了可弯曲、可弄直与“反向弯曲”。
μαλάττονται μὲν πληγῇ, τήκονται δὲ πυρί. εἰ δ’ εἴπῃς, ὅτι καὶ πυρὶ τὰ αὐτὰ πάσχουσιν, ἀλλ’ οὖν οὐκ ἐν τῷ αὐτῷ, ἀλλὰ τῷ μὲν μαλακῷ μαλάττονται, τῷ δὲ σφοδρῷ τήκονται. ταῦτα μὲν οὖν εἰσι τὰ ἐλατὰ μαλακτά. τὰ δὲ καμπτὰ ὥσπερ λύγος καὶ κάλαμος χλωρὸς καὶ σανίδες καὶ ὅσα τοιαῦτα· καὶ αὐτὰ γὰρ μαλάττεσθαι λέγονται τῷ κάμπτεσθαι τῇδε κἀκεῖσε. ταῦτα εἰπὼν περὶ μαλακτοῦ καὶ ἀμαλάκτου ὁ φιλόσοφος καὶ ἐπὶ ἑτέραν ἔρχεται ἀντίθεσιν τὴν τοῦ ἀτέγκτου καὶ τεγκτοῦ. καὶ μή τις νομίσῃ ταὐτὸν εἶναι τηκτὸν καὶ ἄτηκτον ἢ τεγκτὸν καὶ ἄτεγκτον. ἐκεῖνο γάρ ἐστι τὸ τεγκτόν, ὅπερ εἰσδεξάμενον ἀλλοτρίαν ὑγρότητα μὴ διαλύεται, ἀλλὰ συνίσταται· ὅπερ δ’ εἰσδεξάμενον διαλύεται, ἐκεῖνο τηκτόν ἐστιν, ὥσπερ γῆ καὶ πηλός. καὶ ὅτι οὐ ταὐτόν ἐστι τεγκτὸν καὶ ἄτεγκτον, οὔτε μὴν τηκτὸν καὶ ἄτηκτον, δῆλον, ἐπειδή εἰσί τινα τεγκτὰ μέν, ἄτηκτα δέ, ὥσπερ ἔριον καὶ πλίνθος ὀπτωμένη· ταῦτα γὰρ βρέχονται μέν, οὐ λύονται δέ. τοιαῦτα δ’ εἰσὶ καὶ τὰ Αἰγύπτια ὄστρακα, ἅτινα μικρᾶς νοτίδος ἁψάμενα κατὰ τὸν πυθμένα μέχρι τοῦ χείλους ἀναδίδοται αὐτοῖς ἡ ὑγρότης.1 ὅθεν ἠπόρησεν ὁ μέγας Ἀσκληπιόδοτος φιλόσοφος, ὅτι πῶς ταῦτα ἕλκουσι τὴν ὑγρότητα,2 πότερον ἑλκτικῇ τινι δυνάμει ἢ ἑτέρῳ τινί, καὶ ἔλυσε τὴν ἀπορίαν ἐν τῷ ὑπ’ αὐτοῦ γεγραμμένῳ εἰς Τίμαιον ὑπομνήματι. ταῦτα μὲν οὖν καὶ ὅσα τοιαῦτα τεγκτὰ μέν, ἄτηκτα δέ· ἄλλα δὲ τὸ ἀνάπαλιν τηκτὰ μέν, οὐ τεγκτὰ δέ, ὥσπερ οἱ ἅλες· τήκονται μέν, οὐ τέγγονται δέ, ἐπειδὴ παρουσίᾳ ἑτέρας ὑγρότητος διαλύονται· ἐκεῖνο δὲ λέγομεν τεγκτὸν τὸ μὴ διαλυόμενον. ἕτερα δὲ καὶ τεγκτὰ καὶ τηκτά, ὥσπερ πλίνθος ὠμή· αὕτη γὰρ πρῶτον μὲν τέγγεται * * * οὐ τέτηκται δέ, ὥσπερ κέραμος, λίθος. καὶ καθόλου φάναι ἐκεῖνα μέν εἰσι τεγκτά, ὅσα λοξοὺς ἔχουσι τοὺς πόρους· τὸ γὰρ ὑγρὸν ἐπὶ τούτων μὴ ὁμαλῶς διόλου χωροῦν τέγγει μέν, οὐ τήκει δέ. τηκτὰ δ’ εἰσίν, ὅσα εὐθεῖς ἔχει τοὺς πόρους· τὸ γὰρ εἰσερχόμενον ὑγρὸν ὁμαλῶς διόλου διερχόμενον τήκει. τοῦτο δὲ λέγω οὐ περὶ πάντων τηκτῶν, ἀλλὰ περὶ μόνων τῶν ἀλλοτρίῳ ὑγρῷ τηκομένων. τηκτὰ δὲ καὶ τεγκτά εἰσιν, ὅσα καὶ λοξοὺς καὶ εὐθεῖς ἔχει τοὺς πόρους. οὔτε δὲ τηκτὰ οὔτε τεγκτά, ὅσα μήτε λοξοὺς μήτ’ εὐθεῖς ἔχει τοὺς πόρους ἢ πάνυ σμικροτάτους, ὥσπερ ὁ κέραμος ὀπτηθείς. ταῦτα μὲν περὶ τεγκτῶν καὶ ἀτέγκτων ῥητέον. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ ἑτέρας ἀντιθέσεως διαλέγεται, φημὶ δὴ τοῦ καμπτοῦ καὶ ἀκάμπτου. ἀλλ’ ἐπειδὴ καὶ τὸ εὐθυντὸν καὶ τὸ ἀνεύθυντον ταὐτόν ἐστι τῷ καμπτῷ καὶ ἀκάμπτῳ, ζητητέον, τί δήποτε μὴ μᾶλλον περὶ εὐθυντοῦ διελάβομεν, ἀλλὰ περὶ καμπτοῦ καὶ ἀκάμπτου. ἢ ῥητέον, ὅτι ἐργωδέστερόν πως καὶ ἀσαφέστερόν ἐστι τὸ περὶ καμπτοῦ καὶ ἀκάμπτου διαλεχθῆναι, καὶ τούτου χάριν, ἵνα διαρθρώσῃ τὸν περὶ αὐτοῦ λόγον. καί φησιν, ὅτι ἐκεῖνά εἰσι καμπτὰ καὶ εὐθυντά, ὅσα ἐξ εὐθύτητος εἰς περιφέρειαν οἷά τ’ εἰσὶ μεταβάλλειν ἢ ἀπὸ περιφερείας εἰς εὐθύτητα, οἷον λύγος, κάλαμος χλωρὸς καὶ ὅσα τοιαῦτα· ἄκαμπτα δὲ καὶ ἀνεύθυντα, ὅσα μὴ οἷά τ’ εἰσὶ μεταβάλλειν εἰς ταῦτα, οἷον κέραμος, λίθος. καὶ ταῦτα μὲν κάμπτεσθαι ἢ μὴ κάμπτεσθαι λέγονται. ἀνακάμπτεσθαι δέ, ὅσα οὐκ ἀπὸ τοῦ εὐθέος εἰς τὸ περιφερὲς μεταβάλλει εἰς τὸ ἀνάπαλιν, ἀλλ’ ὅσα ἀπὸ περιφερείας εἰς ἑτέραν περιφέρειαν μεταβάλλει ἐναντίαν τῇ πρώτῃ, ὥστε ἔνθα ἦν πρῶτον ἡ κυρτότης, ἐκεῖ γενέσθαι τὴν κοιλότητα, ἔνθα δ’ ἦν ἡ κοιλότης, ἐκεῖ γενέσθαι τὴν κυρτότητα. καὶ τούτου παράδειγμά εἰσιν οἱ παῖδες οἱ ἐπὶ σκηνῆς ἐπιδεικνύμενοι· οὗτοι γὰρ μεταβάλλουσιν εἰς ἐναντίας περιφερείας, ποτὲ μὲν ἐπὶ τὰ πρόσω, ποτὲ δὲ ἐπὶ τὰ ὀπίσω. πάλιν ἀπορητέον, πῶς λέγονται ἀνακάμπτεσθαι, ὁπότε ἐκ τοῦ εὐθέος μεταβάλλουσιν εἰς τὸ καμπύλον, ἢ ἐπὶ τὸ πρόσω ἢ ἐπὶ τὸ ὀπίσω χωροῦντες· ἀνακάμπτεσθαι δὲ λέγομεν εἶναι τὸ ἀπὸ περιφερείας εἰς ἐναντίαν περιφέρειαν μεταβάλλειν. καὶ ἔλυσεν ὁ μέγας φιλόσοφος δαιμονίως, λέγων, ὅτι οὐ σῴζεται ἐπὶ τῶν παίδων τὸ εὐθὺ σχῆμα· φυσικῶς γὰρ ἐπὶ τὰ πρόσω ἐσμὲν κεκλιμένοι διὰ τὸ καταβαρεῖν τὰ ἄνω μόρια καὶ ῥέπειν ἐπὶ τὰ κάτω. οὐκοῦν ἐπειδὴ οἱ παῖδες ἀπὸ τῆς ἔμπροσθεν φυσικῆς κάμψεως ἀνακάμπτουσιν ἐπὶ τὰ ὀπίσω, τούτου χάριν ἀνάκαμψις λέγεται ἐπὶ τούτων καὶ οὐ κάμψις. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
它们因击打而软化,因火而熔化。如果你说它们受火的作用也会遭受同样的事,但无论如何并不是在同一种火下,而是因温和的火而软化,因猛烈的火而熔化。这些便是可锻打的可软化物。至于可弯曲的事物,如柳条、青芦苇、木板以及所有此类事物;因为这些也被说成是通过向此向彼弯曲而软化。哲学家[亚里士多德]在论及可软化与不可软化之后,进而转向另一对立,即不可浸润与可浸润的对立。任何人都不应认为可熔与不可熔同于可浸润与不可浸润。因为吸收了外来湿气而不分解、反而保持聚集的,乃是可浸润的;而吸收了湿气便分解的,则是可熔的,正如土和泥。而可浸润与不可浸润、以及可熔与不可熔绝非同一,这是显而易见的,因为有些事物是可浸润的但却是不可熔的,正如羊毛和烧过的砖;因为这些虽被浸湿,却不溶解。埃及的陶器也是此类事物,它们哪怕只是在底部触及微小的湿气,湿气也会上升贯穿它们直至器皿边缘。因此伟大的哲学家阿斯克勒庇奥多托斯曾提出疑难:这些器皿究竟是如何汲取湿气的,是通过某种吸引力还是通过其他途径?并在他所著的《蒂迈欧篇注》中解决了这一疑难。这些以及所有此类事物都是可浸润的但不可熔;另一些则相反,是可熔的但不可浸润,正如盐;它们熔化但不浸润,因为在另一湿气的在场下它们便分解;而我们将不分解者称为可浸润的。还有一些既可浸润又可熔,如生砖;因为生砖首先浸润,[……]而不熔,如陶器、石头。总体而言,凡具有倾斜孔隙的事物都是可浸润的;因为湿气在这些事物中并不均匀地穿透始终,因而浸润它们却不熔化它们。而具有笔直孔隙的事物则是可熔的;因为进入的湿气均匀地穿透始终,便使其熔化。但我说这话并非针对所有可熔物,而仅针对由外来湿气所熔化者。既具有倾斜孔隙又具有笔直孔隙者,既可熔又可浸润。而既无倾斜孔隙又无笔直孔隙,或具有极其微小孔隙者,如烧过的陶器,既不可熔又不可浸润。关于可浸润与不可浸润便须作如是说。在此之后,哲学家还讨论了另一对立,即我所说的可弯曲与不可弯曲。但既然可弄直与不可弄直同于可弯曲与不可弯曲,就须探讨为何我们当初没有反而论述可弄直,而是论述可弯曲与不可弯曲。抑或应当说,论述可弯曲与不可弯曲在某种程度上更为费力且更为晦涩,正因如此,他才为了使关于它的论述得以清晰分明[而如此做]。他说,凡能从正直转变为弯曲,或从弯曲转变为正直的事物,都是可弯曲且可弄直的,如柳条、青芦苇以及所有此类事物;而不能转变为这些形态的事物,则是不可弯曲且不可弄直的,如陶器、石头。这些被说成是弯曲或不弯曲。至于反向弯曲,则不是指从正直向弯曲转变的反向,而是指从一种弯曲转变为与第一种相反的另一种弯曲,以致起初为凸面的地方变为凹面,起初为凹面的地方变为凸面。其例证便是在舞台上表演的少年们;因为他们转变为相反的弯曲形态,时而向前,时而向后。又须提出疑难:当他们向前方或向后方运动,从正直转变为弯曲时,为何被称为反向弯曲?而我们曾说反向弯曲是从一种弯曲转变为相反的弯曲。那位伟大的哲学家神妙地解决了这一问题,说少年们并未保持正直的姿态;因为我们由于上部肢体的沉重并向下倾斜,天生就倾向于向前弯曲。因此,既然少年们是从前方的自然弯曲向后反向弯曲,基于这一缘故,在他们身上被称为反向弯曲而非弯曲。当前的文句所传授的便是这些内容。
- 4.8.1ἅτινα μικρᾶς νοτίδος ἁψάμενα κατὰ τὸν πυθμένα μέχρι τοῦ χείλους ἀναδίδοται αὐτοῖς ἡ ὑγρότης
破格句(anacoluthon):关系分句以中性复数的主语与分词 ἅτινα ... ἁψάμενα 开头,但随后动词 ἀναδίδοται 的语法主语变成了 ἡ ὑγρότης,而指代器皿的代词则转为与格 αὐτοῖς。句意为“当器皿在底部触及湿气时,湿气在其中上升直至边缘”。
- 4.8.1ὅτι πῶς ταῦτα ἕλκουσι τὴν ὑγρότητα
引导间接引语/间接疑问的连词 ὅτι 与疑问副词 πῶς 叠用的赘词构拟。这种双重标记在晚期希腊语散文中甚为常见,其意义与单独使用 πῶς 相同(“这些究竟如何汲取湿气”)。
