← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§319.23-321.11

不可凝固的原因与可软化性物体的分类

奥林匹奥多罗阐明亚里士多德重述可凝固与可熔的讨论是为了纠正此前的粗略陈述,分析了不可凝固的原因及有关水银比重的疑难,进而讨论了可软化性物体的本质与分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.8.1#1

" Περὶ μὲν οὖν πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου εἴρηται μὲν καθόλου πρότερον." Τὸ περὶ πηκτοῦ καὶ τηκτοῦ πάλιν ὁ φιλόσοφος ἐπανακεφαλαιοῦται, οὐχ ὥς τινες ᾠήθησαν βουλόμενος ἐπιτομὴν ποιήσασθαι τῶν ἀνωτέρω περὶ αὐτῶν ἐργωδῶς εἰρημένων· ἀλλὰ τοῦτο ποιεῖ χάριν τοῦ ἐπανορθώσασθαι τὸ παχυμερῶς εἰρημένον ἐν τοῖς προλαβοῦσι, ταὐτὸν δ’ εἰπεῖν ὅτι ἔλεγε τοὺς ἅλας καὶ τὸ νίτρον θερμῷ πήγνυσθαι καὶ ψυχρῷ λύεσθαι. ἔστι δὲ ἡ ἐπανακεφαλαίωσις τοιαύτη· τῶν πηγνυμένων τὰ μὲν ὕδατός ἐστι, τὰ δὲ γῆς. καὶ ὅσα μὲν ὕδατός ἐστιν, ἐκεῖνα ψυχρῷ πήγνυται, ἀπουσίᾳ δ’ ὑγρῶν πήγνυται, τουτέστι ξηρῷ. ἀλλ’ ἵνα τὸ μὴ ποιεῖν ὑλικῇ αἰτίᾳ ἀπονέμῃ ὁ Ἀριστοτέλης,1 τουτέστι τὴν πῆξιν, τῇ ξηρότητι τὴν αἰτίαν τῆς ἀποστασίας τοῦ ὑγροῦ παρατίθεται καὶ ταύτῃ δίδωσι τὴν πῆξιν, τουτέστι τὴν θερμότητα. ἡ γὰρ θερμότης ἐξικμάζουσα τὴν ὑγρότητα ποιεῖ τῇ ἀπουσίᾳ τοῦ ὑγροῦ ξηρότητα, ἥτις πήγνυσι τοὺς ἅλας καὶ τὸ νίτρον, ὡς εἶναι τὰ δύο πηγνύντα ταῦτα αἴτια θερμότητα καὶ ξηρότητα. ἀλλὰ πόρρω μὲν αἴτιον ἡ θερμότης, προσεχὴς δ’ ἡ ξηρότης. εἶτα ἐπειδὴ περὶ πηκτοῦ καὶ τηκτοῦ καὶ ἀτήκτου ἀρκούντως διειλέχθη, λείπεται δ’ ἔτι τὸ ἄπηκτον τῷ λόγῳ, περὶ τούτου διαλέγεται καὶ παραδίδωσι τὰ τούτου ποιητικὰ αἴτια. καὶ φησιν, ὅτι τρία εἰσὶ τὰ ποιοῦντα τὸ ἄπηκτον, θερμότης, ἀερώδης καὶ ὑδατώδης οὐσία, γλισχρότης. θερμότης μὲν ὡς ἐπὶ τῆς τοῦ βράζοντος ὕδατος καὶ ἐπὶ τοῦ ζέοντος γλεύκους· ταῦτα γὰρ διὰ τὴν παρουσίαν θερμότητος οὐ πήγνυται. ἀερώδης δὲ καὶ ὑδατώδης οὐσία ὡς ἐπὶ τοῦ ἐλαίου· διὰ γὰρ τὴν ἀερώδη οὐσίαν οὐ πήγνυται, ἐπειδὴ ὑγροτάτη ἐστὶν ἡ τοιαύτη, ὅθεν παχύνεται μόνον, οὐ πήγνυται, καὶ διὰ τοῦτο μολυντὸν γίνεται· μολύνει γὰρ ἁπτομένοις τὴν χεῖρα τὸ πεπαχυμμένον ἔλαιον. καὶ ὅτι ἔστιν ἐν αὐτῷ ἀερώδης οὐσία, δῆλον· ἐπινήχεται γὰρ τῷ ὕδατι. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς ὁ ὑδράργυρος, καίτοι ἀερώδους καὶ ὑδατώδους ὑπάρχων οὐσίας, βρίθει καὶ βαρύτατός ἐστιν. ἢ λέγομεν, ὅτι εἰ καὶ ἀερώδους ὑπάρχει οὐσίας ὁ ὑδράργυρος, ἀλλ’ οὖν πολλὴ καὶ συμπεπιλημένη ἐστὶν ἐν αὐτῷ ἀερώδης οὐσία· καὶ διὰ τοῦτο πολλὴν ἄγει τὴν ὁλκήν. ἀμέλει πυρούμενος μέχρι τῆς ὀροφῆς ἀναβράσσεται διὰ τὸ ἀναλύεσθαι τὴν ἀερώδη οὐσίαν τὴν ἐν αὐτῷ συμπεπιλημένην καὶ χωρεῖν ἐπὶ τὸ συγγενές. οὕτω μὲν οὖν τὸ ἔλαιον οὐ πήγνυται διὰ τὴν ἐν αὐτῷ ἀερώδη οὐσίαν. ἀλλὰ μὴν οὐδὲ τὰ γλισχρότητα ἔχοντα πήγνυται, οἷον ὑγρὰ πίσσα καὶ ἰξός. εἶτα μετὰ τὸ συμπληρῶσαι τὸν περὶ πηκτοῦ καὶ ἀπήκτου καὶ τηκτοῦ καὶ ἀτήκτου λόγον μέτεισιν ὁ φιλόσοφος καὶ ἐπὶ τὴν τοῦ μαλακτοῦ ἀντίθεσιν καί φησιν, ὅτι ἐκεῖνά εἰσι τὰ μαλακτά, ἅπερ μήτε ὕδατός εἰσι μόνως μήτε γῆς μόνως, ἀλλ’ ἐκ γῆς καὶ ὕδατος, ὥστε συμμέτρως ἔχειν πρὸς ἀμφοῖν. τὰ μὲν ὕδατος μόνως ἀμάλακτά εἰσιν, οἷον κρύσταλλος, ἀλλὰ καὶ τὰ τῆς γῆς μόνως, οἷον κέραμος καὶ ἅλες καὶ νίτρον καὶ ὅσα τοιαῦτα· τὰ δὲ συμμέτρως ἔχοντα γῆς καὶ ὕδατος, ἐκεῖνα μαλακτά εἰσι. ταῦτα γὰρ τριττὰ ὑπάγουσιν· ἢ γὰρ ἑλκτὰ ἢ θλαστὰ ἢ καμπτά. καὶ ἑλκτὰ διχῶς, ἢ ἰδίῳ ὑγρῷ ὄντα τοιαῦτα ἢ ἀλλοτρίῳ· ἰδίῳ μέν, ὥσπερ ἱμάς, νεῦρον, μέλι, ἰξός· ταῦτα γὰρ διὰ τὴν σύμφυτον ὑγρότητα μαλάττονται, οὕτω δὲ καὶ δέρμα καὶ ὅσα τοιαῦτα. ἀλλοτρίῳ δέ, ὥσπερ τὸ στέαρ· τὰ γὰρ ἄλευρα φυραθέντα ὕδατι καὶ μαλαχθέντα γίνεται ἕλκιμα. τὰ δὲ ἐλατὰ ἢ χειρὶ τοιαῦτά εἰσιν ἢ πυρὶ ἢ πληγῇ 〈ἢ〉 πυρὶ ἅμα καὶ ὕδατι. χειρὶ μὲν ὥσπερ κηρός· οὗτος γὰρ μαλαττόμενος τῇ χειρὶ ἐλαύνεται. πυρὶ δ’ ὁ σίδηρος· οὗτος γὰρ πυρωθεὶς ἐλαύνεται τυπτόμενος. πληγῇ δ’ ὥσπερ ὁ χαλκός· οὗτος γὰρ καὶ μὴ πυρωθεὶς ἐλαύνεται ὑπὸ πληγῆς. οὕτω δὲ καὶ ὁ χρυσὸς καὶ ὁ ἄργυρος καὶ μόλιβδος καὶ κασσίτερος καὶ ὅσα τοιαῦτα. πυρὶ δὲ καὶ ὕδατι ὥσπερ οἱ λαμπτῆρες, τουτέστι τὰ διαφανῆ κέρατα, ἐν οἷς ἐντίθενται αἱ λαμπάδες νύκτωρ· τὰ γὰρ κέρατα πρῶτον μὲν βρεχόμενα, ἔπειτα δὲ πυρὶ ὁμιλοῦντα μαλάττονται. ἀλλὰ μὴ ἀπορήσῃς λέγων ταῦτα εἶναι μαλακτὰ καὶ τηκτά,2 ἐπειδὴ συμβαίνει τοῖς ἐλατοῖς μαλακτοῖς μὴ μόνον ἐλαύνεσθαι, ἀλλὰ καὶ τήκεσθαι, ὥσπερ καὶ τῷ χαλκῷ καὶ τῷ χρυσῷ καὶ ὅσα τοιαῦτα· εἰ γὰρ καὶ μαλάττονται καὶ τήκονται ταῦτα, ἀλλ’ οὖν ἄλλῳ μὲν μαλάττονται ἤτοι ἐλαύνονται, ἄλλῳ δὲ τήκονται ταῦτα.

“关于可凝固与不可凝固、可熔与不可熔,此前已总体讨论过了。” 哲学家[亚里士多德]再次重述关于可凝固与可熔的讨论,并非如某些人所认为的那样,是意在对上文关于它们所费力阐明的内容作一概括;相反,他这样做是为了纠正先前论述中粗略提出的说法,也就是指他说盐和苏打被热凝固而被冷溶解的主张。这一重述如下:在凝固的事物中,有些属于水,有些属于土。凡属于水的,都被冷凝固;而[属于土的]则因湿气的缺失而凝固,即被干燥凝固。然而,亚里士多德为了将“不作用”(即不作为凝固的作用者)归于质料因,便将湿气离去的原因置于干燥之旁,并将凝固[的作用]赋予这一原因,即热。因为热蒸发了湿气,便因湿气的缺失而造成干燥,正是干燥凝固了盐和苏打,以致这两种引起凝固的原因成了热与干燥。但是热是远因,干燥则是近因。随后,既然关于可凝固、可熔以及不可熔已经充分探讨过了,而在论述中还剩下不可凝固,他便讨论这一项,并给出其能生原因。他说造成不可凝固的事物有三项:热、气性与水性的实体,以及粘滞性。热,如在沸水和发酵的葡萄汁的情形中;因为这些由于热的在场而不凝固。气性与水性的实体,如在油的情形中;因为由于气性实体它不凝固,既然此类实体最具流动性,因而它仅仅增稠而不凝固,并且由于这一缘故它变得沾污;因为增稠的油会沾污触碰者的手。并且其内含有气性实体是显而易见的;因为它浮于水面。但是值得产生疑难的是:水银尽管属于气性与水性的实体,为何却沉重而极具重量?抑或我们应当说,即使水银属于气性实体,但在其内部仍然存在着大量且紧密压缩的气性实体;并因此带来了巨大的分量。事实上,当它被加热时,因其内部紧密压缩的气性实体被分解并趋向同类之物,它甚至会沸腾飞溅直至天花板。于是,油正是由于其内部的气性实体而不凝固。然而,具有粘滞性的事物也不凝固,如液态沥青和鸟胶。随后,在完成了关于可凝固与不可凝固、可熔与不可熔的讨论之后,哲学家进而转向可软化的对立,并说那些既不单属于水、也不单属于土,而是由土和水组成因而对二者具有均衡比例的事物,便是可软化的。仅属于水的事物是不可软化的,如冰;但仅属于土的事物也是如此,如陶器、盐、苏打以及所有此类事物;而具有土和水的均衡比例的事物,则是可软化的。因为这些包含三类:要么是可延展的,要么是可压陷的,要么是可弯曲的。而可延展的又有两种情况:或是由于自身的湿气而如此,或是由于外来的湿气。由于自身的湿气,如皮带、腱、蜂蜜、鸟胶;因为这些通过天生的湿气而软化,皮革及所有此类事物亦是如此。而由于外来的湿气,如面团;因为面粉与水揉合受软化后便成为可延展的。至于可锻打的事物,则或是靠手而如此,或是靠火,或是靠击打,或是靠火与水并用。靠手,如蜡;因为蜡被手软化后便被锻打展延。靠火,如铁;因为铁加热后在被击打时便被锻打展延。靠击打,如青铜;因为青铜即使未被加热,在击打下也能被锻打展延。金、银、铅、锡及所有此类事物亦是如此。而靠火与水,如灯笼,即夜间在内部放置火把的透明角质器皿;因为角质先被浸湿,随后接触火便变软。但是不要因说这些事物既是可软化的又是可熔的而感到困惑,因为在可锻打的可软化物上确实会发生不仅被锻打展延而且也被熔化的情况,正如青铜、金以及所有此类事物那样;因为即使它们既软化又熔化,然而它们依然是通过一者而软化(即被锻打展延),通过另一者而熔化的。

语法注2 条
  1. 4.8.1ἀλλ’ ἵνα τὸ μὴ ποιεῖν ὑλικῇ αἰτίᾳ ἀπονέμῃ ὁ Ἀριστοτέλης

    带冠词不定词短语 τὸ μὴ ποιεῖν 作动词 ἀπονέμῃ 的直接宾语。虽然有人可能将其理解为语序倒置(hyperbaton,即 ἵνα μὴ τὸ ποιεῖν...,“为了不将作用赋予质料因”),但按原文词序读作“为了将‘不作用’归于质料因”更为自然。紧随其后的 τουτέστι τὴν πῆξιν 进一步说明了凝固作用不应归于质料因。

  2. 4.8.1ἀλλὰ μὴ ἀπορήσῃς λέγων ταῦτα εἶναι μαλακτὰ καὶ τηκτά

    否定小词 μή 与第一不定过去时虚拟式 ἀπορήσῃς 构成禁止命令句(否定命令)。分词 λέγων 为情态或原因分词,意为“不要因声称/认为……而感到困惑”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:319.23-321.11