- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:318.1-319.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》384b8–384b34,阐明热与冷引起凝固和熔化的机制(以铁和木为例)、由此得出的同质部分物体的构成推论,以及与感官相关的十八对能动和受动属性的分类。
" Συμβαίνει γάρ, ὅταν τὸ θερμὸν ἐξικμάσῃ ἐξιόν, τὸ πλεῖστον ὑγρὸν συνθλίβεσθαι πάλιν ὑπὸ τοῦ ψυχροῦ, ὥστε μὴ ὑγρῷ διδόναι δίοδον.1" Συμβαίνει, φησίν, ἐν τῇ πυρώσει ἐξικμάζεσθαι τὸ ὑγρὸν ὑπὸ τοῦ θερμοῦ. καλῶς δὲ εἶπε τὸ πλεῖστον καὶ οὐχ ‘ὅλον’. ἐπειδὴ γὰρ ὡς ἐπὶ σιδήρου γυμνάζει τὸν λόγον, εἰ ὅλον ἦν ἐξικμασθέν, οὐκ ἂν μαλακτὸς ὁ σίδηρος, ἀλλὰ θραυστὸς ὥσπερ ὁ κέραμος. ἐπειδὴ οὖν ἀραιοῦνται οἱ πόροι καὶ ἐξέρχεται τὸ ὑγρὸν ὕστερον, πάλιν οὖν θλίβονται ὑπὸ τοῦ ψυχροῦ, ὡς μὴ διελθεῖν ἐντὸς ὑγρότερον καὶ λῦσαι τὸν σίδηρον. λοιπὸν ἐνταῦθα ἡ ἀπορία· † ἄπορον λέγει πάσχειν, εἴ γε τοῦτο ἀνεῖλεν ἀλλαχοῦ.
“因为当热在离开时使大部分湿气蒸发时,就会发生再次被冷所挤压的情况,以致不给湿气以通道。” 他说,在加热中发生了湿气被热蒸发的情况。他恰当地说了“大部分”而非“全部”;因为既然他是以铁为例展开论述的,如果全部都被蒸发了,铁就不会是可软化的,而是会像陶器一样易碎。因此,既然孔隙变疏松,并且湿气随后离开,它们便再次被冷所挤压,以使更湿之物不致侵入内部并溶解铁。剩下的便是这里的疑难:[……]他说受作用是成疑难的,如果他确实在别处否定了这一点的话。
"Καὶ διὰ ταῦτα οὐδὲ τὸ θερμὸν λύει." Διὰ ποῖα; ἐπειδὴ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ὑπὸ θερμοῦ.
“并且由于这些原因,热也不能溶解它。” 由于何种原因?因为它们不仅被冷所凝固,而且也被热所[凝固]。
"Ὁ δὲ σίδηρος τακεὶς ὑπὸ θερμοῦ, ψυχθεὶς πήγνυται." Σίδηρον νῦν οὐ τὸν καθαρὸν λαμβάνει, ἀλλὰ τὸν ῥυπαρόν. οὗτος γὰρ τήκει, ὁ δὲ καθαρὸς μαλάττει μόνον.2
“而铁被热熔化后,经冷却便凝固。” 在此他取的不是纯铁,而是不纯的铁;因为这种铁会熔化,而纯铁仅会软化。
"Τὰ δὲ ξύλα ἐστὶ γῆς καὶ ἀέρος· διὸ καυστὰ καὶ οὐ τηκτά." Ὡς τινος ἀπορήσαντος, ὅτι διὰ τί τῶν συνθέτων τὰ μὲν τήκεται, τὰ δὲ μαλάττεται, τὰ δὲ ξύλα οὐδὲν τούτων ποιεῖ καίτοι σύνθετα ὄντα, αὐτός φησιν, ὅτι εἰ καὶ σύνθετά εἰσιν, ἀλλ’ οὐκ ἐκ γῆς καὶ ὕδατος οὔτ’ ἐξ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ἀλλ’ ἐκ γῆς καὶ ἀέρος. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ κάεται καὶ οὐ τήκεται· τῷ γὰρ εἶναι γῆς3 ἔχει τὸ ξηρὸν ἐπιτήδειον πρὸς καῦσιν, τὸ δὲ ἀέρος τάχιον ἐκφλογοῦται. εὐπαθὴς γὰρ ὁ ἀὴρ ὑπὸ τοῦ πυρός. διὸ καὶ τὸ ἔλαιον πάνυ κάεται ὡς ἀερῶδες. ἀλλὰ μὴν καὶ ἐκ τοῦ ἐπινήχεσθαι δῆλόν ἐστιν, ὡς ἀέρος εἰσί. πάντα γὰρ ἐπινήχεται πλὴν πύξου καὶ τῶν τοιούτων· ταῦτα γὰρ διὰ τὸ εἶναι πυκνόπορα ἐλάττονα ἔχει τὸν ἀέρα ἐν ἑαυτοῖς.
“而木属于土与气;因此是可燃的而非可熔的。” 正如有人提出疑难:为何在复合事物中,有些熔化,有些软化,而木虽是复合的却二者皆不展现;他自己说道,即使它们是复合的,但也并非由土和水、或如油那样由水和气组成,而是由土和气组成。而这是真实的,显而易见,因为它燃烧而不熔化;因为由于属于土,它具有适于燃烧的干燥,而属于气的部分则更快燃起火焰。因为气极易受火的作用。因此油也作为多气的而极易燃烧。然而从其浮于水面也清楚表明它们属于气;因为除黄杨木和类似之物外,万物皆浮;因为这些木材由于孔隙致密,其内部所含的气较少。
"Τί μὲν οὖν ἐστὶ πῆξις καὶ τῆξις, καὶ διὰ πόσων καὶ ἐν ποίοις ἐστίν, εἴρηται." Διὰ πόσα μέν, τουτέστιν ἡ μὲν πῆξις διὰ θερμὸν καὶ ψυχρὸν καὶ ξηρόν, ἡ δὲ τῆξις διὰ θερμὸν καὶ ὑγρόν· ἐν ποίοις δέ, τουτέστιν ἢ ἐν ὕδατι ἢ ἐν τοῖς ἐκ γῆς καὶ ὕδατος.
“于是,凝固与熔化是什么,通过多少事物以及存在于何类事物中,均已被说明。” “通过多少事物”,即凝固是通过热、冷和干,而熔化是通过热和湿;“在何类事物中”,即要么在水中,要么在由土和水组成的事物中。
"Ἐκ δὲ τούτων φανερὸν ὅτι ὑπὸ θερμοῦ καὶ ψυχροῦ συνίστανται τὰ σώματα." Ἐντεῦθεν τὸ πόρισμα. καὶ ὅρα, πῶς ἐπιστημονικῶς εἶπεν. οὐ γὰρ εἶπεν, ὅτι ἐκ θερμοῦ καὶ ψυχροῦ σύγκειται, ἵνα ποιητικὰ αἴτια ἐν τοῖς γινομένοις συγκατατάξῃ, ἀλλ’ εἶπεν, ὅτι συνίστανται, δηλονότι τούτων μὲν ποιούντων, τῶν ὑλικῶν πασχόντων·4 ὡς αὐτὸς γάρ φησι παρακατιών, ὅτι ταῦτα μὲν διὰ τὸ ποιεῖν, ὑγρὸν δὲ καὶ ξηρὸν διὰ τὸ πάσχειν.
“由此显然,物体是由热和冷所构成的。” 由此得出推论。并且看他讲得多具有科学性!因为他没有说它们是由热和冷复合而成的,免得将能生原因与生成的事物归为同类;而是说它们是由热和冷构成的,显见是由于二者作为作用者,而质料性的事物作为受作用者;因为正如他自己在下文中说的,这些是由于在作用,而湿和干是由于在受作用。
"Ἐκ μὲν οὖν ὕδατος καὶ γῆς ὁμοιομερῆ σώματα συνίστανται." Ἐντεῦθεν ὁ προσδιορισμός, ὅτι οὐχ ἁπλῶς πάντα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται, ἀλλ’ ἐκ τῶν ἀναλογούντων αὐτοῖς.
“于是同质部分构成的物体是由水和土构成的。” 由此得出限定:并非单纯所有事物都是由干和湿复合而成,而是由与它们相当的事物复合而成。
"Ταῦτα δὲ διαφέρει ἀλλήλων τοῖς τε πρὸς τὰς αἰσθήσεις." Ἐνταῦθά φησιν, ὅτι πάντα σύνθετα διαφέρει ποιητικαῖς τε καὶ παθητικαῖς ποιότησιν. ἔστι δὲ τάδε· πηκτόν, ἄπηκτον· τηκτόν, ἄτηκτον· μαλακτόν, ἀμάλακτον· τεγκτόν, ἄτεγκτον· καμπτόν, ἄκαμπτον· κατακτόν, ἀκάτακτον· θραυστόν, ἄθραυστον· θλαστόν, ἄθλαστον· πλαστόν, ἄπλαστον· πιεστόν, ἀπίεστον· ἑλκτόν, ἄνελκτον· ἐλατόν, ἀνέλατον· σχιστόν, ἄσχιστον· τμητόν, ἄτμητον· γλίσχρον, ψαθυρόν· πιλητόν, ἀπίλητον· καυστόν, ἄκαυστον· θυμιατόν, ἀθυμίατον. αὗται αἱ ιη ἀντιθέσεις κατὰ ἕξιν καὶ στέρησιν.
“而这些事物在关涉感官的属性上亦相互区别。” 在此他说,一切复合事物在能动和受动的性质上均有差别。它们是这些:可凝固的与不可凝固的;可熔的与不可熔的;可软化的与不可软化的;可浸润的与不可浸润的;可弯曲的与不可弯曲的;可折断的与不可折断的;易碎的与不易碎的;可压陷的与不可压陷的;可塑的与不可塑的;可挤压的与不可挤压的;可延展的与不可延展的;可锻打的与不可锻打的;可劈裂的与不可劈裂的;可切断的与不可切断的;粘滞的与脆的;可压成毡的与不可压成毡的;可燃的与不可燃的;可熏蒸的与不可熏蒸的。这便是依据具有与缺乏的十八对对立。
- 4.7.15ὥστε μὴ ὑγρῷ διδόναι δίοδον
在由 ὥστε 引导的结果从句中,与格 ὑγρῷ 作 διδόναι 的间接宾语(“以致不给湿气以通道”)。注解者随后的转述(ὡς μὴ διελθεῖν ἐντὸς ὑγρότερον)使用比较级中性主语 ὑγρότερον 和动词 διελθεῖν 将其改写为“以使更湿之物不致穿过内部”,指冷对孔隙的紧缩封闭。
- 4.7.17οὗτος γὰρ τήκει, ὁ δὲ καθαρὸς μαλάττει μόνον
主动动词 τήκει 和 μαλάττει 在此作不及物(或反身)用法,意为“熔化”与“软化”。尽管语法上亦可作及物动词理解,但此处主语 οὗτος(不纯之铁)与 ὁ καθαρός(纯铁)陈述的是金属自身发生的物理状态变化。
- 4.7.18τῷ γὰρ εἶναι γῆς
表原因的带冠词与格不定式 τῷ εἶναι 带有表语属性属格 γῆς(“由于属于土”)。这是将前述引文 τὰ δὲ ξύλα ἐστὶ γῆς(“木属于土”)中的属格表语结构动名词化而成的形式。
- 4.7.20τούτων μὲν ποιούντων, τῶν ὑλικῶν πασχόντων
两个形成对照的独立属格结构。前项 τούτων 指作用因(热与冷),后项 τῶν ὑλικῶν 指质料因(干与湿),并列置于此处,构成后文用 διά 加不定式(διὰ τὸ ποιεῖν, διὰ τὸ πάσχειν)解释的依据。
