← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§316.15-317.30

血液与乳的凝固及溶解与软化的原因

奥林匹奥多罗通过区分血液和奶的不同成分(如乳清与干酪质)解释了它们兼具凝固与变稠的原因,继而注解了亚里士多德关于可溶性、不溶性与可软化性的划分,以及相反原因造成凝固与溶解的原则(包括铁在热与冷共同作用下的强烈凝固)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.7

" Διὸ ἐὰν χωρισθῇ ὁ ὀρρός, ἐκκάεται ὑπὸ τοῦ πυρὸς ἑψόμενος. τὸ δὲ γεῶδες συνίσταται καὶ ὑπὸ τοῦ ὀποῦ." Τοῦτο ὥσπερ λύσιν ἐπάγει τῆς ἀπορίας. τί γάρ φησιν; ὅτι οὐ τὸ αὐτὸ μέρος ἐστὶ τοῦ γάλακτος τὸ πηγνύμενον καὶ παχυνόμενον, ἀλλὰ πήγνυται μὲν ὀρρός, παχύνεται δὲ τυρῶδες. καὶ ὅτι ἀληθὲς τοῦτό ἐστι, δῆλον. ἰδοὺ γοῦν ὁ ὀρρὸς [ὢν] ἐὰν ἑψᾶται, οὐ παχύνεται * * * τὸ τυρῶδες οὐ μόνον ὑπὸ ψυχροῦ, ἀλλὰ καὶ ὑπὸ τοῦ ὀποῦ. τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ αἵματος, ὅτι οὐ τὸ αὐτό ἐστιν.

“因此,若乳清被分离出来,它在被熬煮时就会被火烧尽;但土性的部分也会因无花果汁而凝聚。” 他提出这一点,作为对该疑难的一种解答。因为他说了什么?那就是,奶中凝固的部分与变稠的部分并非同一部分,而是乳清凝固,干酪质变稠。而这是真实的,显而易见。看哪,至少乳清若被熬煮,并不变稠,[……]干酪质不仅因冷,而且也因无花果汁[而凝聚]。关于血液也必须说同样的话,即它们并非同一部分。

§4.7.8

"Ὅσα μὴ πήγνυται, οἷον τὸ τῆς ἐλάφου, τὰ τοιαῦτα ὕδατος μᾶλλον καὶ ψυχρά." Πήγνυσθαι νῦν ἀντὶ τοῦ παχύνεσθαι ἀκουστέον,1 ἐπεὶ παρὰ τὴν ἐνάργειάν ἐστι τὸ λεγόμενον· ὁρῶμεν γάρ, ὅτι πᾶν αἷμα πήγνυται, οὐ πᾶν δὲ παχύνεται.

“凡不凝固者,例如鹿的血液,此类事物更多地属于水,且是冷的。” 这里必须将“凝固”理解为代指“变稠”,因为所说的话与明晰的事实相悖;因为我们看到,所有的血液都会凝固,但并非所有的血液都会变稠。

§4.7.9

"Τοῦτο δ’ ἐστίν, ὅτι οὐ ξηραίνεται τὸ ὕδωρ, λοιπὸν ὥσπερ τὸ γάλα τοῦ τυροῦ ἐξαερωθέντος." Αἴτιον δ’ ἐστὶ τοῦ μὴ παχύνεσθαι τὸ ὑδατῶδες αἷμα, ἐπειδὴ οὔτε τὸ ὕδωρ ξηραίνεται, τουτέστι παχύνεται, ὥσπερ οὐδὲ ὁ ὀρρός· ἀλλὰ μὴν οὐδὲ τὸ φλέγμα παχύνεται, ἔστ’ ἂν ᾖ λεπτὸν καὶ ἀκράτητον ὑπὸ φύσεως, ἀλλ’ ἔστιν ὕδωρ.

“这是因为水不干燥,其余的正如干酪被蒸发后的奶。” 而多水的血液不变稠的原因在于,水不干燥,也就是说不变稠,正如乳清也不变稠一样;不仅如此,痰只要是稀薄且未受自然控制的,它也不会变稠,而是属于水。

§4.7.10

"Ἔτι δὲ τὰ μὲν λυτά ἐστιν, οἷον νίτρον, τὰ δὲ ἄλυτα, οἷον κέραμος καὶ λίθος, καὶ τούτων τὰ μὲν μαλακτά, οἷον κηρός, τὰ δὲ ἀμάλακτα, οἷον κέραμος καὶ λίθος." Ἐνταῦθα ἡ διαίρεσις ἐκείνη πᾶσα τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ πασχόντων.

“此外,有些是可溶的,如天然碱,有些是不可溶的,如陶器和石头;而在这些事物中,有些是可软化的,如蜡,有些是不可软化的,如陶器和石头。” 在此展现了受热和冷作用的事物的整个划分。

§4.7.11

"Αἴτιον δέ, ὅτι τἀναντία τῶν ἐναντίων αἴτια." Ὡς τινος ἀπορήσαντος, ὅτι 〈τί〉 δήποτε τῶν λυομένων τὰ μὲν θερμῷ λύονται, ὥσπερ κρύσταλλος, κηρός, θεῖον, μέταλλα, τὰ δὲ ὑγρῷ, ὥσπερ νίτρον καὶ ἅλες, αὐτὸς ἀπεκρίνατο,2 ὅτι τὰ μὲν θερμῷ λυόμενα ὑπὸ ψυχροῦ ἐπάγησαν, τὰ δὲ ὑγρῷ λυόμενα ὑπὸ ξηροῦ.

“原因是,相反者是相反者的原因。” 正如有人提出疑难:究竟为何在可溶物中,有些因热而溶解,如冰、蜡、硫磺、金属,而有些因湿而溶解,如天然碱和盐;他自己回答说,因热而溶解者是被冷所凝固的,而因湿而溶解者是被干燥所凝固的。

§4.7.12

"Ὕδατι μὲν ὅσα πυρὶ μόνον, πυρὶ δὲ ὅσα ψυχρῷ μόνον." Ὅρα, πῶς παχυμερῶς λέγων φαίνεται τοὺς ἅλας πυρὶ μόνον, τουτέστι θερμῷ πήγνυσθαι, καὶ διὰ τοῦτο ὕδατι λύεσθαι διὰ τὸ ψυχρόν. ἄλλο γὰρ παράδειγμα οὐ φαίνεται τῶν ὑπὸ θερμοῦ πηγνυμένων καὶ ψυχρῷ λυομένων.

“仅由火[凝固]者由水[溶解],仅由冷[凝固]者由火[溶解]。” 看哪,他粗略地说,似乎认为盐仅由火、也就是由热凝固,并且正因如此由于冷而由水溶解。因为对于由热凝固并由冷溶解的事物,似乎没有其他例证。

§4.7.13

"Ὥστε ἐπεὶ ὑπ’ ἀμφοῖν συμβαίνει πήγνυσθαι, ταῦτα ἄλυτα μάλιστα." Ὡς τινος ἀπορήσαντος, καὶ τί δήποτε οὐ πάντα λύονται, ἀλλὰ τὰ μὲν λύονται, τὰ δὲ ἄλυτά ἐστιν, αὐτὸς δὲ πάλιν ἐπιλύεται, ὅτι τὰ ὑπὸ τῶν δύο δραστικῶν ποιοτήτων παγέντα οὐ λύεται διὰ τὸ μὴ ἔχειν ἐναντίον τὸ λῦσον.

“因此,既然发生由二者凝固的情况,这些事物最为不可溶解。” 正如有人提出疑难:究竟为何并非所有事物都溶解,而是有些溶解,有些不可溶;他自己再次化解道,由两种能动性质所凝固的事物之所以不溶解,是因为没有能够溶解它的相反者。

§4.7.14

"Γίνεται δὲ τὰ τοιαῦτα, ὅσα θερμανθέντα ἔπειτα τῷ ψυχρῷ πήγνυται." Ὥς τινος πάλιν ἐρωτήσαντος λέγει ἡμῖν Ἀριστοτέλης, καὶ πῶς τὸ αὐτὸ ὑπὸ ἀμφοῖν πήγνυται τῶν δραστικῶν ποιοτήτων, αὐτὸς διδάσκει. τί γάρ φησι; τὰ τοιαῦτα πήγνυσθαι λέγεται ὑπὸ θερμοῦ καὶ ψυχροῦ, ὅταν ὑπὸ τοῦ θερμοῦ ἐκδαπανηθῇ σχεδὸν ἡ ἐν αὐτῷ ὑγρότης, ἐκδαπανηθεῖσα ἔπειτα εὐπαθὴς τῷ ψυχρῷ γένηται3 πρὸς τὸ διεισδῦναι ἔνδον τοῦ σώματος ἅτε ἀραιῶν ὄντων τῶν πόρων ἐκ τοῦ πυρὸς καὶ πῆξιν ποιῆσαι σφοδρὰν ὥσπερ ἐπὶ τοῦ σιδήρου.

“而此类事物是在被加热后继而被冷所凝固的事物。” 正如有人再次发问:同一事物怎能由两种能动性质凝固;亚里士多德告诉我们,并亲自施教。因为他说了什么?此类事物被称为由热和冷凝固,是指当其内部的湿气几乎被热消耗殆尽,而在[湿气]被消耗殆尽后,由于孔隙因火而变得疏松,[物体]继而变得易受冷的作用,以使冷侵入物体内部,并产生强烈的凝固,正如在铁的情形中那样。

语法注3 条
  1. 4.7.8Πήγνυσθαι νῦν ἀντὶ τοῦ παχύνεσθαι ἀκουστέον

    非人称动词性形容词 ἀκουστέον 支配不定式 πήγνυσθαι 的句构,意为“在此必须将‘凝固’理解为‘变稠’之意”。

  2. 4.7.11Ὡς τινος ἀπορήσαντος ... αὐτὸς ἀπεκρίνατο

    连词 ὡς 与属格独立结构(τινος ἀπορήσαντος)结合,引出假设性质疑者的提问(“正如有人提出疑难”)。随后的 ὅτι 与疑问代词 〈τί〉 引导间接疑问句。

  3. 4.7.14ὅταν ὑπὸ τοῦ θερμοῦ ἐκδαπανηθῇ σχεδὸν ἡ ἐν αὐτῷ ὑγρότης, ἐκδαπανηθεῖσα ἔπειτα εὐπαθὴς τῷ ψυχρῷ γένηται

    在由 ὅταν 引导的从属从句中,语法主语 ἡ ἐν αὐτῷ ὑγρότης 与动词 ἐκδαπανηθῇ 及随后的分词 ἐκδαπανηθεῖσα 在性数格上一致;然而,γένηται 的表语 εὐπαθής(易感的)在逻辑上描述的是失去湿气后的物体本身,呈现出由语法主语向逻辑主语过渡的破格句构(anacoluthon)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:316.15-317.30