- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:315.1-316.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象学》卷四第7章(384a3–a16),探讨作为水与土之混合物的葡萄酒、血液和奶,解释冷如何通过反跳作用闭锁内部热量而导致凝固、变稠与干燥,并给出受动特性的系统分类。
" Ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι." Ἐπειδὴ περὶ τοῦ ἐλαίου διειλέχθη, ὅπερ σύνθετον ἦν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἐξ ὕδατος καὶ ἀέρος, καὶ ἠπορήσαμεν περὶ αὐτοῦ τὰς εἰρημένας ἀπορίας, νῦν τὰς ἐναντίας ἀπορήσωμεν ἐπὶ τῶν ἐκ γῆς καὶ ὕδατος συνισταμένων, ἅτινα ποτὲ μὲν γῆς ἔχει πλῆθος, ποτὲ δὲ ὕδατος. εἴπωμεν οὖν περὶ τοῦ οἴνου, διὰ τί οὗτος καὶ τὰ ὕδατος πάσχει καὶ τὰ γῆς.
“凡是由水与土混合而成者,应当根据二者中何者占多数来称说。” 既然关于油已经讨论过了——它不是由土和水、而是由水和气构成的复合体,并且我们讨论了关于它的上述疑难——现在让我们针对由土和水构成的事物提出相反的疑难,这些事物有时含有大量的土,有时含有大量的水。那么,让我们来讨论葡萄酒,为何它既承受水的状态,又承受土的状态。
"Οἶνος γάρ τις καὶ πήγνυται καὶ ἑψᾶται, οἷον γλεῦκος." Πήγνυται μὲν ὑπὸ ψυχροῦ, ἑψᾶται δέ, τουτέστι παχύνεται, διαφορουμένου τοῦ ἐν αὐτῷ ὑδατώδους καὶ ῥυτοῦ πάσχει ταῦτα.1 καὶ ὅτι ἀληθές ἐστι, τοῦτο δὴ παράδειγμα δίδωσιν αὐτός. ἐὰν γάρ, φησί, καὶ ἐπὶ τῶν ἑψομένων ἐκκρεμάσῃ τις σπόγγον ὑπεράνωθεν, εἶτα ὕστερον πιέσῃ αὐτόν, εὑρήσει αὐτὸν πλήρη ὑγροῦ. ἢ δηλονότι τὸ λεπτομερὲς καὶ τὸ ἀτμιδῶδες διεφορήθη.
“因为某种葡萄酒既凝固又被熬煮,例如新酿葡萄汁。” 它因冷而凝固,但被熬煮,也就是说变稠;当其内部的水性与流动的部分被驱散时,它承受了这些状态。而他本人是通过提供以下这个实例来证明这一事实的。他说,如果有人将一块海绵悬挂在正在熬煮之物的上方,随后挤压它,便会发现它饱含水分。或者显而易见,那是微细和蒸气性的部分被驱散了。
"Ἔνια δὲ τούτων καὶ ὑπὸ ψυχρῶν, ὥσπερ εἴρηται, καὶ παχύνεται καὶ ξηραίνεται." Οὐ μόνον, φησί, τὸ θερμὸν πήγνυσι καὶ παχύνει τὰ σύνθετα, ἀλλὰ καὶ τὸ ψυχρὸν αἷμα καὶ γάλα καὶ πήγνυσι καὶ παχύνει, οὐ μόνον δὲ ταῦτα ποιεῖ, ἀλλὰ καὶ ξηραίνει. πάντα δὲ ταῦτα ποιεῖ οὐ κατὰ πρῶτον λόγον, ἀλλὰ κατ’ ἀντιπερίστασιν ἔξωθεν ἱστάμενον καὶ ἐναποκλεῖον τὸ θερμὸν ποιεῖ αὐτὸ πολυπλασιασθῆναι.2 ἐκεῖνο δὲ πολυπλασιασθὲν ἀναλίσκει τὴν ἔνδον ὑγρότητα καὶ ἐντεῦθεν παχύνει καὶ ξηραίνει καὶ πήγνυσιν. οὕτω καὶ τὸν ἀέρα παχύνει καὶ τὸ ὕδωρ ξηραίνει, τουτέστι πήγνυσιν.
“正如已说过的,这些事物中的某些在冷的作用下也既变稠又干燥。” 他说,不仅热使复合体凝固并变稠,而且冷也使血液和奶凝固并变稠,并且冷不仅造成这些,还使其干燥。但冷造成这一切并非出于首要原因,而是通过反跳作用:它立于外部并将热闭锁在内部,使热倍增。而那个倍增的热消耗了内部的湿气,从而使其变稠、干燥并凝固。它也是以这种方式使气变稠,并使水干燥,也就是使之凝固。
"Ὅσα μὲν μὴ παχύνεται ὑπὸ ψυχροῦ, ἀλλὰ πήγνυται, ὕδατός ἐστι μᾶλλον, οἷον οἶνος, οὖρον, ὄξος καὶ κονία, ὀρρός." Πάλιν ἐκεῖνον ἐπαναλαμβάνει τὸν κανόνα τὸν ἀνωτέρω εἰρημένον, ὅτι ὅσα ὕδατός ἐστι, πήγνυται μὴ παχυνόμενα· ὅσα δὲ σύνθετα, παχυνόμενα πήγνυται, ἀλλὰ σύνθετα ἐκ γῆς καὶ ὕδατος, ὥσπερ μέλι, κέραμος, ᾠὰ καὶ ὅσα τοιαῦτα. τὰ δὲ ὕδατος καὶ ἀέρος, ὥσπερ τοὔλαιον, ὅπερ μόνον παχύνεται, οὐ πήγνυται, ὡς εἶναι τοιαύτην διαίρεσιν τῶν πασχόντων ὑπὸ θερμοῦ καὶ ψυχροῦ· τὰ μὲν μόνως πήγνυται, τὰ δὲ μόνως παχύνεται, τὰ δὲ καὶ πήγνυται καὶ παχύνεται. καὶ τούτων τὰ μὲν ὑπὸ θερμοῦ πήγνυται, τὰ δὲ ὑπὸ ψυχροῦ παχύνεται, τὰ δὲ ἀνάπαλιν. τούτων δὲ πάντων τὰ μὲν ἄλυτά εἰσι, τὰ δὲ λυτά, καὶ τῶν λυτῶν τὰ μὲν εὔλυτα, τὰ δὲ δύσλυτα· καὶ τῶν ἀλύτων τὰ μὲν μαλακτά, τὰ δὲ ἀμάλακτα.
“凡不因冷变稠而凝固者,则更多地属于水,例如葡萄酒、尿、醋、碱水、乳清。” 他又重新提及前文所说的规则,即凡属于水者,凝固而不变稠;而复合体则在变稠的同时凝固——也就是由土和水构成的复合体,如蜂蜜、陶器、卵以及所有此类事物。至于由水和气构成的复合体,如油,则只是变稠而不凝固;因此受热和冷作用的事物的划分如下:有些只凝固,有些只变稠,有些则既凝固又变稠。在这些事物中,有些因热而凝固,有些因冷而变稠,有些则相反。在所有这些事物中,有些是不溶的,有些是可溶的;在可溶者中,有些易溶,有些难溶;在不溶者中,有些可软化,有些不可软化。
"Ἔστι δὲ καὶ τὸ αἷμα καὶ τὸ γάλα ἀμφοῖν κοινά, καὶ ὕδατος καὶ γῆς." Ἐντεῦθεν ἀπορεῖ καὶ ἐπὶ τοῦ γάλακτος καὶ τοῦ αἵματος, ὥσπερ ἐπὶ τοῦ οἴνου ἠπόρησε, καί φησιν, ὅτι καὶ ταῦτα ἐκ γῆς καὶ ὕδατός εἰσιν, ὥσπερ καὶ πᾶν ὑγρόν, ἐξ οὗ παχυμερὲς γίνεται, ὥσπερ ἅλες καὶ νίτρον, λίθοι οἱ πῶροι λεγόμενοι. πῶς οὖν ταῦτα κοινὰ ὄντα ἐκ γῆς καὶ ὕδατος ὥσπερ καὶ τὰ αὐτὰ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται;3 τὸ αὐτὸ καίτοι, ἀλλ’ οὐχ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται, ἀλλὰ τὰ μὲν ὑπὸ θερμοῦ, τὰ δὲ ὑπὸ ψυχροῦ, ταῦτα δὲ μόνον ὑπὸ ψυχροῦ ἀμφότερα πάσχει.
“血液和奶二者皆兼具水与土。” 由此,正如他对葡萄酒提出疑难一样,他也对奶和血液提出疑难,并说它们也是由土和水构成的,正如从中产生粗厚部分的每种液体一样,例如盐、天然碱以及被称为凝灰岩的石头。那么,既然这些是由土和水构成的共同体,同一事物怎能由同一原因既被凝固又被变稠呢?然而[通常]同一事物并非由同一原因既被凝固又被变稠,而是一些因热、一些因冷,但这些事物却单单因冷而承受这二者。
- 4.7.3διαφορουμένου τοῦ ἐν αὐτῷ ὑδατώδους καὶ ῥυτοῦ πάσχει ταῦτα
διαφορουμένου τοῦ ... ὑδατώδους καὶ ῥυτοῦ 为表示原因的属格独立结构。中性冠词 τοῦ 将两个形容词 ὑδατώδους 与 ῥυτοῦ 实词化,统合为单一主语成分(“水性且流动的部分”),说明主句动词 πάσχει 的原因。
- 4.7.4κατ’ ἀντιπερίστασιν ἔξωθεν ἱστάμενον καὶ ἐναποκλεῖον τὸ θερμὸν ποιεῖ αὐτὸ πολυπλασιασθῆναι
分词 ἱστάμενον 与 ἐναποκλεῖον 为中性主格,与主语 τὸ ψυχρόν(冷)保持一致。ποιεῖ αὐτὸ πολυπλασιασθῆναι 为使役结构,宾格代词 αὐτό(指代前面的 τὸ θερμόν)作不定词 πολυπλασιασθῆναι 的逻辑主语。
- 4.7.6τὸ αὐτὸ καίτοι, ἀλλ’ οὐχ ὑπὸ τοῦ αὐτοῦ καὶ πήγνυται καὶ παχύνεται
τὸ αὐτὸ καίτοι 是一种高度压缩的省略转折结构,针对前文的疑问引出一般性对比:“然而[通常情况下]同一事物并非由同一原因既被凝固又被变稠”。省略系词的提顿引出了紧随其后的 ἀλλά 对比分句。
