← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§313.26-314.38

不可溶物体的软化与粉碎及受动性质

奥林匹奥多罗阐明了不可溶物体中可软化与碎裂的原因,解决了物体元素构成中致作因与质料因的疑难,区分了能动性质与受动性质,并以引出本章所探讨的十八种受动对立结束了理论概论(theoria)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1#3

τὸ αὐτὸ δὲ ῥητέον καὶ ἐπὶ τοῦ κεράμου. καὶ γὰρ ἐκεῖ διὰ τὸ μὴ εἰσδέχεσθαι τὸ ὕδωρ ἐντός, τούτου χάριν οὐχ ὑγραίνει οὐδὲ λύεται. ἀλλ’ ἐπειδὴ ἐλέγομεν ἀνωτέρω, ὅτι τούτων τῶν ἀλύτων τὰ μὲν μαλακτά εἰσιν, ὡς κηρὸς καὶ σίδηρος, ζητήσωμεν τούτων τὴν αἰτίαν. καί φαμεν, ὅτι ἐν οἷς ἐν τῇ πήξει μεμένηκεν ἀμυδρὸν ἴχνος ὑγρότητος, τούτοις ἐν πυρὶ πάλιν θερμαινομένοις ἀνακινεῖται ἡ ἀπολειφθεῖσα ὑγρότης κινουμένη ὑπὸ τοῦ πυρὸς εἰς τὸ διαφορηθῆναι. καὶ ἐντεῦθεν ὑγρότερα γινόμενα μαλάττονται, ὥσπερ σίδηρος καὶ κηρός. ὅθεν ὁ πολλάκις ἐκκαεὶς σίδηρος οὐδὲ μαλάττεται, ἀλλὰ θρύπτεται διὰ τὸ ἀνηλῶσθαι πᾶσαν τὴν ἐν αὐτῷ ὑγρότητα. ὅσα δ’ ἐν τῇ πήξει ἅπασα αὐτοῖς ἀνηλώθη ἡ ἀτμιδώδης ὑγρότης,1 ὡς μὴ μεῖναι ὅλως ἴχνος ὑγρότητος πλὴν τῆς συνεκτικῆς τῶν μορίων, ταῦτα παντελῶς ἀμάλακτά εἰσι· θραύονται γάρ, ὥσπερ κέραμος, λίθος καὶ ὅσα τοιαῦτα. τὰ μὲν οὖν ῥητέον περὶ τῶν πηγνυμένων καὶ τηκομένων, ἐξ ὧν ἐστι πόρισμα κερδᾶναι, ὅτι πάντα τὰ ὑπὸ σελήνην ἐκ τοῦ ξηροῦ καὶ ὑγροῦ σύγκειται, τουτέστι γῆς καὶ ὕδατος. εἰ γὰρ ποτὲ μὲν πήγνυνται, ποτὲ δὲ τήκονται, τὸ δὲ πήγνυσθαι καὶ τὸ τήκεσθαι τοῦ ξηροῦ καὶ ὑγροῦ ἐστι, δῆλον ὅτι ἀπὸ ξηροῦ καὶ ὑγροῦ σύγκεινται. ἀλλ’ ἐπειδὴ τὸ τήκεσθαι καὶ τὸ πήγνυσθαι οὐκ ἀφ’ ἑαυτῶν ἔχουσιν, ἀλλ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ, δηλονότι ἐκ τῶν τεσσάρων στοιχείων εἰσὶ συγκείμενα. ἀλλ’ ἄπορος ὁ λόγος. εἰ γὰρ ποιητικὰ μέν εἰσι τὸ θερμὸν καὶ ψυχρόν, ἀεὶ δὲ τὸ ποιοῦν ἐξαίρεσθαι δεῖ τοῦ γινομένου,2 πῶς λέγομεν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ συγκεῖσθαι τὰ σώματα; οὐ γὰρ δεῖ τὰ ποιητικὰ αἴτια συγκαταριθμεῖσθαι ἐν τῷ συνθέτῳ. ἢ ῥητέον, ὅτι ποιητικὰ αἴτια λέγει τὸ θερμὸν καὶ ψυχρὸν ὡς δρῶντα εἰς ξηρὸν καὶ ὑγρόν, οὐ μὴν ποιητικὰ αἴτια τῆς φύσεως τῶν σωμάτων· ὄργανα γάρ εἰσι τῆς τοῦ δημιουργοῦ φύσεως, καὶ ὡς ὀργάνοις ἡ φύσις κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ δρᾷ εἰς τὸ ξηρὸν καὶ ὑγρόν. ἢ εἰπὲ καὶ ἄλλως· ἐκ τῶν τεσσάρων στοιχείων λέγεται συγκεῖσθαι τὰ σώματα, οὐχ ὅτι ἐκ τῶν τεσσάρων σύγκεινται, ἀλλ’ ἐκ τῆς τῶν τεσσάρων συνδρομῆς γέγονε. σύγκειται μὲν γὰρ ἐκ γῆς καὶ ὕδατος, μεταβάλλονται δ’ ὑπὸ θερμοῦ καὶ ψυχροῦ. ἀλλ’ εἰ καὶ λέγω, ὅτι πάντα τὰ ὑπὸ σελήνην σύγκειται ὑπὸ ξηροῦ καὶ ὑγροῦ, προσδιορισμοῦ δεῖται ὁ λόγος. οὔτε γὰρ πάντα ἁπλῶς σύγκειται ἐκ γῆς καὶ ὕδατος, ὥσπερ γὰρ τὰ τῶν ζῴων μόρια καὶ τὰ τῶν φυτῶν, τὰ δ’ ἐκ τῶν ἀναλογούντων τῇ γῇ καὶ ὕδατι, τουτέστι τῆς διττῆς ἀναθυμιάσεως, ὥσπερ τὰ μέταλλα. ἀναλογεῖ μὲν γὰρ ἡ καπνώδης ἀναθυμίασις τῇ γῇ, ἡ δ’ ἀτμιδώδης τῷ ὕδατι, πλὴν εἴτε ἐκ γῆς καὶ ὕδατος σύγκειται εἴτε ἐκ τῶν ἀναλογούντων γῇ καὶ ὕδατι σύγκειται, ἐκ παθητικῶν καὶ ποιητικῶν ποιοτήτων τὰ σύνθετα.3 ποιητικῶν μὲν λευκοῦ, μέλανος, ὀσφραντοῦ, γευστοῦ, ψοφητικοῦ, ἁπτοῦ· ταῦτα γὰρ ποιοῦσιν εἰς τὰς ἡμετέρας αἰσθήσεις, τὸ μὲν λευκὸν διακρῖνον, τὸ δὲ μέλαν συγκρῖνον τῇ ὄψει καὶ τὰ ἄλλα ὁμοίως ἕκαστον. ἀλλὰ περὶ μὲν τούτων οὐ διαλέγεται τὰ νῦν ὁ φιλόσοφος· ἐν ἑτέρᾳ γὰρ πραγματείᾳ περὶ τούτων διαλαμβάνει, τουτέστιν ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ. νῦν δὲ περὶ τῶν παθητικῶν ποιοτήτων διαλαμβάνει, τουτέστιν ἐν τούτῳ, ἐπειδὴ περὶ ὑλικῶν ἐστιν αὐτῷ ὁ λόγος παθητικῶν. σύνεστι δὲ ἀεὶ τὸ πάθος τῷ πάσχοντι, τὸ δὲ ποιοῦν οὐκ ἀεί. οὐκοῦν εὐλόγως περὶ τῶν παθητικῶν μόνων ἐνταῦθα διαλέγεται, καὶ παραδίδωσι τὰς δέκα ὀκτὼ ἀντιθέσεις, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν, ἃς κατὰ τὴν λέξιν μαθησόμεθα. παρέλιπε δὲ ἐν ταύταις τὸ μαλακὸν καὶ τὸ σκληρὸν ἅτε διαλεχθεὶς περὶ αὐτῶν διὰ τῶν ἐν τοῖς προλαβοῦσι. μέμνηται δὲ πάλιν τοῦ πηκτοῦ καὶ τηκτοῦ, οὐχ ὡς μὴ πάλαι αὐτῶν μνημονεύσας, ἀλλ’ ἵνα τὰ διὰ πολλῶν εἰρημένα περὶ αὐτῶν διὰ τῶν προλαβόντων νῦν ἐπὶ τομῇ τινι καὶ συνόψει περιλάβῃ. ταῦτα ἔχει ἡ θεωρία.

关于陶器也必须作如是说。因为在那里面,同样由于水不能进入内部,为此之故,它既不被润湿,也不被溶解。但既然我们上面说过,在这些不溶之物中,有些是可软化的,如蜡和铁,那么让我们探究其原因。我们说,凡在凝固中保留了微弱湿气痕迹的事物,当它们再次在火中被加热时,残存的湿气被火驱动向外发散,从而被搅动起来。由此它们变得更加湿润而软化,正如铁和蜡一样。因此,被多次煅烧的铁甚至不再软化,反而因其中的湿气全被耗尽而破碎。至于那些在凝固中所有蒸气性湿气全被耗尽、以致完全没有留下任何湿气痕迹(除维持诸部分结合的湿气之外)的事物,则是全然不可软化的;因为它们会碎裂,正如陶器、石头以及所有此类事物一样。那么,关于凝固和融化之物所应说的大致如此;由此可以得出一条推论:月下的一切事物都是由干燥和湿润构成的,也就是由土和水构成的。因为如果它们有时凝固,有时融化,而凝固和融化属于干燥和湿润,那么显而易见它们是由干燥和湿润构成的。但既然它们具有融化和凝固不是由于自身,而是由于热和冷,显而易见它们是由四元素构成的。然而这一说法包含着疑难。因为如果热和冷是致作原因,而致作者必须始终区别于生成者,我们怎能说物体是由热、冷、干燥和湿润构成的呢?因为致作原因不应被列入复合体之中。或者应当说,他将热和冷称为致作原因,是就它们作用于干燥和湿润而言的,决非作为物体本性的致作原因;因为它们是作为创制者的本性的工具,而本性将热和冷作为工具使用,作用于干燥和湿润。或者用另一种方式说:物体之所以被说成由四元素构成,并不是因为它们由这四者组成,而是因为它们产生于这四者的结合。因为它们是由土和水构成的,但由热和冷所转化。不过,即使我说月下的一切事物都是由干燥和湿润构成的,这一说法也需要附加限定。因为并非一切事物都单纯地由土和水构成(如动物和植物的各部分),有些事物是由相当于土和水的事物构成的,也就是由双重发散物构成的(如诸金属)。因为烟状发散物相当于土,而蒸气状发散物相当于水;然而无论它们是由土和水构成,还是由相当于土和水的事物构成,复合体都是由受动性质和能动性质组成的。所谓能动性质,即白、黑、可嗅者、可尝者、可发声者、可触者;因为这些对我们的感官起作用,白分散视觉,黑凝聚视觉,其余各项也同样如此。但哲学家眼下并不探讨这些;因为他在另一部著作即《论感觉与感觉对象》中讨论这些。而现在他讨论的是受动性质,即在本书中,因为他的论述关涉质料性的、受动的性质。状态始终伴随承受者,但作用者并非始终伴随。因此,他在这里仅探讨受动性质,并传授由热和冷作用、由干燥和湿润承受的十八种对立,这是合情合理的,我们将在文词释读中学习它们。在这些对立中他略去了软和硬,因为他在前文中已经讨论过它们。但他再次提及可凝固者与可融化者,并不是因为以前未曾提及,而是为了将前文中详尽论述的内容,现在置于某种概括和综述之中。理论考察至此结束。

语法注3 条
  1. 4.7.1ὅσα δ’ ἐν τῇ πήξει ἅπασα αὐτοῖς ἀνηλώθη ἡ ἀτμιδώδης ὑγρότης

    关系代词 ὅσα(中性复数)在句首作为悬垂主题提出,而在关系节内部又补充了与格代词 αὐτοῖς(构成‘在它们之中全部蒸气性湿气被耗尽’的句式),随后呼应主节中的 ταῦτα παντελῶς ἀμάλακτά εἰσι。

  2. 4.7.1ἀεὶ δὲ τὸ ποιοῦν ἐξαίρεσθαι δεῖ τοῦ γινομένου

    由非人称动词 δεῖ 支配的带对格不定词结构。不定词的逻辑主语是对格 τὸ ποιοῦν(作用者),而属格 τοῦ γινομένου(生成之物)充当动词 ἐξαίρεσθαι(被除外、被分离)的分离属格。

  3. 4.7.1ἐκ παθητικῶν καὶ ποιητικῶν ποιοτήτων τὰ σύνθετα

    省略了系动词(εἰσί 或 σύγκειται)的名词句结构。主语是 τὰ σύνθετα(复合体),表语部分为介词短语 ἐκ παθητικῶν καὶ ποιητικῶν ποιοτήτων(由受动和能动性质[构成])。后文承接此句,展开为 ποιητικῶν μὲν... 与 νῦν δὲ περὶ τῶν παθητικῶν... 的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:313.26-314.38