← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§312.10-313.26

凝固与熔化的原因及溶解性区分与细孔之疑难

奥林匹奥多罗整理了凝固与熔化的原因,详述了易溶、难溶与不溶之物的划分,论述了陶器和铁如何通过冷热双重作用而凝固并不溶,并提出了关于细孔的疑难以及其导师对该疑难的解答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1#2

ἀλλ’ ἡμεῖς διὰ τὸ σαφέστερον ποιῆσαι τὸ λεγόμενον ἀναμνήσωμεν τῶν εἰρημένων τῇ προτεραίᾳ. λέγομεν οὖν, ὅτι τρία εἰσὶ τῆς πήξεως, θερμὸν καὶ ψυχρὸν καὶ ξηρόν, δύο δὲ τῆς τήξεως. οὐκοῦν ἀποδώσομεν ἄρτι τὰς αἰτίας τῶν λυομένων. τούτων τὰ μὲν εὐχερῶς λύονται, τὰ δὲ δυσχερῶς. ὅσα μὲν ἢ ψυχρῷ μόνῳ ἢ ξηρῷ μόνῳ *, ἐκεῖνα εὔλυτά εἰσιν. ἢ γὰρ θερμῷ λύονται ἢ † ψυχρῷ μόνον,1 ὥσπερ ὁ κρύσταλλος, ξηρῷ δὲ μόνον, ὥσπερ οἱ ἅλες καὶ τὸ νίτρον, εἰ καὶ μὴ βούλεται τὰ νῦν Ἀριστοτέλης ξηρῷ μόνον πήγνυσθαι τοὺς ἅλας, ἀλλὰ ξηρῷ θερμῷ· παρακατιὼν γὰρ διαρθρώσει τὸν λόγον. ὅσα δ’ οὐ μόνον ὑπὸ ψυχροῦ ἐπάγησαν, ἀλλὰ καὶ ξηροῦ, ἐκεῖνα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. εἰπὲ δὲ καὶ ἄλλως τὴν διαίρεσιν τῶν λυομένων. ὅσα γὰρ † δι’ ὕδατος ὄντος ἐπάγησαν ὑπὸ ψυχροῦ ἢ ξηροῦ, ἐκεῖνα εὔλυτά εἰσιν, ὥσπερ νίτρον, ἅλες, κρύσταλλος καὶ τὰ τοιαῦτα· ὅσα δὲ [ἐστι] σύνθετα ὄντα ἐκ γῆς καὶ ὕδατος ἐπάγησαν ψυχρῷ καὶ ξηρῷ, ταῦτα δύσλυτά εἰσιν, ὥσπερ τὰ μέταλλα. ταῦτα μὲν γὰρ διὰ τὸ ἐπιμιξίαν ἔχειν γεώδους οὐσίας, τούτου χάριν οὐ μόνον ψυχρῷ ἐπάγησαν, ἀλλὰ καὶ ξηρῷ· ὅθεν διὰ τὸ θερμῷ μόνον λύεσθαι, οὐκ ἔτι δὲ καὶ ὑγρῷ, διὰ τοῦτο δύσλυτά εἰσι. καὶ ὁ αὐτὸς λόγος τῶν λυομένων ἐστίν. ἔλθωμεν καὶ ἐπὶ τὰ ἄλυτα. ταῦτα γὰρ μόνῳ θερμῷ πήγνυται· εἰ καὶ θερμῷ καὶ ψυχρῷ, θερμῷ μόνον, ὅσα ἐνεργείᾳ τὴν ὑγρότητα ἔχουσιν, ὥσπερ ᾠά, ὄρχεις, ἐγκέφαλος, ἧπαρ καὶ ὅσα τοιαῦτα. ἀλλ’ εἰ δοκεῖ, ζητήσωμεν τὴν αἰτίαν, δι’ ἣν ταῦτα ἄλυτά εἰσιν. ἐπειδὴ γὰρ τὰ ὑπὸ μιᾶς δραστικῆς ποιότητος πηγνύμενα ἐλύετο ὑπὸ τῆς ἐναντίας, τὰ μὲν ὑπὸ ψύξεως τῇ θερμότητι, ὥσπερ κρύσταλλος καὶ τὰ μέταλλα, τὰ δὲ ὑπὸ θερμότητος ψύξει, ὥσπερ οἱ ἅλες καὶ τὸ νίτρον (εἰ καὶ ψευδές ἐστι τὸ παράδειγμα· τὰ γὰρ ὑπὸ θερμότητος πηγνύμενα ἄλυτά εἰσι). νῦν δὲ καὶ ὑπὸ θερμότητος καὶ ψύξεως * γέγονε πῆξις, τί ἂν ἔσται τὸ λῦσον; οὔτε γάρ ἐστιν ἑτέρα δραστικὴ ποιότης ἡ λύουσα· οὐκοῦν ἄλυτά εἰσιν. ἀλλὰ ζητητέον, πῶς καὶ ὑπὸ ψυχροῦ καὶ ὑπὸ θερμοῦ πήγνυται τὰ τοιαῦτα. ἰδοὺ γὰρ ὁ κέραμος πρῶτον ὑπὸ ψυχροῦ πήγνυται ἔτι πηλὸς ὤν, ἔπειτα ὑπὸ θερμοῦ παγεὶς ἄλυτός ἐστιν. ἀλλὰ καὶ ὁ σίδηρος ὑπὸ τῶν δύο πήγνυται, οὐ κατὰ τὸν αὐτὸν λόγον, ἀλλὰ τὸ ἀνάπαλιν· πρῶτον μὲν ὑπὸ θερμοῦ ἐν τῇ καμίνῳ, ἔπειτα δὲ ὑπὸ ψυχροῦ. καὶ μὴ ἀπορήσῃς, πῶς ὑπὸ θερμοῦ εἶπον πήγνυσθαι τὸν σίδηρον ἐν τῷ πυρί, εἴ γε δὴ μᾶλλον ἀραιοῦται καὶ διαχεῖται. κατὰ τοῦτο γὰρ ἔφην αὐτὸν ὑπὸ τοῦ πυρὸς πήγνυσθαι, καθὸ τὸ πῦρ ἀραιοῦν αὐτὸν καὶ διαφοροῦν τὴν σύμφυτον ἀτμιδώδη ὑγρότητα, εἰ καὶ μὴ πᾶσαν, εὐεργῆ αὐτὸν ποιεῖ τῷ ψυχρῷ καὶ εὐπαθῆ πρὸς τὸ σκληρυνθῆναι ὑπ’ αὐτοῦ καὶ παγῆναι. καὶ διὰ ταύτην τὴν αἰτίαν λέγεται καὶ ὑπὸ τοῦ πυρὸς πήγνυσθαι ὁ σίδηρος κατὰ συμβεβηκός.2 ὅθεν ἄλυτός ἐστιν ὡς ὑπὸ τῶν δύο δραστικῶν παγείς· ὑπὸ μὲν γὰρ θερμοῦ οὐ λύεται, ἐπειδὴ ὑπ’ αὐτοῦ τὴν πῆξιν ἤτοι τινὰ μορφὴν τῆς πήξεως ἔλαβεν, ἀλλ’ οὔτε ὑπὸ ψυχροῦ, ἐπειδὴ ἔναγχος ὑπ’ αὐτοῦ πέπηκται. λείπεται ὑπὸ ὑγροῦ, εἰ καὶ ἄρα, λύεσθαι. ἀλλ’ οὐ δυνατὸν τοῦτο διεισδῦναι εἰς τοὺς πόρους ἐκείνους, δι’ ὧν διεφορήθη τὴν ἀτμιδώδη ὑγρότητα, ἐπειδὴ τὸ ὕδωρ παχυμερὲς ὂν οὐ δύναται διεισδῦναι διὰ τοιούτων πόρων. τί φής, Ἀριστότελες; οὐ δύναται διεισδῦναι τὸ ὕδωρ εἰς ἐκείνους τοὺς πόρους, δι’ ὧν τὸ ἀτμιδῶδες ἐξεκρίθη; τί οὖν διὰ πόρων γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν; καὶ πῶς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς ἔλεγες, ὅτι οὐ γίνεται τὸ ποιεῖν καὶ τὸ πάσχειν διὰ πόρων; ἐπειδὴ γὰρ δι’ ὅλου τοῦ σώματος ποιεῖ τὸ ποιοῦν καὶ πάσχει τὸ πάσχον, εἰ διὰ πόρων γίνεται ταῦτα, εὑρεθήσεται πόρος ὅλον τὸ σῶμα. ταύτην τὴν ἀπορίαν ἐπιλυόμενος ὁ μέγας φιλόσοφός φησιν,3 ὅτι πόρους νῦν λέγει ὁ Ἀριστοτέλης οὐ τῷ ὄντι πόρους, ἀλλὰ τὰ εὐπαθέστερα μόρια τὰ ἐν τῷ σιδήρῳ πόρους ἐκάλεσε.

然而,为了使所说之事更加清楚,让我们回忆一下前一天所述的内容。因此我们说,凝固的原因有三,即热、冷、干燥;而熔化的原因有二。那么,我们现在就给出可溶解之物的诸原因。在这些事物中,有的容易溶解,有的难以溶解。凡仅由冷或仅由干燥[凝固]的事物,都是易溶的。因为它们要么由热溶解,要么[由冷凝固者由热,]仅由干燥[凝固者由湿]溶解,正如水晶[由热溶解],仅由干燥凝固者如诸盐和碱一样——尽管亚里士多德眼下并不认为盐仅由干燥凝固,而是由干燥的热凝固;因为他在下文中将会详述这一说法。至于那些不仅由冷、而且也由干燥凝固的事物,则是难溶的,正如诸金属一样。你也可以用另一种方式来表述可溶解之物的划分。因为凡具有水性而由冷或干燥凝固的事物,都是易溶的,如碱、盐、水晶及此类事物;而凡作为土与水的合成物而由冷和干燥凝固的事物,则是难溶的,如诸金属。因为这些事物由于混有土性实体,为此不仅由冷、而且也由干燥凝固;因此,由于它们仅由热溶解,而不再也由湿[溶解],为此原因它们是难溶的。关于可溶解之物的论述就是如此。让我们也进而讨论不溶之物。因为这些事物仅由热凝固;或者即使由热和冷凝固,在现实中含有湿气的事物中也是仅由热凝固,如蛋、睾丸、脑、肝以及所有此类事物。不过如果合适的话,让我们探究它们不可溶解的原因。因为由单一能动性质凝固的事物,原本是由其相反者溶解的,即由冷凝固者由热溶解(如水晶和诸金属),由热凝固者由冷溶解(如诸盐和碱,尽管这一例证是错误的;因为由热凝固之物是不可溶解的)。但如今凝固既由热又由冷却[……]产生,那么溶解它的将是什么呢?因为并没有另一种能起溶解作用的能动性质;因此它们是不可溶解的。但是必须探究,此类事物如何既由冷又由热凝固。因为看哪,陶器在尚为黏土时首先由冷凝固,接着由热凝固后便不可溶解了。而且铁也由这两者凝固,不是按照同样的道理,而是相反的次序:首先在炉中由热凝固,接着由冷凝固。你切勿疑惑,我为何说铁在火中由热凝固,既然它其实宁可说是变稀疏和流散。因为我说它由火凝固,是就这一方面而言的:火使其稀疏并发散其生来的蒸气性湿气(纵使并非全部发散),从而使它易于接受冷的作用,易于承受被冷硬化和凝固。正是由于这个原因,铁也被说成是附带地由火凝固的。因此,它作为由两种能动因素凝固之物是不可溶解的:因为它不由热溶解,既然它由热获得了凝固,或者说某种凝固的形式;但它也不由冷溶解,既然它刚刚被冷所凝固。剩下的即便有,也唯有由湿来溶解。但这〔湿〕不可能钻入〔铁〕曾从中被发散掉蒸气性湿气的那些细孔中,因为水作为由粗大部分构成的物质,不能穿过这样的细孔。亚里士多德,你说什么呢?水不能钻入那些蒸气性成分被分离出来的细孔吗?那么作用和承受作用是通过细孔发生的吗?而且你怎么在《论生灭》中曾说,作用和承受作用不是通过细孔发生的呢?因为作用者是通过整个物体起作用,承受者也是通过整个物体承受,如果这些是通过细孔发生的,那么整个物体都将被发现是细孔。大哲学家在解答这一疑难时说,亚里士多德现在所说的‘细孔’并不是真正的细孔,而是将铁中更容易受影响的部分称为‘细孔’。

语法注3 条
  1. 4.7.1ὅσα μὲν ἢ ψυχρῷ μόνῳ ἢ ξηρῷ μόνῳ *, ἐκεῖνα εὔλυτά εἰσιν. ἢ γὰρ θερμῷ λύονται ἢ † ψυχρῷ μόνον

    此处有脱文(*)和讹误(†)。前半句主语为“凡仅由冷[凝固]或仅由干燥[凝固]者”,接续的原因从句“ἢ γὰρ θερμῷ λύονται...”解释由相反的能动性质所导致的溶解。即由冷凝固者由热溶解,由干燥凝固者由湿溶解,在此对比结构下来理解文意。

  2. 4.7.1κατὰ συμβεβηκός

    副词短语,修饰动词短语“ὑπὸ τοῦ πυρὸς πήγνυσθαι”(由火凝固)。火(热)的本然作用是使之稀疏与发散,但因其间接去除了蒸气性湿气,使冷更易起作用,故被称为“附带地”由火凝固。

  3. 4.7.1ὁ μέγας φιλόσοφός φησιν

    主语“ὁ μέγας φιλόσοφος”(大哲学家)是奥林匹奥多罗指称其导师阿摩尼奥·赫尔梅伊欧(Ammonius Hermeiou)的习用尊称。此处并非指前句中被直接呼告的亚里士多德(“Ἀριστότελες”),而是指调和亚里士多德学说表面矛盾的注解者(导师)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:312.10-313.26