← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§310.28-312.10

葡萄酒与血液的混合性质及凝固物的可溶性

奥林匹奥多罗通过区分新旧、成分与状态,解答了葡萄酒、血和奶兼具水及土水合成物特性的疑难,并探讨了凝固之物在可溶性与可软化性方面的分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.7.1#1

" Ὅσα δὲ μικτὰ ὕδατος καὶ γῆς, κατὰ τὸ πλῆθος ἑκατέρου ἄξιον λέγεσθαι." Ἀπορήσας τῇ προτεραίᾳ περὶ τοῦ ἐλαίου ὁ φιλόσοφος λέγων,1 ὅτι μετὰ τίνος θετέον αὐτό, πότερον μετὰ τῶν ἀπὸ ὕδατος (ἀλλ’ οὐ πάσχει τὰ ὕδατος· οὔτε γὰρ πήγνυται μὴ παχυνόμενον καθάπερ τὸ ὕδωρ ἀπὸ ψυχροῦ), ἀλλὰ μᾶλλον μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος (ἀλλ’ οὐ πήγνυται ὑπὸ θερμοῦ ὥσπερ ὁ κέραμος καὶ τὰ ᾠὰ καὶ ὅσα τοιαῦτα), νῦν τὴν ἀπορίαν τὴν ἐναντίαν ἀπορεῖ ἐπὶ τοῦ οἴνου λέγων, πῶς ὁ οἶνος καὶ τὰ ὕδατος πάσχει (πήγνυται γὰρ ὑπὸ ψυχροῦ μὴ παχυνόμενος) καὶ τὰ ἐκ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος πάσχει (παχύνεται γὰρ ὑπὸ θερμοῦ καθάπερ τὸ μέλι). καὶ λύει τὴν ἀπορίαν λέγων, ὅτι οὐχ ὁ αὐτὸς οἶνός ἐστιν ὁ πάσχων τὰ ὕδατος καὶ τὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος. ἀλλὰ τὰ μὲν ὕδατος πάσχει ὁ παλαιὸς οἶνος. οὗτος γὰρ ἀποθεὶς τὰ ἐν αὐτῷ παχυμερῆ πνεύματα καὶ τὴν γεώδη οὐσίαν λεπτομερέστερος γέγονε παραπλησίως τῷ ὕδατι· καὶ διὰ τοῦτο ὡς παρακείμενος τῷ ὕδατι κατὰ τὴν λεπτομέρειαν πάσχει τὰ ὕδατος καὶ ψυχρῷ πήγνυται μὴ παχυνόμενος, καθάπερ τὸ ὕδωρ. τὰ δ’ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος πάσχει ὁ νέος οἶνος ὁ γλευκίτης. οὗτος γὰρ καὶ διὰ τὸ πολὺ ἔχειν τὸ γεῶδες ἔτι καὶ τὸ βρῖθον παχύνεται ἑψόμενος ὑπὸ θερμοῦ μὴ πηγνύμενος, καθάπερ τὸ μέλι· ὅθεν καὶ ὁ τοιοῦτος ‘ἕψημα’ προσαγορεύεται διὰ τὸ ἑψόμενος παχύνεσθαι. εἶτα πάλιν τὴν αὐτὴν ἀπορίαν ὁ φιλόσοφος ἀπορεῖ καὶ ἐπὶ τοῦ αἵματος καὶ ἐπὶ τοῦ γάλακτος· ἰδοὺ γάρ, φησί, ταῦτα καὶ τὰ ὕδατος πάσχουσι καὶ τὰ ἐκ τῶν συνθέτων γῆς καὶ ὕδατος. τὸ γὰρ αἷμα καὶ παχύνεται ὑπὸ τοῦ ψυχροῦ καθάπερ ἐκ γῆς καὶ ὕδατος, ἀλλὰ καὶ πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνόμενον, καθάπερ τὸ ὕδωρ. ὡσαύτως δὲ καὶ τὸ γάλα πήγνυται ὑπὸ ψυχροῦ μὴ παχυνόμενον, ὥσπερ καὶ τὸ ὕδωρ, καὶ πάλιν παχύνεται καὶ πήγνυται ὑπὸ ψυχροῦ ἐν τῇ τυρώσει, ὑπὸ δὲ θερμοῦ ἐν τῇ ἑψήσει. εἶτα καὶ τούτων τὴν ἐπίλυσιν ἐπάγει λέγων· οὐ τὸ αὐτὸ αἷμά ἐστι τὸ πάσχον τὰ ἀμφοτέρων, οὐδὲ τὸ αὐτὸ γάλα. ἐκεῖνο γὰρ τὸ αἷμά ἐστι τὸ πάσχον τὰ ὕδατος, τουτέστι πηγνύμενον ὑπὸ ψυχροῦ, μὴ παχυνθέν, μὴ ἔχον ἶνας·2 αἱ γὰρ ἶνες γεώδεις οὐσίαι ὑπάρχουσαι παχύνουσι τὸ αἷμα. τὸ οὖν αἷμα τὸ λεπτὸν καὶ ῥυτὸν μὴ ἔχον ταύτας τὰς ἶνας ἢ ἐλάχιστα ἔχον οὐ παχύνεται. ἀλλὰ ῥυὲν ἀπὸ τῶν ἀγγείων πήγνυται ὑπὸ τῆς ψύξεως, ὥσπερ τὸ τῶν ἐλάφων· ὅθεν καὶ δειλαί εἰσιν αἱ ἔλαφοι διὰ τὸ ἔχειν αὐτὰς τοιοῦτον αἷμα. τοιοῦτον δ’ ἐστὶ καὶ τὸ τῶν νοσηλευομένων αἷμα διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως. τὸ δ’ ἔχον ἶνας αἷμα καὶ ὂν ὑγιὲς ἐκεῖνο πάσχει τὰ τῶν συνθέτων ἅτε γεώδεις οὐσίας ἔχον· καὶ παχύνεται πρῶτον, εἶθ’ οὕτως πήγνυται. ὁμοίως δὲ καὶ ἐπὶ τοῦ γάλακτος ῥητέον. οὔτε γὰρ τὸ αὐτὸ γάλα ἔχει τὰ ἀμφότερα· ἀλλ’ ὁ μὲν ὀρρὸς πάσχει τὰ ὕδατος καὶ πήγνυται μὴ παχυνόμενον, ὡς ἅτε ὑδατώδης ὢν καὶ λεπτός, τὸ δὲ τυρῶδες καὶ παχύνεται καὶ πήγνυται, ὥσπερ τὰ σύνθετα, γεῶδες μᾶλλον ὑπάρχον. αὗται μὲν αἱ ἀπορίαι καὶ αἱ τούτων ἐπιλύσεις. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ τῶν πηγνυμένων διαλαμβάνει καθολικώτερον καί φησιν, ὅτι τὰ μέν εἰσιν εὔλυτα, τὰ δὲ δύσλυτα· εὔλυτα μὲν οἷον νίτρον, ἅλες, κρύσταλλος καὶ ὅσα τοιαῦτα, δύσλυτα δὲ τὰ μέταλλα καὶ αὐτὸς ὁ σίδηρος. βούλεται γὰρ καὶ τὸν σίδηρον τήκεσθαι ὥσπερ καὶ τὰ ἄλλα μέταλλα, οὐ πάντα σίδηρον, ἀλλὰ τὸν ἀκάθαρτον τὸν πολλὴν σκωρίαν ἔχοντα. τῶν δὲ ἀλύτων τὰ μέν εἰσι μαλακτά, τὰ δὲ ἀμάλακτα. μαλακτὰ μὲν οὖν εἰσιν οἷον σίδηρος καὶ ὅσα τοιαῦτα. πλὴν ἐνταῦθα σίδηρον παραλαμβάνει μαλακτὸν ἄτηκτον τὸν καθαρὸν τὸν στομωτὸν λεγόμενον, ἀμάλακτον δ’ οἷον κέραμος, λίθος καὶ τὰ τοιαῦτα. 〈ἐφ’〉 οἷς ἀπορεῖ, δι’ ἣν αἰτίαν3 τὰ μὲν τῶν πηγνυμένων λύονται, τὰ δ’ οὐ λύονται.

“凡由水和土混合而成之物,当依各成分之多寡而论。” 哲学家前一天就油提出疑难,说应将它归入哪一类,是归入源于水的事物(但它不承受属于水之物所承受的;因为它并不像水由冷那样,在不增稠的情况下凝固),还是毋宁归入土与水的合成物(但它并不像陶器、蛋以及诸如此类的事物那样由热凝固)?如今他在葡萄酒的情形中提出了相反的疑难,说葡萄酒怎么既承受属于水之物所承受的(因为它由冷凝固而不增稠),又承受属于土与水的合成物所承受的(因为它像蜂蜜那样由热增稠)。他解答了这一疑难,说承受属于水之物所承受的葡萄酒与承受属于土与水之合成物所承受的并非同一种葡萄酒。承受属于水之物所承受的是陈年葡萄酒。因为它已经排除了其中粗大部分的气和土性实体,变得更微细,与水相似;因此,由于在微细程度上邻近于水,它承受属于水之物所承受的,由冷凝固而不增稠,正如水那样。而承受属于土与水之合成物所承受的,则是名为果汁酒的新酒。因为它仍然含有大量的土性和沉重之物,所以在由热煮沸时并不凝固,而是增稠,正如蜂蜜;因此这种酒也因在煮沸时增稠而被称为‘浓缩甜酒’。接着,哲学家在血和奶的情形中也再次提出了同样的疑难:因为看哪,他说,这些事物既承受属于水之物所承受的,也承受属于土与水之合成物所承受的。因为血既像源于土和水之物那样由冷增稠,但也像水那样由冷凝固而不增稠。同样,奶也像水一样由冷凝固而不增稠,但又在结酪时由冷增稠并凝固,在煮沸时由热增稠并凝固。随后他也引出了这些疑难的解答,说:承受两者所承受的血并非同一种血,奶也非同一种奶。因为不含纤维的那种血才是承受属于水之物所承受的,即由冷凝固而未曾增稠的;因为纤维作为土性实体会使血增稠。因此,稀薄且流动、不含这些纤维或仅含极少纤维的血不会增稠。相反,在从血管中流出后,它像鹿血一样因冷却而凝固;所以鹿也因为具有这种血而生性胆怯。病人的血也由于机能的衰弱而呈这种状态。至于含有纤维且健康的血,由于含有土性实体,承受合成物所承受的;它先增稠,然后才如此凝固。关于奶也当同样论述。因为同一种奶并不兼具两者;乳清具有水性且微细,故承受属于水之物所承受的,在不增稠的情况下凝固,而奶酪质的部分更为土性,便像合成物那样既增稠又凝固。这些便是疑难及其解答。在此基础上,哲学家也更为普遍地论述凝固之物,并说有的易溶,有的难溶:易溶的如碱、盐、冰及诸如此类之物;难溶的如诸金属和铁本身。因为他主张铁也像其他金属一样可以熔化,但不是所有的铁,而是含有大量炉渣的未精炼之铁。至于不溶解的事物中,有的可软化,有的不可软化。可软化的如铁及诸如此类之物。不过在此处,他将可软化而不可熔化的铁理解为被称为经淬炼的纯铁;不可软化的则如陶器、石头及诸如此类之物。在此基础上,他提出疑难:究竟是由于什么原因,在凝固之物中,有些能够溶解,而有些不能溶解。

语法注3 条
  1. 4.7.1Ἀπορήσας τῇ προτεραίᾳ περὶ τοῦ ἐλαίου ὁ φιλόσοφος λέγων ... νῦν τὴν ἀπορίαν τὴν ἐναντίαν ἀπορεῖ ἐπὶ τοῦ οἴνου λέγων

    句首的分词结构 Ἀπορήσας ... λέγων 承接前一天的讨论(关于油的疑难)作为对比背景,主句的主要动词是由 νῦν 引导的 ἀπορεῖ(主语为 ὁ φιλόσοφος)。中间夹杂了较长的括号式插入语(ἀλλ’ οὐ πάσχει ... 等),整个句子的骨架为:“哲学家前一天就油提出了疑难……如今在葡萄酒的情形中提出了相反的疑难”。

  2. 4.7.1ἐκεῖνο γὰρ τὸ αἷμά ἐστι τὸ πάσχον τὰ ὕδατος, τουτέστι πηγνύμενον ὑπὸ ψυχροῦ, μὴ παχυνθέν, μὴ ἔχον ἶνας

    ἐκεῖνο 与 τὸ αἷμά 结合,下指分词短语 μὴ ἔχον ἶνας(“不含纤维”;与下文的 τὸ δ’ ἔχον ἶνας αἷμα ... ἐκεῖνο 相对),而 τὸ πάσχον τὰ ὕδατος 作 ἐστι 的表语。插入语 τουτέστι πηγνύμενον ὑπὸ ψυχροῦ, μὴ παχυνθέν 仅作为解释性同位语说明 τὸ πάσχον τὰ ὕδατος 的含义。

  3. 4.7.1〈ἐφ’〉 οἷς ἀπορεῖ, δι’ ἣν αἰτίαν

    编者补入的尖括号 〈ἐφ’〉 与前文的 ἐφ’ οἷς 相呼应,构成过渡性短语。关系代词 οἷς 以先前所述的凝固物分类为先行词,形成“在此基础上[在这之后],他提出……的原因何在这一疑难”的句法结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:310.28-312.10