- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:309.9-310.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁注解亚里士多德《气象学》卷四第6章(383a11–383b12),分析了水为何单独不发生增稠、土水合成物由冷热增稠与凝固的不同机制、热所导致的溶解与软化的区别,以及磨石矿、盐和碱溶解的独特性质。
" Ἡ γὰρ πάχυνσις ὑγροῦ μὲν ἀπιόντος γίνεται, τοῦ δὲ ξηροῦ συνισταμένου· ὕδωρ δὲ τῶν ὑγρῶν οὐ παχύνεται μόνον." Αἰτίαν λέγει, δι’ ἣν οὐ παχύνεται τὸ ὕδωρ, ὅτι ἀνάγκη τὸ παχυνόμενον τῇ διαφορήσει τοῦ συμφύτου ὑγροῦ παχύνεσθαι· τὸ δ’ ὕδωρ οὐ παχύνεται, ἐπειδὴ οὔτε διαφορεῖται τὸ ὑγρόν.1
“因为增稠是随着湿气的离去和干的凝聚而发生的;但在湿物中唯独水不增稠。” 他说明了水不增稠的原因:凡增稠者必然通过其固有湿气的散逸而增稠;但水不增稠,因为其湿气根本不散逸。
"Παχύνεται δ’ ὑπ’ ἀμφοῖν, ἔστι μὲν ὡς τὸν αὐτὸν τρόπον, ἔστι δ’ ὡς ἄλλως." Τὰ δὲ σύνθετα, φησίν, ἐκ γῆς καὶ ὕδατος καὶ πήγνυται καὶ παχύνεται καὶ ὑπὸ ψυχροῦ καὶ θερμοῦ. ἀλλὰ καὶ κατά τι μὲν ὁ αὐτὸς τρόπος ἐστὶ τῆς πήξεως καὶ τῆς παχύνσεως ἐπὶ θερμοῦ καὶ ψυχροῦ, κατά τι δὲ2 διάφορος· αὐτὸς μέν, ὅτι αὐτὸ ἔργον γίνεται ὑπ’ ἀμφοῖν τοῦ θερμοῦ καὶ ψυχροῦ, τουτέστι πάχυνσις καὶ πῆξις, διάφορος δὲ ποῦ μὲν κατὰ πρῶτον λόγον, ποῦ δὲ κατὰ συμβεβηκός· ἐπὶ μὲν γὰρ τοῦ θερμοῦ κατὰ διαφόρησιν, ἐπὶ δὲ τοῦ ψυχροῦ κατὰ περίστασιν.
“而它由两者增稠,在某种方式上是以相同的方式,但在某种方式上则是以不同的方式。” 他说,土和水的合成物既由冷也由热凝固并增稠。但是在热和冷的情形下,凝固与增稠的方式在某种意义上是相同的,在某种意义上则是不同的:相同,是因为由热与冷两者产生了相同的结果,即增稠与凝固;不同,是因为在一种情形下是第一位的,在另一种情形下是附带性的;因为在热的情形下是通过散逸,而在冷的情形下则是通过围困。
"Ὅσα μὲν οὖν μαλακὰ μὴ ὑγρά, οὐ παχύνεται, ἀλλὰ πήγνυται." Νῦν τὰ ἔργα τοῦ θερμοῦ διδάσκει, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ καὶ ὑγραίνεται ὑπὸ θερμοῦ. καί φησιν, ὅτι ὅσα πρώην δίυγρα ὄντα ὑπὸ ψυχροῦ ἐπαχύνθη, ὡς μαλακὰ εἶναι, ἐκεῖνα πήγνυται μόνον ὑπὸ θερμοῦ, ὥσπερ ὁ πηλὸς τοῦ κεράμου. ὅσα δὲ ὑγρὰ μέν ἐστι, μᾶλλον δὲ μετέχει τῆς ὑδατώδους οὐσίας ἤπερ τῆς γεώδους, ἐκεῖνα παχύνεται μόνον, ὥσπερ τὸ μέλι. ὅσα δὲ ῥυτὰ ὄντα μᾶλλον ὑγρά εἰσιν, ἐκεῖνα καὶ παχύνεται καὶ πήγνυται ὑπὸ θερμοῦ, ὥσπερ τὸ γάλα. ὅσα δὲ πρῶτα δίυγρα ὄντα ἐπαχύνθη ὑπὸ ψύξεως, ταῦτα πρῶτον ὑγραίνεται ὑπὸ τοῦ πυρός, εἶθ’ οὕτω πήγνυται, ὥσπερ ὁ κέραμος· βληθεὶς γὰρ ἐν τῇ καμίνῳ πρῶτον ὑγραίνεται διὰ τὸ τήκεσθαι τὴν ὑγρότητα τὴν παχυνθεῖσαν ὑπὸ τοῦ ψυχροῦ, εἶθ’ οὕτως πήγνυται.
“因此,凡柔软而不湿之物,不增稠,而是凝固。” 现在他讲授热的作用:何种事物由热凝固,何种事物也由热而变湿。他说,凡原先十分湿润、经由冷增稠而变得柔软的事物,那些事物由热仅凝固,正如陶器的粘土。而那些虽湿润、但分有水性实体多于土性实体的事物,那些事物仅增稠,正如蜂蜜。至于那些流动的、更为湿润的事物,那些事物由热既增稠又凝固,正如牛奶。而凡最初十分湿润、经由冷却而增稠的事物,这些事物首先被火变湿,然后才如此凝固,正如陶器;因为投入窑中时,由于经冷增稠的湿气融化,它首先变湿,然后才如此凝固。
"Ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος.3" Ἐντεῦθεν περὶ πήξεως διαλέγεται καὶ διδάσκει, ποῖα λύεται ὑπὸ θερμοῦ, καὶ ποῖα μαλάττονται μόνον, οὐ μὴν λύονται. καί φησιν, ὅτι τὰ πηγνύμενα ὑπὸ ψυχροῦ, καὶ τοῦτο εἰκότως· ἐπεὶ γὰρ ἀπουσίᾳ θερμοῦ ἐπάγησαν, τῇ παρουσίᾳ αὐτοῦ λύονται, ὥσπερ ἐπὶ τῶν μετάλλων * ὥσπερ ἐπὶ τοῦ κεράμου·4 καὶ γὰρ οὗτος πρῶτον οἷον τήκεται καὶ οὕτω πήγνυται. εἶτα λέγει καὶ περὶ τῶν μὴ λυομένων, ἀλλὰ μᾶλλον μαλαττομένων, καί φησιν, ὅτι ὅσα ἐν τῷ πήγνυσθαι ὑπὸ ψύξεως ἅπαν αὐτῶν τὸ ὑγρὸν ἐκπυρηνίζεται ἅμα τῷ θερμῷ, ἐκεῖνα μόνον μαλακὰ γίνονται, οὐ μὴν λύονται, οἷον κέρας καὶ σίδηρος.
“因此,在土和水共同的事物中,凡由冷凝固者。” 从这里起他讨论凝固,并讲授何种事物由热溶解,何种事物仅变软而不溶解。他说,由冷凝固的事物[由热溶解],这也是理所当然的;因为它们既然是由热的缺席而凝固的,便由热的出席而溶解,正如在金属的情形中那样[……]正如在陶器的情形中那样;因为后者也首先仿佛融化,并以此方式凝固。接着他也谈到了不溶解、而是变软的事物,并说凡是在经由冷却而凝固时其全部湿气随同热一起被驱逐出的事物,那些事物仅变软,绝不溶解,例如角和铁。
"Καὶ αἱ μύλαι τήκονται ὥστε ῥεῖν." Μύλη εἶδός ἐστι μετάλλου λιθώδους. ἕτερον δ’ ἐστὶ μύλη παρὰ τὸν μυλίαν λίθον. τὸ μὲν γάρ ἐστι λίθος ἄντικρυς, τὸ δὲ μέταλλον· καὶ τὸ μὲν οὐ τήκεται, τὸ δὲ τήκεται μέν, οὐ πήγνυται δὲ ὕστερον, ἀλλὰ μένει διαλελυμένον, ὥσπερ ἡ τίτανος.
“磨石矿也融化以致流动。” “磨石矿”是一种石质矿物。而“磨石矿”与磨石是不同的。因为后者是纯粹的石头,而前者是矿石;一者不融化,而另一者虽融化,随后却不凝固,而是保持分解状态,正如生石灰。
"Νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, οὐ παντὶ δέ, ἀλλὰ ψυχρῷ ὕδατι." Παχυμερῶς τοῦτο λέγει ὡς νομίζων θερμῷ ξηρῷ πήγνυσθαι τοὺς ἅλας καὶ διὰ τοῦτο ψυχρῷ λύεσθαι. ὅθεν φησίν· “οὐδ’ ἐλαίῳ τήκονται”, ἐπειδὴ μετρία ἐστὶν ἡ ἐν αὐτῷ ὑγρότης καὶ οὐ δύναται τὸ ὑπὸ θερμοῦ ξηροῦ παγὲν λῦσαί ποτε. λοιπὸν ἡ ἀπορία ἐστὶ ἡ περὶ τοῦ ἐλαίου.
“碱和盐可由湿物溶解,但非由一切湿物,而是由冷水。” 他是粗略地这样说的,因为他以为盐是由干热凝固的,因而由冷物溶解。所以他说:“它们也不在油中融化”,因为油中的湿气是适度的,绝不可能溶解由干热凝固之物。余下的难题是关于油的难题。
- 4.6.11ἐπειδὴ οὔτε διαφορεῖται τὸ ὑγρόν
οὔτε 孤立使用而未带后续的关联词(οὔτε),在此起到强调否定的作用(“甚至不”或“根本不”)。
- 4.6.12αὐτὸς μέν... διάφορος δέ
阳性主格形容词照应前句中的主语短语 ὁ αὐτὸς τρόπος,省略了系词(ἐστί),直接引出解释性从句(ὅτι... / ποῦ μέν...)。
- 4.6.14ὅσα μὲν οὖν ὑπὸ ψυχροῦ πήγνυται τῶν κοινῶν γῆς καὶ ὕδατος
标引句(lemma)中省略了主句的谓语动词。根据注解者的正文(ἐπεὶ γὰρ ἀπουσίᾳ θερμοῦ ἐπάγησαν, τῇ παρουσίᾳ αὐτοῦ λύονται)可知,此处在句法上应补充“由热溶解”(λύεται ὑπὸ θερμοῦ)。
- 4.6.14ὥσπερ ἐπὶ τῶν μετάλλων * ὥσπερ ἐπὶ τοῦ κεράμου
写本流传中以星号标出了脱文(lacuna)。从上下文的对照关系来看,关于金属融解的部分说明在此脱落,随后接上了关于陶器的比较说明。
