← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§307.24-309.8

湿化样态与热冷在凝固融化中的作用

奥林匹奥多鲁对亚里士多德《气象论》382b28–383a7进行注解,论述了湿气生成的诸样态(凝聚与融化)、凝固与融化依相反者发生的基本原则,并以水和蜂蜜等为例分析了热与冷的本原性及附带性因果作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.6.2

" Τὸ δ’ ὑγραίνεσθαί ἐστιν ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον. " Ὁ πρῶτος τρόπος ὑγρότητος γινόμενος παχύνσει τοῦ λεπτοῦ ὑγροῦ, ὥσπερ τῆς εἰς ὕδωρ ἀέρος μεταβολῆς.1

“变湿一方面是通过凝聚而成为水。” 湿气的第一种样态是通过细微湿气的增稠而产生的,正如空气转化为水的情形那样。

§4.6.3

"Ἓν δὲ τὸ τήκεσθαι τὸ πεπηγός." Διὰ τούτου τοῦ ῥησειδίου τοὺς τρόπους ἐνεδείξατο τῆς ὑγρότητος· ἕνα μὲν ἐπὶ τῶν τοῦ ὕδατος εἰδῶν γινόμενον, τουτέστιν οἴνου καὶ τῶν λοιπῶν, ἕνα δὲ ἐπὶ τῶν ὕδωρ ἐχόντων, τουτέστι τῶν μετάλλων· ἀμφότερα γὰρ ταῦτα πεπηγότα τήκονται. τῶν δ’ ἄλλων, τοῦ διεροῦ καὶ τοῦ βεβρεγμένου, οὐκ ἐμνήσθη ὡς ἐπίκτητον ἐχόντων ὑγρότητα.

“另一方面则是已凝固之物的融化。” 通过这句简短的话,他指明了湿气的诸样态:一种发生于水的诸形式中,即酒及其余之物;另一种发生于含水之物中,即金属;因为这两类事物在凝固之后都会融化。至于其他事物,即潮湿之物和浸透之物,他未加提及,因为它们具有的是外加的湿气。

§4.6.4

"Τούτων δὲ συνίσταται μὲν ψυχόμενον τὸ πνεῦμα." Ἀπομνημονεύει τοῦ τρόπου τῆς πήξεως, ὅπως πήγνυται τοῦ ἐν αὐτοῖς ἀτμιδώδους, ὅπερ πνεῦμα ἐκάλεσε, ψυχομένου2 [πήγνυται].

“在这些事物中,气在冷却时凝聚。” 他提到了凝固的样态,即当它们内部的气性成分(他称之为气)冷却时,[凝固]是如何发生的。

§4.6.5

"Περὶ δὲ τήξεως ἅμα καὶ πήξεως ἔσται δῆλον." Ἐντεῦθεν περὶ τήξεως καὶ πήξεως διαλέγεται καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων.

“关于融化与凝固,将会同时得以明了。” 从这里起,他讨论融化与凝固,并阐明两者的原因。

§4.6.6

"Διὸ καὶ λύεσθαι συμβαίνει τοῖς ἐναντίοις, ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων καὶ ψυχροῦ." Καλῶς προσέθηκε τὸ ὅσα λύεται τῶν ὑπὸ θερμοῦ παγέντων ἢ ψυχροῦ. οὔτε γὰρ πάντα λύεται τὰ ὑπὸ θερμοῦ παγέντα (οὐ γὰρ κέραμος), τὰ δὲ οὐδ’ ὅλως λύεται τὰ θερμῷ πηγνύμενα. πλὴν αὐτὸς ἐνδέδωκε τῷ λόγῳ διὰ τὸ οἴεσθαι αὐτὸν θερμῷ πήγνυσθαι τοὺς ἅλας.

“因此,在由热和由冷凝固的事物中,凡可溶解者,恰好由相反者溶解。” 他恰当地补充了“在由热或由冷凝固的事物中,凡可溶解者”。因为并非所有由热凝固的事物都会溶解(陶器就不会),而有些由热凝固的事物根本不溶解。不过他自己在此论述中作了让步,因为他以为盐是由热凝固的。

§4.6.7

"Τὰ μὲν γὰρ ὑπὸ θερμοῦ ξηροῦ παγέντα ὑπὸ ὕδατος λύεται, ὅ ἐστι ψυχρὸν ὑγρόν." Τοῦτο λέγει ὡς πρὸς τοὺς ἅλας ἀφορῶν. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι οἱ ἅλες θερμῷ ξηρῷ πήγνυνται. ἡμεῖς δ’ εἴπαμεν, ὅτι παχυμερῶς τοῦτο λέγει· οἱ γὰρ ἅλες μόνον ξηρῷ πήγνυνται.

“因为由干热凝固的事物,由水——即湿冷之物——溶解。” 他是着眼于盐而说这话的。因此往后读时,他会说盐是由干热凝固的。但我们已经说过,他这样说是粗略的;因为盐仅由干凝固。

§4.6.8

"Πήγνυσθαι δ’ ἔνια δόξειεν ὑπὸ ὕδατος, οἷον τὸ μέλι τὸ ἑφθόν." Τί φησιν; ὅτι ἡ πῆξις θερμῷ, ψυχρῷ, ξηρῷ γίνεται, οὐ μὴν καὶ ὑγρῷ. ἀλλ’ ἴσως δοκεῖ καὶ τὸ ὑγρὸν πῆξιν ποιεῖν, ὥσπερ τὸ ἑφθὸν μέλι πήγνυσι τὸ ψυχρὸν ὕδωρ. φησὶν οὖν, ὅτι εἰ καὶ πήγνυσιν, ἀλλὰ διὰ τὴν ψῦξιν· ὅθεν εἰ θερμὸν εἴη τὸ ὕδωρ, οὐ πήγνυσι τὸ μέλι.

“但有些事物似乎由水凝固,例如熬煮过的蜂蜜。” 他是在说什么?凝固是由热、冷、干产生的,绝非也由湿产生。但也许湿物似乎也能造成凝固,正如冷水使熬煮过的蜂蜜凝固那样。因此他说,即便它使其凝固,也是由于冷却;所以如果水是热的,它便不会使蜂蜜凝固。

§4.6.9

"Ὅσα μὲν οὖν ἐστιν ὕδατος, οὐ πήγνυται ὑπὸ πυρός." Ἐντεῦθεν ὡς ἐπὶ τῶν ὑλῶν γυμνάζει τὸν λόγον τὸν περὶ πήξεως καὶ τήξεως, ἵνα μὴ κενεμβατῇ ὁ λόγος· καὶ δείκνυσι, ποῖα μὲν θερμῷ πήγνυται, ποῖα δὲ ψυχρῷ, καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶν ἢ σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ τὸ μὲν ὕδωρ οὐχ ὑπὸ πυρὸς πήγνυται, ἀλλ’ ὑπὸ ψυχροῦ· ὅθεν θερμῷ λύεται διὰ τὸν κανόνα αὐτοῦ τὸν προσεχῶς εἰρημένον, ὅτι τὰ λυόμενα τοῖς ἐναντίοις λύεται.

“因此,凡属水之物,均不由火凝固。” 从这里起,他结合具体的质料来展开关于凝固与融化的论述,以免论述落空;他指明何种事物由热凝固,何种事物由冷凝固,并说凝固之物要么是水,要么是土与水的合成物。而水不由火凝固,而是由冷凝固;因此根据他方才陈述的规则——溶解之物由相反者溶解——水由热溶解。

§4.6.10

"Τὸ δὲ αὐτὸ τῷ αὐτῷ κατὰ τὸ αὐτὸ οὐκ ἔστιν αἴτιον τὸ ἕν." Ἵνα μή τις εἴπῃ, ὅτι συμβαίνει τὸ ὕδωρ οὐ μόνον ὑπὸ ψύξεως πήγνυσθαι, ἀλλὰ καὶ ἀπὸ θερμότητος (τῷ γὰρ ὑπαναχωρεῖν τὴν ἐν τῷ ὕδατι θερμότητα γίνεται ἡ πῆξις), φησὶν αὐτός, ὅτι εἰ καὶ ἡ θερμότης αἰτία γίνεται τούτου, οὐ κατὰ πρῶτον λόγον, ὥσπερ ἡ ψύξις, ὥστε κατὰ συμβεβηκός.3 ὡσαύτως δ’ εἰ καὶ πολλάκις λέγομεν τὸ ψυχρὸν θερμαίνειν οὐχ ὥσπερ τὸ θερμὸν κατὰ πρῶτον λόγον, ἀλλὰ κατὰ συμβεβηκὸς θερμαίνει.

“同一单一事物在同一方面不能成为同一事物的[相反结果的]原因。” 为了不让人说水不仅由于冷却而凝固,而且也由于热而凝固(因为凝固是由于水中的热退去而发生的),他自己说,即使热成为此事的某种原因,也不是在第一位的意义上,正如冷却那样,因而只是附带性的。同样地,即使我们常常说冷能致热,它也不是像热那样在第一位的意义上致热,而是附带性地致热。

语法注3 条
  1. 4.6.2ὥσπερ τῆς εἰς ὕδωρ ἀέρος μεταβολῆς

    紧随 ὥσπερ 的属格 μεταβολῆς 与前文的 παχύνσει 形成比照,充当省略了分词(如 γινομένης)的属格独立结构。

  2. 4.6.4ὅπως πήγνυται τοῦ ἐν αὐτοῖς ἀτμιδώδους, ὅπερ πνεῦμα ἐκάλεσε, ψυχομένου

    ὅπως 引导间接疑问句,其内部的 τοῦ... ἀτμιδώδους... ψυχομένου 构成表示时间或原因的属格独立结构。校勘本末尾带方括号的 [πήγνυται] 表明校勘者认为其属赘复而予以删除。

  3. 4.6.10ὥστε κατὰ συμβεβηκός

    连词 ὥστε 承接前句的否定结果(“并非在第一位意义上”),引出副词性结论,语境中承前省略了动词 αἰτία γίνεται(“因而[成为原因]是附带性的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:307.24-309.8