- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:306.10-307.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗阐明了由冷凝固区分为因接触和因实体本身,对比了热与冷造成凝固的不同机制,并通过油是由气与水而非土与水合成的质料构成,解释了油不凝固而仅增稠变白的疑难。
τούτων δ’ αὐτῶν τῷ θερμῷ μὲν παχυνομένων, τῷ ψυχρῷ δὲ πηγνυμένων τὰ μὲν τῇ θίξει τοῦ ψυχροῦ πήγνυται, τὰ δ’ αὐτῇ τῇ οὐσίᾳ1 τοῦ ψυχροῦ σώματος· τῇ μὲν θίξει, ὥσπερ τὸ μέλι (τοῦτο γὰρ μετὰ τὴν ἕψησιν ὁμιλῆσαν ψυχρῷ ὕδατι πήγνυται, θερμῷ δ’ οὐ πήγνυται), τῇ δ’ οὐσίᾳ, ὥσπερ ὁ σίδηρος· μετὰ γὰρ τὸ πυρακτωθῆναι αὐτὸν ἐμβληθεὶς ἐν ὕδατι εἴτε θερμῷ εἴτε ψυχρῷ πήγνυται οὐ διὰ τὴν θίξιν ἁπλῶς, ἀλλὰ διὰ τὴν οὐσίαν τοῦ ὕδατος ψυχρὰν οὖσαν. ἀλλ’ εἰ καὶ λέγω, ὅτι ὑπὸ ψυχροῦ γίνεται πάχυνσις καὶ πῆξις καὶ ὑπὸ θερμοῦ, πλὴν οὐ κατὰ τὸν αὐτὸν λόγον. τὸ μὲν γὰρ θερμὸν ἐργάζεται τὴν πάχυνσιν καὶ τὴν πῆξιν ἐκδιαφοροῦν καὶ ἐξαναλίσκον τὴν ἐν τῷ πάσχοντι ὑγρότητα· τὸ δὲ ψυχρὸν οὐκ ἐν τῷ διαφορεῖν ἐργάζεται ταῦτα, ἀλλὰ τῇ πιλήσει καὶ τῇ πυκνώσει τοῦ πάσχοντος σώματος. ὑπὸ γὰρ τῆς πιλήσεως ἐκπυρηνίζεται τὸ ἐν τῷ σώματι θερμόν, τοῦτο δ’ ἐκπυρηνιζόμενον συνέλκει μὲν μεθ’ ἑαυτοῦ τὴν ὑγρότητα, καὶ λοιπὸν ξηρότερον γινόμενον τὸ πάσχον παχύνεται ἢ πήγνυται. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ τήξεως διαλέγεται καὶ ἀποδείκνυσιν, ὅτι δραστικώτερόν ἐστι τὸ θερμὸν τοῦ ψυχροῦ. καὶ ὅτι τοῦτο ἀληθές, δῆλον, ἐπειδὴ τὰ μὲν ψυχρῷ πηγνύμενα θερμῷ εὔλυτά εἰσιν ἢ δύσλυτα· εὔλυτα μέν, ὥσπερ κρύσταλλος, κηρὸς καὶ ὅσα τοιαῦτα, δύσλυτα δ’ ὥσπερ τὰ μέταλλα. τὰ δὲ θέρμῃ πηγνύμενα ἢ δύσλυτά εἰσιν ἢ παντελῶς ἄλυτα· δύσλυτα μὲν ὥσπερ ἅλες καὶ νίτρον (καὶ ὅρα, πῶς ἐνταῦθα κυρίως κέχρηται τοῖς παραδείγμασιν ὁ Ἀριστοτέλης. οὐ γὰρ ὑπὸ θερμοῦ πήγνυνται οἱ ἅλες καὶ νίτρον, ὡς ἀνωτέρω ἐδείξαμεν, ἀλλ’ ὑπὸ ξηροῦ· ὅθεν ὑγρῷ μόνον λύονται καὶ οὐ μόνον θερμῷ ἢ ψυχρῷ. ἀμέλει παρακατιὼν ἐπιλαμβάνεται ἑαυτοῦ λέγων ξηρῷ μᾶλλον πήγνυσθαι ταῦτα, οὐ μὴν θερμῷ), τὰ δὲ παντελῶς ἄλυτα, οἷον κέραμος ὀπτηθεὶς καὶ ᾠὰ ἑψηθέντα καὶ ὅσα τοιαῦτα. εἶτ’ ἐπειδὴ περὶ τῶν παχυνομένων καὶ πηγνυμένων καὶ τηκομένων διειλέχθη, ἀπορεῖ περὶ τοῦ ἐλαίου. καί φησιν, ὅτι ποῦ θετέον αὐτό, πότερον μετὰ τοῦ ὕδατος ἢ μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος * * * μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος, ἔδει θερμῷ πήγνυσθαι.2 νῦν δ’ ὁρῶμεν, ὅτι οὔτε θερμῷ πήγνυται οὔτε ψυχρῷ, ἀλλὰ μόνον παχύνεται. καὶ τοῦτο δῆλον ἐκ τοῦ μολύνειν τὴν χεῖρα· τὸ δὲ πηγνύμενον ἀμόλυντόν ἐστιν. εἶτα καὶ τῆς ἀπορίας ἐπάγει τὴν ἐπίλυσιν καί φησιν, ὅτι ἃ λέγομεν σύνθετα, ἐκ γῆς καὶ ὕδατός εἰσι, καὶ διὰ τοῦτο τὰ μὲν θερμῷ πηγνύμενα ὅσα μᾶλλον ἔχει γῆς, τὰ δὲ ψυχρῷ ὅσα μᾶλλον ἔχει ὕδατος· τὸ δ’ ἔλαιον σύνθετόν ἐστιν οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ ἀέρος καὶ ὕδατος. καὶ τοῦτο δῆλον ἐκ τοῦ ἐπιπολάζειν αὐτὸ ἐν τῷ ὕδατι διὰ τὴν κουφότητα τοῦ ἐν αὐτῷ ὄντος ἀέρος. διὰ ταύτην οὖν τὴν αἰτίαν τῷ μὴ μετέχειν γῆς3 οὐ πήγνυται οὔθ’ ὑπὸ θερμοῦ οὔθ’ ὑπὸ ψυχροῦ, παχύνεται δὲ μόνον καὶ λευκαίνεται. τρία δ’ εἰσὶν αἴτια τῆς παχύνσεως αὐτοῦ καὶ λευκάνσεως· θερμότης, ψύξις, χρόνος. ἡ μὲν γὰρ θερμότης παχύνει τὸ ἔλαιον οὐ καθ’ ἑαυτὴν οὖσα, ἀλλὰ μεθ’ ὕδατος, ὥσπερ ἐν τῷ ὑδρελαίῳ. ἡ γὰρ κίνησις ἡ γινομένη ἐν τῇ μίξει ἐκδιαφορεῖ αὐτοῦ μέρος τι ὑγρότητος, καὶ ἐντεῦθεν γίνεται παχύτερον. λευκαίνεται δὲ διὰ τὸ κατεργάζεσθαι τὸ ἐν αὐτῷ ἀερῶδες ὑπὸ τῆς κινήσεως. ὑπὸ δὲ ψύξεως παχύνεται πάλιν, ἐπειδὴ τὸν ἐν ἑαυτῷ ἀέρα παχύνει καὶ οἷον ὑδατώδη ποιεῖ· πέφυκε γὰρ ἡ ψύξις παχύνειν τὸν ἀέρα καθόλου καὶ εἰς ὕδωρ μεταβάλλειν. παχυνόμενος οὖν ὁ ἐν τῷ ἐλαίῳ ἀὴρ καὶ οἷον ὑδατώδης γινόμενος παχύνει τοὔλαιον. ὁρῶμεν γὰρ καὶ ἐν τῷ ὑδρελαίῳ, ὅτι τὸ ὕδωρ παχυντικόν ἐστι τοῦ ἐλαίου. λευκαίνεται δ’ ὑπὸ ψύξεως, ἐπειδὴ παχυνόμενος ὁ ἐν αὐτῷ ἀὴρ οἷον χιονώδης γίνεται λευκός· ἡ γὰρ χιὼν οὐδὲν ἕτερόν ἐστιν ἢ ἀὴρ πεπηγὼς μεταβλητὸς εἰς ὕδατος γένεσιν. ὑπὸ δὲ χρόνου πάλιν παχύνεται καὶ λευκαίνεται, ᾧ τρόπῳ καὶ ὑπὸ ψυχροῦ ταῦτα ἔπασχε· τῷ γὰρ χρόνῳ ἀπομαραίνεται τὸ ἐν αὐτῷ ἔμφυτον θερμὸν καὶ ἀποψύχεται. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
而在这些由热增稠而由冷凝固的事物本身之中,有些是通过冷的接触而凝固,有些则是通过冷物体的实体本身而凝固:通过接触的,正如蜂蜜(因为蜂蜜在熬煮之后,与冷水接触便凝固,而在温水中则不凝固);通过实体的,正如铁;因为铁在烧红之后,无论被投入温水还是冷水中,它凝固都并非纯粹是由于接触,而是由于水的实体本身是冷的。但是,即便我说增稠和凝固是由冷引起的,也是由热引起的,然而并不是按照同一种道理。因为热是通过消散殆尽并消耗掉受动之物中的湿气来造成增稠和凝固的;而冷产生这些并非通过消散,而是通过对受动之物体的压缩和致密化。因为通过压缩,物体内的热被排挤出来,而这被排挤出来的热便将湿气与自身一同带走,于是受动之物变得更干,便增稠或凝固。在此之后,哲学家[亚里士多德]也讨论了融化,并论证了热比冷更具作用力。而这一点是真实的是显而易见的,因为由冷凝固的事物,由热而言要么易于溶解,要么难以溶解:易于溶解的,正如冰、蜡以及所有此类事物;难以溶解的,正如金属。另一方面,由热凝固的事物,要么难以溶解,要么完全不可溶解:难以溶解的,正如盐和纯碱(看亚里士多德在这里如何严格地使用这些例子;因为盐和纯碱并非如我们上面所表明的那样是由热凝固的,而是由干凝固的;因此它们仅由湿物溶解,而不单由热或冷[溶解];诚然,往后读时他纠正了自己,说这些事物更是由干凝固,绝非由热凝固);完全不可溶解的,如烧制的陶器、煮熟的蛋以及所有此类事物。随后,既然讨论了增稠、凝固和融化的事物,他便就油提出了疑难。他说,应当把它置于何处,是与水同类,还是与土和水的合成物同类[……若是与土和水的合成物同类],它本应由热凝固。但现在我们看到,它既不由热凝固,也不由冷凝固,而只是增稠。这一点从它沾污手就显而易见;因为凝固之物是不沾污的。随后他也引出了疑难的解答,并说我们所谓的合成物是由土和水构成的,因此由热凝固的是那些含有更多土的事物,而由冷[凝固]的是那些含有更多水的事物;但油并非土和水的合成物,而是气和水的合成物。这一点从它由于其内部所含气体的轻盈而浮于水面显而易见。因此,由于这个原因,因不分有土,它既不由热凝固,也不由冷凝固,而只是增稠并变白。它的增稠和变白有三个原因:热、冷却、时间。因为热使油增稠,并非当其独自存在时,而是与水在一起时,正如在水油合剂中那样。因为混合中所产生的运动消散了它的一部分湿气,由此它变得更稠。而它变白,是因为其中的气性成分受运动加工。另一方面,因冷却而再次增稠,是因为〔冷却〕使其内部的气变稠,使之宛如水质一般;因为冷却在普遍意义上本就具有使气增稠并转化为水的天性。因此,油中的气变稠并宛如水质一般,便使油增稠。因为我们在水油合剂中也看到,水是能使油增稠的。而它因冷却而变白,是因为其内部的气变稠,宛如雪一般变白;因为雪不过是可以转化为生成水的凝结之气。另一方面,因时间而再次增稠并变白,是以它由冷遭受这些的相同方式进行的;因为随着时间推移,其内部同生的热逐渐衰退并冷却。手头的文句传达了这些内容。
- 4.6.1τούτων δ’ αὐτῶν τῷ θερμῷ μὲν παχυνομένων, τῷ ψυχρῷ δὲ πηγνυμένων τὰ μὲν τῇ θίξει τοῦ ψυχροῦ πήγνυται, τὰ δ’ αὐτῇ τῇ οὐσίᾳ
属格短语 τούτων δ’ αὐτῶν... πηγνυμένων 针对其后紧随的分配主语 τὰ μὲν ... τὰ δέ 起到表示总体的部分属格作用。虽然在语法上也可视为独立属格,但从逻辑上将此类事物区分为“通过接触”与“通过实体”的部分来看,按部分属格理解更为自然。
- 4.6.1μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος * * * μετὰ τῶν συνθέτων ἐκ γῆς καὶ ὕδατος, ἔδει θερμῷ πήγνυσθαι
文本在此处存在脱落(lacuna)。动词 ἔδει 加上不定式表示未实现的非现实/反事实结果(“本应当……[但实际上并非如此]”)。根据前文提出的两难选择(是与水同类还是与合成物同类),缺失的部分理应补全相应的假定从句(例如“若与水同类则不应增稠,但若与合成物同类……”)。
- 4.6.1τῷ μὴ μετέχειν γῆς
带冠词的不定式与格(τῷ + 不定式),表示原因或手段(“因不分有土”),对前文的 διὰ ταύτην τὴν αἰτίαν(“由于这个原因”)起到同格的具体说明作用。
