- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:304.20-306.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在对亚里士多德《气象论》382b27及后续内容的注解中,奥林匹奥多鲁斯梳理了对应于干燥的五种变湿方式,并结合具体例证阐释了凝固与融化依照动力因(热、冷、干;热、湿)与质料因(纯水抑或水土化合物)而表现出的不同变化机制。
" —29 Περὶ μὲν οὖν τοῦ ξηραίνεσθαι εἴρηται. τὸ δὲ ὑγραίνεσθαι ἓν μὲν τὸ ὕδωρ γίνεσθαι συνιστάμενον." Δείξας ὁ Ἀριστοτέλης πενταχῶς γινομένην τὴν ξηρότητα, δείκνυσι νῦν, ὅτι † ποσαχῶς ἡ ὑγρότης γίνεται.1 ὥσπερ γὰρ πρῶτος τρόπος ἦν τῆς ξηρότητος τὸ παχὺ ὑγρὸν λεπτὸν γίνεσθαι καὶ διαφορεῖσθαι καὶ ταύτῃ ξηραίνεσθαι, οὕτω καὶ νῦν πρῶτος τρόπος ἐστὶν ὑγρότητος τὸ λεπτὸν ὑγρὸν παχύνεσθαι καὶ συνίστασθαι καὶ ὑγρότερον ἑαυτοῦ γίνεσθαι, ὥσπερ ἡ τοῦ ἀέρος εἰς ὕδωρ μεταβολή. ὁ γὰρ ἀὴρ μεταβάλλει εἰς ὕδωρ ὑγρότερος ὡς πρὸς ἡμᾶς, οὐ πρὸς τὴν ἑαυτοῦ φύσιν. καὶ ὡς ἐκεῖ δεύτερος τρόπος ἦν ξηρότητος ὁ ἀπὸ τῶν ὑγρῶν εἰδῶν τοῦ ὕδατος καὶ τρίτος ὁ ἀπὸ τῶν ὕδωρ ἐχόντων, ὥσπερ τὰ μέταλλα (ἐλέγομεν γάρ, ὅτι τὸ συμφυὲς ὑγρὸν ἢ ὕδατος εἴδη ἐστί, καθάπερ οἶνος, γάλα, ὀρρός, ἢ ὕδωρ ἔχει· ταῦτα δὲ πήγνυται καὶ ταύτῃ δοκεῖ ξηραίνεσθαι), οὕτω καὶ ἐνταῦθα δεύτερος καὶ τρίτος τρόπος ἐστὶν ὑγρότητος ἡ τούτων τῆξις· δεύτερος μὲν οἴνου καὶ γάλακτος τῆξις, τρίτος δὲ ἡ τῶν μετάλλων τῆξις. καὶ ὥσπερ ἐκεῖ, τέταρτος καὶ πέμπτος τρόπος ἐστὶν ὑγρότητος τὸ διερόν γενέσθαι † καὶ ἢ βεβρεγμένον τὸ ἔχον ἐπίκτητον τὴν ὑγρότητα. καὶ οὗτοί εἰσιν οἱ πέντε τρόποι τῆς ὑγρότητος. εἶτα μετὰ τὸ διαλεχθῆναι περὶ ξηρότητος καὶ δεῖξαι, πῶς ἕκαστον τούτων γίνεται, ἐπειδὴ ἡ ξηρότης καὶ ἡ ὑγρότης συγγενῶς ἔχουσι πρὸς πῆξιν καὶ τῆξιν, καὶ περὶ πήξεως καὶ τήξεως διαλέγεται ὁ φιλόσοφος καὶ παραδίδωσι τὰ αἴτια ἀμφοτέρων. καί φησιν, ὅτι ἡ μὲν πῆξις ὑπὸ τριῶν αἰτιῶν γίνεται, ὑπὸ θερμότητος καὶ ψυχρότητος καὶ ξηρότητος· πᾶν γὰρ πηγνύμενον ὑπὸ ἑνὸς τῶν τριῶν τούτων γίνεται· ὑγρότης γὰρ οὐδέποτε πήγνυσι. καὶ τῶν ὑπὸ θερμότητος πηγνυμένων παράδειγμα κέραμος· οὗτος γὰρ πηλὸς ὢν πάλαι ἐμβληθεὶς ἐν πυρὶ πήγνυται καὶ γίνεται ὄστρακον. τῶν δὲ ψυχρῷ πηγνυμένων παράδειγμα ὁ κρύσταλλος. * * * καὶ τὸ νίτρον· ταῦτα γὰρ ξηρῷ πήγνυται ἢ θερμῷ. ὅθεν ὑγρῷ λύονται μόνον, εἴτε θερμὸν εἴη τὸ ὑγρὸν εἴτε ψυχρόν. εἴτε θερμῷ ἁπλῶς ἐπεπήγεισαν, ἢ ἄλυτα εἶχον εἶναι ἢ ψυχρῷ μόνον λυόμενα·2 εἰ δὲ ψυχρῷ ἐπεπήγεισαν, θερμῷ μόνον ἐλύοντο χωρὶς ὑγροῦ. ταῦτα μὲν οὖν εἰσι τὰ αἴτια τῆς πήξεως καὶ ταῦτα αὐτῶν παραδείγματα. τῆς δὲ τήξεως δύο εἰσὶ τὰ αἴτια, θερμότης καὶ ὑγρότης· θερμότης ὡς ἐπὶ τῶν μετάλλων, ὑγρότης δ’ ὡς ἐφ’ ἁλῶν καὶ νίτρου καὶ μέλιτος καὶ τῶν τοιούτων. ἀλλ’ ἵνα μὴ κενεμβατῇ ὁ λόγος (πᾶς γὰρ λόγος, ἂν ἀπῇ τὰ ἔργα, μάταιόν τι φαίνεται καὶ κενὸν κατὰ τὸν Παιανιέα), τούτου χάριν ὁ φιλόσοφος μετὰ τὰ ποιητικὰ αἴτια πήξεως καὶ τήξεως παραδίδωσιν ἡμῖν καὶ τὰ ὑλικά. καὶ ἐπὶ τούτων γυμνάζει τὸν λόγον τοῦ πήγνυσθαι καὶ τοῦ τήκεσθαι καί φησιν, ὅτι τὰ πηγνύμενα ἢ ὕδωρ ἐστὶ μόνον ἢ σύνθετα ἐκ γῆς καὶ ὕδατος. καὶ εἰ μὲν ὕδωρ ἐστὶ μόνον, πήγνυται· οὐ μὴν καὶ παχύνεται· εἰ δὲ σύνθετά εἰσιν ἐκ γῆς καὶ ὕδατος, καὶ παχύνεται καὶ πήγνυται. τὰ μὲν ψυχρῷ παχυνόμενα θερμῷ πήγνυται, τὸ ἀνάπαλιν δὲ τὰ θερμῷ παχυνόμενα ψυχρῷ πήγνυται. τούτων παραδείγματα· τὸ γὰρ ὕδωρ οὐ παχύνεται, ἀλλὰ πήγνυται ἀπὸ τοῦ ψυχροῦ, καθάπερ ὁ κρύσταλλος· καὶ οὗτος ὑπὸ ψυχροῦ πήγνυται, δηλονότι ὑπὸ θερμοῦ λύεται. τῶν δὲ συνθέτων τὰ μὲν ὑπὸ ψυχροῦ παχυνόμενα ὑπὸ θερμοῦ πήγνυται, καθάπερ ὁ κέραμος· οὗτος γὰρ πηλὸς ὢν πήγνυται ὑπὸ ψύξεως, μετὰ δὲ τὴν πῆξιν χαλασθεὶς ἐν τῇ καμίνῳ πήγνυται ὑπὸ τοῦ πυρός. τὰ δ’ ὑπὸ θερμοῦ παχυνόμενα ὑπὸ τοῦ ψυχροῦ πήγνυται, καθάπερ τὸ ἑφθὸν μέλι. τοῦτο γὰρ ὑπὸ μὲν θερμοῦ παχύνεται ἐν τῇ ἑψήσει, ὑπὸ δὲ ψυχροῦ πήγνυται μετὰ τὴν ἕψησιν, εἰ γὰρ πολλάκις ὁρῶμεν, ὅτι μετὰ τὴν ἕψησιν ὑπὸ ψυχροῦ ὕδατος πήγνυται, ἀλλὰ διὰ τὴν ψυχρότητα.3 τὸ αὐτὸ δὲ καὶ περὶ γάλακτος ῥητέον καὶ ὅσα τοιαῦτα· καὶ γὰρ αὐτὸ παχύνεται πρῶτον μὲν ἐν τῇ ἑψήσει ὑπὸ τοῦ θερμοῦ, ὕστερον δὲ πήγνυται ὑπὸ τοῦ ψυχροῦ.
“关于变干已然谈过;而变湿[的一种方式]则是通过凝结而化为水。” 亚里士多德在表明了干燥以五种方式生成之后,现在指出了湿气以多少种方式生成。因为正如干燥的第一种方式是浓稠的湿气变稀薄并消散、借此而变干,同样,现在湿气的第一种方式也是稀薄的湿气变浓稠并凝结、变得比自身更为湿润,正如气转化为水那样。因为气转化为水,是就对我们而言更为湿润,而非就其自身的本性而言。又正如在那边,干燥的第二种方式是来自水之诸湿润种属,第三种方式是来自含有水的事物,例如金属(因为我们曾说,同生的湿气要么是水的诸种属,如酒、乳、乳清,要么含有水;而这些事物凝固,借此看似变干),同样在这里,湿气的第二和第三种方式也就是这些事物的融化:第二种是酒与乳的融化,第三种则是金属的融化。又正如在那边,湿气的第四和第五种方式是含有外来湿气的事物变得潮润与浸湿。这些便是湿气的五种方式。随后,在讨论了干燥并指出了这些事物中的每一者如何生成之后,既然干燥和湿气与凝固和融化具有同族关系,哲学家[亚里士多德]也就凝固与融化进行讨论,并给出了两者的原因。他说,凝固是由三种原因引起的:由热、冷和干引起的;因为一切凝固之物都是由这三者之一引起的,而湿气绝不引起凝固。由热而凝固之物的例子是陶器;因为陶器原先是粘土,被投入火中便凝固而成为陶片。由冷而凝固之物的例子则是冰。[……盐]与纯碱也是如此;因为这些是由干或由热而凝固的。因此它们仅由湿物溶解,无论这湿物是热的还是冷的。因为如果它们纯粹是由热而凝固的,它们要么本应不可溶解,要么仅由冷溶解;而如果它们是由冷而凝固的,它们本应仅由热而溶解,而无需湿物。因此,这些就是凝固的诸原因,这些是它们的例子。而融化的原因有两个:热与湿;热正如在金属的情形中那样,湿正如在盐、纯碱、蜂蜜以及此类事物的情形中那样。但是,为了使论说不致落空(因为按照培埃尼亚人[德摩斯梯尼]的说法,任何言辞若缺乏实效,都显得虚妄而空洞),为了这个缘故,哲学家在凝固与融化的动力因之后,也向我们给出了质料因。他在这些质料上检验凝固与融化的道理,并说凝固之物要么仅是水,要么是由土与水合成的。如果仅是水,它凝固,但绝不增稠;而如果是由土与水合成的,它既增稠又凝固。由冷而增稠的事物由热而凝固,反之,由热而增稠的事物由冷而凝固。这些事物的例子如下:因为水不增稠,而是由冷凝固,就像冰一样;而冰由冷凝固,显然由热溶解。在合成物中,由冷而增稠的事物由热凝固,就像陶器;因为陶器本是粘土,因冷却而凝固,而在凝固之后被置于窑中,便由火而凝固。由热而增稠的事物则由冷凝固,就像熬熟的蜂蜜。因为蜂蜜在熬煮中由热而增稠,而在熬煮之后由冷凝固;因为即使我们常常看到它在熬煮之后由冷水凝固,但这也是由于冷性[而凝固]的。关于乳以及所有此类事物也必须说同样的话;因为乳本身也是首先在熬煮中由热而增稠,随后由冷而凝固。
- 4.6.1ὅτι † ποσαχῶς ἡ ὑγρότης γίνεται
此处虽标有文本残损符号,但从与前文 πενταχῶς γινομένην τὴν ξηρότητα 的对比来看,句法骨干是由间接疑问副词 ποσαχῶς(“以多少种方式”)引导的间接疑问从句。连词 ὅτι 在疑问词前属于赘述式引出间接引语从句的常见现象,或系语序微有错乱。
- 4.6.1εἴτε θερμῷ ἁπλῶς ἐπεπήγεισαν, ἢ ἄλυτα εἶχον εἶναι ἢ ψυχρῷ μόνον λυόμενα
由条件从句中的过去完成时 ἐπεπήγεισαν 与归结分句中的未完成过去时 εἶχον 构成的反事实条件句。εἶχον 带有必然性或应然性意味(“它们本应是不溶的”)。该句与接下来的 εἰ δὲ ψυχρῷ ἐπεπήγεισαν, θερμῷ μόνον ἐλύοντο 构成平行结构,通过归谬法论证盐与纯碱并非单由热或冷而凝固。
- 4.6.1εἰ γὰρ πολλάκις ὁρῶμεν, ὅτι μετὰ τὴν ἕψησιν ὑπὸ ψυχροῦ ὕδατος πήγνυται, ἀλλὰ διὰ τὴν ψυχρότητα
连词 εἰ 在此作让步用法(“即便/即使”),归结分句中省略了谓语动词(πήγνυται),在转折小辞 ἀλλά 之后仅保留了表示原因的介词短语 διὰ τὴν ψυχρότητα。这种句法省略突出了起作用的能力:即使表面上看到是由冷“水”凝固,其实质原因依然是“冷性”而非水本身。
