- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:303.1-304.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解亚里士多德《气象学》第四卷第五章关于凝固诸原因(动力因与形式因)的划分,解释变干作为凝固的前序过程,并界定了水类物体变干的条件。
" Ἔστι δὲ τὰ αἴτια τὰ παρὰ τὴν ὕλην δύο, τό τε ποιοῦν καὶ τὸ πάθος." Τὴν διαφορὰν τῶν αἰτιῶν τῆς πήξεως λέγει, ὅτι μετὰ τὰ ὑλικὰ αἴτια ἄλλα δύο αἴτιά εἰσι, ποιητικὸν καὶ εἰδικόν, ὅπερ εἰδικὸν τὸ πάθος ἐκάλεσεν ὡς γινόμενον ἐν τῷ ὑγρῷ καὶ ξηρῷ·1 τὸ αὐτὸ δὲ καὶ τελικόν.
“而质料之外的原因有两个:作用者与受动状态。” 他在论述凝固诸原因的区分,指出在质料因之外还有另外两个原因,即动力因与形式因;他把形式因称为“受动状态”,因为它产生于湿与干之中;而这也就是目的因。
"Ποιεῖ δὲ τὸ ποιοῦν δυσὶ δυνάμεσι, καὶ πάσχει παθήμασι δυσίν, ὥσπερ εἴρηται· ποιεῖ μὲν θερμῷ καὶ ψυχρῷ." Δῆλος εἶναι ἐνταῦθα δοκεῖ ὁ Ἀριστοτέλης βουλόμενος μηδὲ ποιεῖν ἀφ’ ἑαυτῶν τὸ θερμὸν καὶ ψυχρόν, ἀλλ’ ἢ ἑτέρου τινὸς ποιοῦντος, ὀργάνοις δὲ τούτοις κεχρημένου, ἢ τοῦτο δεῖ λέγειν,2 ὅτι σωμάτων εἶναι λέγει τὸ ποιεῖν καὶ τὸ πάσχειν. τὰ οὖν ποιοῦντα σώματα θερμῷ καὶ ψυχρῷ ποιεῖ, τὰ δὲ πάσχοντα ξηρῷ καὶ ὑγρῷ πάσχει.
“作用者通过两种能力而作用,[受动者]正如已说过的通过两种受动状态而受动;它是通过热与冷作用的。” 在此亚里士多德显然意在表明,热与冷甚至不是凭自身而作用的,而是别的某物在作用并把它们作为工具来使用;或者应当这样说:他说作用与受动属于物体。因此,作用的物体通过热与冷作用,受动的物体通过干与湿受动。
"Τὸ δὲ πάθος ἢ ἀπουσίᾳ ἢ παρουσίᾳ θερμοῦ καὶ ψυχροῦ." Ποῖον πάθος; ἡ πῆξις καὶ ἡ τῆξις. ἀπουσίᾳ μὲν γὰρ θερμοῦ, παρουσίᾳ δὲ ψυχροῦ γίνεται ἡ πῆξις, ἀπουσίᾳ δὲ ψυχροῦ, παρουσίᾳ δὲ θερμοῦ ἡ τῆξις.
“而受动状态或是由于热与冷的缺席,或是由于其在场。” 何种受动状态?凝固与融化。因为由于热的缺席与冷的在场而生成凝固,而由于冷的缺席与热的在场而生成融化。
"Ἐπειδὴ τὸ πήγνυσθαι ξηραίνεσθαί πώς ἐστι, περὶ τούτου εἴπωμεν πρῶτον." Ἐκόλασε τὴν λέξιν διὰ τοῦ εἰπεῖν ξηραίνεσθαί πως. οὐ γὰρ κυρίως ξηραίνεσθαί ἐστι τὸ πήγνυσθαι· ἔνδον γὰρ ἡ ὑγρότης πεπηγυῖα, ἐπὶ δὲ τοῦ ξηραίνεσθαι διαφορεῖται.3 διαλέγεται οὖν περὶ ξηρότητος, ἀλλὰ πρῶτον ἐπαναλαμβάνει τὰ πρώην εἰρημένα, ὅτι τὸ μὲν ὑγρὸν ὕδωρ ἐστί, τὸ δὲ ξηρὸν ἡ γῆ καὶ τὰ λοιπά.
“既然凝固在某种意义上就是变干,我们就首先谈论这一点。” 他通过说“在某种意义上变干”而缓和了措辞。因为严格说来,凝固并不是变干;因为湿气在内部凝固着,而在变干的过程中[湿气]被消散了。因此他讨论干燥,但首先重申了此前说过的话,即湿是水,干是土等等。
"Διὸ καὶ τὸ ψυχρὸν τῶν παθητικῶν μᾶλλον ἐν τούτοις ἐστίν." Ἐπειδὴ ἡ γῆ παθητικόν ἐστι, ὁμοίως δὲ καὶ τὸ ὕδωρ, ἐν τούτοις δ’ ἐστὶ τὸ ψυχρόν (οὔτε γὰρ ἐν ἀέρι οὔτ’ ἐν πυρί), παθητικὸν ἂν εἴη μᾶλλον τὸ ψυχρὸν ἤπερ ποιητικόν. εἰ γὰρ καὶ ποιεῖ, κατὰ συμβεβηκὸς ποιεῖ, ὡς εἴρηται ἐν τῇ θεωρίᾳ.
“因此,属于被动性质的冷也更多地存在于这些之中。” 既然土是被动的,水亦同样,而冷存在于这些之中(因为它既不在气中也不在火中),那么冷应当更多地是被动的而不是主动的。因为即使它作用,也是附带地作用,正如在总论中所说的那样。
"Ποιητικὸν δὲ τὸ ψυχρὸν ὡς φθαρτικὸν ἢ κατὰ συμβεβηκός." Ἰδοὺ αὐτὸς λέγει σαφῶς τὸ ψυχρὸν μὴ εἶναι ποιητικὸν ἀλλ’ ἢ φθορᾶς διὰ τὸ κατ’ ἐπικράτειαν αὐτοῦ γίνεσθαι 〈αὐ〉τὴν ἢ κατὰ συμβεβηκός, ὡς εἴρηται.
“而冷作为毁灭性的或是附带地才是主动的。” 看哪,他自己明确说冷并不是主动的,除非是作为灭亡的主动者(因为灭亡由于冷的占优势而发生),或者如已说过的附带地才是主动的。
"Ξηραίνεται δὲ ὅσα ἐστὶν ὕδωρ καὶ ὕδατος εἴδη, ἢ ἐπέχει ὕδωρ εἴτε ἐπακτὸν εἴτε συμφυές." Ἐντεῦθεν λέγει, ποσαχῶς ξηραίνεται τὸ ξηραινόμενον, μᾶλλον δ’ ἐν πόσοις γίνεται ἡ ξηρότης. καὶ ἔχεις τὴν διαίρεσιν ἐν τῇ θεωρίᾳ εἰρημένην.
“凡是水以及水的诸种,或者含有水(无论是外来的还是同生的)的事物,都会变干。” 从这里起,他说变干之物以多少种方式变干,或者说干燥在多少种事物中发生。你可以在总论中找到所陈述的这一分类。
"Καὶ ὅλως ὅσα μηδεμίαν ἢ βραχεῖαν ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα." Τὰ τοῦ ὕδατος εἴδη ποῖά εἰσιν, ὅτι τὰ μὴ ἔχοντα ὑπόστασιν· ἀλλ’ ἐνταῦθα δεῖ προσθεῖναι τὸ ‘πολλήν’, ἐπεὶ ὁρῶμεν, ὅτι * * τρύγα ἔχει βραχεῖαν καὶ τὸ οὖρον ὑπόστασιν. ἀλλ’ ἐπειδὴ εἰσί τινα μὴ ἔχοντα ὑπόστασιν διὰ γλισχρότητα, οἷον μέλι, πίττα, ὡς δ’ αὐτός φησι, καὶ τοὔλαιον (ἡ γὰρ γλισχρότης οὐκ ἐᾷ ὑφιζάνειν τὸ παχύ· κρατεῖ γὰρ αὐτό), τούτου χάριν προσέθηκεν, ὅτι ὅσα μὴ ἔχει ὑπόστασιν μηδὲ γλισχρότητα, ἵνα τὴν ὑπόστασιν δι’ ἑαυτὸ μὴ ἔχῃ, οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα.4
“并且总的说来,凡是全无或只有微少沉淀物且没有粘性的事物[都会变干]。” 水的诸种是何种事物?是不具有沉淀物的事物。但是这里必须补上“大量的”,因为我们看到,[酒]有微少的沉渣,尿也有沉淀物。但既然有些事物由于粘性而不具有沉淀物,例如蜂蜜、沥青,以及如他自己所说的油(因为粘性不允许浓稠物下沉,而是留住它),为此他加上了“凡是不具有沉淀物且没有粘性的事物”,以便它是由于自身而不具有沉淀物,而不是由于与其并存的粘性而不具有沉淀物。
- 4.5.17ὅπερ εἰδικὸν τὸ πάθος ἐκάλεσεν ὡς γινόμενον ἐν τῷ ὑγρῷ καὶ ξηρῷ
关系代词 ὅπερ 回指 εἰδικόν,εἰδικὸν τὸ πάθος ἐκάλεσεν 构成双宾格结构(“他将该形式因称为受动状态”)。ὡς 引导的分词从句说明了这一称谓的理由。
- 4.5.18ἀλλ’ ἢ ἑτέρου τινὸς ποιοῦντος, ὀργάνοις δὲ τούτοις κεχρημένου, ἢ τοῦτο δεῖ λέγειν
在否定词 μηδέ 之后,ἀλλ’ ἤ 意为“除非/而是”。ἑτέρου τινὸς ποιοῦντος 为属格独立结构,与分词 κεχρημένου 并列;紧随其后的 ἢ τοῦτο δεῖ λέγειν 则引出了注疏者提供的第二种解释方案。
- 4.5.20ἔνδον γὰρ ἡ ὑγρότης πεπηγυῖα, ἐπὶ δὲ τοῦ ξηραίνεσθαι διαφορεῖται
前半句中完成时分词 πεπηγυῖα 省略了系动词 ἐστίν(“湿气凝固在内部”)。与其相对的介词短语 ἐπὶ δὲ τοῦ ξηραίνεσθαι 意为“而在变干的情形中”,形成湿气留在内部与消散向外的对比。
- 4.5.24ἵνα τὴν ὑπόστασιν δι’ ἑαυτὸ μὴ ἔχῃ, οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα
由 ἵνα 引导的目的从句,用于解释亚里士多德在定义中增加“且没有粘性”这一限定的意图。其主语是前文讨论的水或液体类别;意在指明该物体缺乏沉淀物必须是由于自身本质(δι’ ἑαυτό),而非由于附带的粘性阻止了下沉(οὐ διὰ τὴν συνοῦσαν αὐτῷ γλισχρότητα)。
