- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:301.14-302.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《气象论》382a6–382a24,讨论了动物为何仅存于土和水中而不在气或火中,阐述了以触觉能力为参照的硬与软的定义及其相对性,批驳了阿芙洛狄西亚的亚历山大的观点,并论述了凝固与融化的四因。
" Καὶ ἐν γῇ καὶ ἐν ὕδατι ζῷα μόνον ἐστίν, ἐν ἀέρι δὲ καὶ πυρὶ οὐκ ἔστι." Διὰ γὰρ ταύτην τὴν αἰτίαν ἐν ὕδατι μόνον καὶ γῇ γίνονται ζῷα * * *, ἐπειδὴ τὸ ἐν αὐτοῖς ὑγρὸν καὶ ξηρὸν οὐκ ἔστι ζωογόνον. τοῦτο δ’ ἴσως καὶ πρὸς Πλάτωνα αἰνιττόμενος λέγει. ἔλεγε γὰρ ὁ Πλάτων, ὅτι εἰσὶ καὶ πύρεια ζῷα καὶ ἀέρια, ὥσπερ αἱ νύμφαι αἱ λεγόμεναι μακραίωνες. οὐ γὰρ πᾶσα ψυχὴ εἰς γένεσιν ἐρχομένη πάντως κάτεισιν εἰς τοῦτο τὸ χωρίον, ἀλλ’ αἱ μὲν τελειότεραι μέχρι τῆς τοῦ πυρὸς σφαίρας, κἀκεῖθεν δὲ ἀναλαμβάνουσι πύρειον σῶμα δύσφθαρτον, ἄλλαι δὲ μέχρι τοῦ ἀέρος καὶ ἀναλαμβάνουσιν ἀέριον σῶμα. καὶ ὅρος ἐστὶ ταῖς εἰς γένεσιν ἐρχομέναις τελειοτέραις ψυχαῖς ἡ τοῦ ἀέρος σφαῖρα. μήποτε οὖν οὐ δοκεῖ τοῦτο τῷ Ἀριστοτέλει.1
“动物只存在于土中和水中,而不存在于气中和火中。” 因为正是出于这个原因,动物只在水和土中生成[而不在气和火中生成],既然在它们之中的湿与干并不产生生命。他说此话也许也是在暗讽柏拉图。因为柏拉图曾说,也存在着火性动物和气性动物,例如被称为长生宁芙的那些。因为并不是每一个进入生成的灵魂都必然下沉到这个地方,较完善的灵魂下沉直至火的球层,并从那里取得不易朽坏的火性躯体,而另一些灵魂下沉直至气,并取得气性躯体。气的球层对于进入生成的较完善的灵魂乃是一个界限。或许亚里士多德正是不赞同这一点。
"Ἔστι δὲ σκληρὸν μὲν τὸ μὴ ὑπεῖκον εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, μαλακὸν δὲ τὸ ὑπεῖκον τῷ μὴ ἀντιπεριίστασθαι.2" Ἐνταῦθα τὸν ὁρισμὸν τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ παραδίδωσιν, ὅτι σκληρόν ἐστι τὸ μὴ ὑπεῖκον τῇ ἁφῇ εἰς ἑαυτὸ κατὰ τὸ ἐπίπεδον, τουτέστι κατὰ τὸ βάθος, μαλακὸν δὲ τὸ ὑπεῖκον καὶ μὴ ἀντιπεριστάμενον, τουτέστι [μὴ] διασπώμενον.
“硬是沿着自身表面不向内退让者,而软是不通过整体易位而退让者。” 在这里他给出了软与硬的定义:硬是就触觉而言沿着自身表面(即沿着深度方向)不向内退让者,而软是退让且不整体易位(即不被撕裂破损)者。
"Ἁπλῶς μὲν οὖν σκληρὸν ἢ μαλακὸν τὸ ἁπλῶς τοιοῦτον, πρὸς ἕτερον δὲ τὸ πρὸς ἐκεῖνο τοιοῦτον." Ὡς μὲν καθόλου εἰπεῖν τὸ ἁπλῶς μαλακὸν τοιοῦτόν ἐστι καὶ τὸ σκληρὸν ὁμοίως. ἀλλὰ διαφέρει αὐτοῦ τὸ σκληρὸν καὶ τὸ μαλακὸν πρὸς τὴν δύναμιν τῆς ἁφῆς (ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλο ἄλλῳ σκληρόν, [καὶ τὸ μαλακόν]), ὥστε πρὸς μὲν ἑαυτὰ ἀόριστά εἰσι τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὥσπερ τὸ μέγα καὶ τὸ μικρόν (τὸ γὰρ πρὸς ἄλλο μέγα πρὸς ἄλλο μικρόν), πρὸς δὲ τὴν δύναμιν τῆς ἁφῆς ὁρίζεται· διὸ τὸ μὲν ὑπερβάλλον αὐτὴν σκληρόν, τὸ δ’ ἐλλεῖπον μαλακὸν εἶναί φαμεν. τούτου τοῦ λόγου δραξάμενος ὁ Ἀφροδισιεὺς κατεσκεύαζεν,3 ὅτι οὐ παντὸς μαλακοῦ καὶ σκληροῦ ἀντιλαμβάνεται ἡ ἁφή, ἀλλ’ ἢ τοῦ ὑπερβάλλοντος αὐτὴν σκληροῦ ἢ τοῦ ἐλλείποντος μαλακοῦ, τοῦ δὲ ὁμοίως αὐτῇ ἔχοντος σκληροῦ ἢ μαλακοῦ οὐκ ἀντιλαμβάνεται διὰ τὴν ὁμοιότητα, ἀγνοῶν, ὅτι τὸ σκληρὸν καὶ τὸ μαλακὸν τῇ ἁφῇ κρίνεται, καὶ οὔτε σκληρὸν οὔτε μαλακόν ἐστιν ἡ ἁφή· πνεῦμα γάρ ἐστι τὸ ἁπτόμενον, ὡς εἴρηται, ὅπερ οὔτε μαλακὸν οὔτε σκληρὸν δύναται εἶναι διὰ τὰς εἰρημένας αἰτίας.
“绝对地硬或软,即是绝对地属于此类者;而相对于他物,则是相对于彼物属于此类者。” 概括而言,绝对的软属于此类,硬亦同样。但是硬和软相对于触觉能力而与此有所不同(因为不同之物对不同之物为软,不同之物对不同之物为硬),从而硬和软就其自身而言是不确定的,如同大与小一样(因为相对于此物为大者相对于彼物为小),但它们相对于触觉能力而被确定;因此我们说,超过它的乃是硬,不及它的乃是软。阿芙洛狄西亚的亚历山大抓住了这一论述,由此立论说:触觉并不感知一切软和硬,而只感知超过它的硬或不及它的软,但对于与自身状态相仿的硬或软,由于相似性而不能感知。然而他忽略了这一点:硬与软是由触觉来判定的,而触觉本身既非硬亦非软;因为正如已经说过的,触觉的承担者是精气,而由于上述原因,精气既不可能软也不可能硬。
"Ἀνάγκη δὲ σκληρὸν ἢ μαλακὸν εἶναι τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ· ἢ γὰρ ὑπείκει ἢ μή." Ἀνάγκη τὸ ὡρισμένον σῶμα οἰκείῳ ὅρῳ, τουτέστι τὸ σύνθετον, † πλέον μετέχειν τοῦ ξηροῦ καὶ εἶναι μαλακόν, καὶ οὐκ ἔστι παρὰ ταῦτα.
“而由自身固有的界限所界定的物体必然是硬的或是软的;因为它要么退让,要么不退让。” 由自身固有的界限所界定的物体(即复合体),必然[要么更多分有干而是硬的,要么]更多分有湿而是软的,在此之外别无其他。
"Ὥστε ἐπὶ πᾶν μὲν τὸ ὡρισμένον καὶ συνεστηκὸς ἢ μαλακὸν ἢ σκληρόν, ταῦτα δὲ πῆξίς ἐστιν." Ἐπειδή, φησί, πᾶν σύνθετον μαλακὸν καὶ σκληρὸν πήξει καὶ τήξει γίνεται, περὶ πήξεως καὶ τήξεως διαλάβωμεν καὶ ζητήσωμεν, τίνα τούτων αἴτια ὑλικὰ καὶ ποιητικά, εἰδικὰ καὶ τελικά· τὰ μὲν οὖν ὑλικὰ ξηρότης καὶ ὑγρότης, τὰ δὲ ποιητικὰ θερμότης καὶ ψυχρότης, τὰ δὲ εἰδικὰ πῆξις καὶ τῆξις. ταῦτα δὲ καὶ τελικά· βούλεται γὰρ ὁ Ἀριστοτέλης ταὐτὸν εἶναι τελικόν τε καὶ εἰδικὸν αἴτιον.
“因此,每一个被界定且凝结而成的物体要么是软的要么是硬的,而这些便是凝固。” 他说,既然一切软的和硬的复合体都是通过凝固与融化生成的,那么就让我们分别讨论凝固与融化,并探求它们的质料因、动力因、形式因和目的因是什么。因此质料因乃是干性与湿性,动力因是热与冷,形式因则是凝固与融化。而这些也就是目的因;因为亚里士多德主张目的因与形式因是同一的。
- 4.5.12μήποτε οὖν οὐ δοκεῖ τοῦτο τῷ Ἀριστοτέλει
μήποτε 与陈述式现在时连用,表示委婉的推测或断定(“或许……并不……”)。在此用于委婉地指出亚里士多德并不赞同前述柏拉图关于火或气中亦有动物的学说。
- 4.5.13τῷ μὴ ἀντιπεριίστασθαι
带冠词不定词的与格(τῷ 加不定词),表示方式、手段或条件。在软的定义中,它规定了这种退让并非如流体般向周围换位避让(ἀντιπερίστασις),而是自身凹陷屈服。
- 4.5.14τούτου τοῦ λόγου δραξάμενος ὁ Ἀφροδισιεὺς κατεσκεύαζεν
δράσσομαι 支配属格(τούτου τοῦ λόγου)。句子的核心骨架为“阿芙洛狄西亚的亚历山大抓住了这一论述,由此立论……(ὅτι从句)”,后接副词性分词 ἀγνοῶν,揭示其关于触觉器官特性的认识缺陷。
