← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§299.29-301.13

受动本原的湿干与水土之本性

奥林匹奥多鲁斯注解亚里士多德《气象论》381b23–382a4,阐明作为受动本原的湿与干构成了月下复合体的质料,并通过潜能与现实之分以及菜肴与调料的类比,讨论了它们与土、水两元素的本有属性联系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.2

" Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ ξηροῦ, ληπτέον τὰ εἴδη." Ἐπειδή, φησίν, ἤδη εἴπομεν περὶ θερμοῦ καὶ ψυχροῦ τῶν δραστικῶν καὶ τῶν τούτοις ἑπομένων, εἴπωμεν καὶ περὶ τῶν παθητικῶν καὶ τῶν τούτοις ἑπομένων παθῶν, ἅπερ εἴδη ἐκάλεσεν· αἵτινές εἰσιν αἱ τῇ ἀντιθέσεις.

“在受动者中,即湿与干,我们必须把握其种。” 他说,既然我们已经讨论了能动者(热与冷)以及伴随它们的事物,那么我们也当讨论受动者以及伴随它们的受动状态(他称之为种),即处于对立中的诸状态。

§4.5.3

"Εἰσὶ δὲ αἱ μὲν ἀρχαὶ τῶν σωμάτων αἱ παθητικαὶ ὑγρὸν καὶ ξηρόν." Παθητικὰς ἀρχὰς ἐκάλεσε τὰς ὑλικὰς ποιότητας. ἔθος γὰρ αὐτῷ μὴ μόνον τὸ ποιητικὸν αἴτιον ἀρχὴν καλεῖν, ἀλλὰ καὶ τὸ ὑλικόν· τοῦτο γὰρ καὶ ἐν τῇ Φυσικῇ πεποίηκεν.

“物体的受动本原即是湿与干。” 他把质料性的性质称为受动本原。因为他的习惯不仅把动力因称为本原,而且也把质料因称为本原;他在《物理学》中也是这样做的。

§4.5.4

"Τὰ δ’ ἄλλα μικτὰ μὲν ἐκ τούτων." Ἄλλα, τὰ ποῖα; δηλονότι τὰ σύνθετα, ἅπερ ἐστὶν ὑπὸ σελήνης· ταῦτα γὰρ πάντα ἐξ ὑγροῦ καὶ ξηροῦ σύγκειται, τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ συνυπάρχοντος τῇ τούτων ἑνώσει. ἔχεις ἐντεῦθεν τὸ πρῶτον πρόβλημα, ὅτι ἡ ὕλη τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν.

“其余事物则是出于这些的混合物。” 其余事物是哪一类事物?显然是月下界的复合体;因为所有这些复合体都由湿与干组成,且热与冷共存于它们的结合之中。由此你得到了第一个论题:复合体的质料是湿与干。

§4.5.5

"Ὁποτέρου δὲ μᾶλλον, τούτου τὴν φύσιν.1" Εἰ καὶ πάντα τὰ σύνθετα ὑπὸ ξηροῦ καὶ ὑγροῦ σύγκειται, ἀλλὰ τὸ μὲν τοῦδε μᾶλλον μετέχει, τὸ δὲ τοῦδε.

“[分有]二者中哪一个更多,[便具有]哪一个的本性。” 即使一切复合体都由干与湿合成,但这一物分有此者更多,另一物分有彼者更多。

§4.5.6

"Πάντα δὲ τὰ μὲν ἐντελεχείᾳ ἔσται, τὰ δὲ τοῦ ἀντικειμένου.2 " Πάντα, φησί, τὰ σύνθετα τὰ μὲν δυνάμει ξηρά, ὥσπερ λίθος, τὰ δ’ ἐνεργείᾳ, ὥσπερ γῆ· καὶ τὰ μὲν δυνάμει ὑγρά, ὥσπερ ἅλες, νίτρον, τὰ δ’ ἐνεργείᾳ ὑγρά, ὥσπερ ὕδωρ.

“一切事物,一部分将处于现实,一部分则处于对立者的[现实]。” 他说,一切复合体,有的在潜能上是干的(如石头),有的在现实上是干的(如土);有的在潜能上是湿的(如盐、碱),有的在现实上是湿的(如水)。

§4.5.7

"Ἔχει δ’ οὕτω τῆξις πρὸς τὸ τηκτόν." Τὸ μὲν γὰρ τηκτὸν δυνάμει ἐστὶν ὑγρόν, τὸ δ’ ἤδη τακὲν ἐνεργείᾳ.

“融化之于可融化者,关系也是如此。” 因为可融化者在潜能上是湿的,而已融化者在现实上是湿的。

§4.5.8

"Ἐπεὶ δ’ ἐστὶ τὸ μὲν ὑγρὸν εὐόριστον, τὸ δὲ ξηρὸν δυσόριστον, ὅμοιόν τι τῷ ὄψῳ καὶ τοῖς ἡδύσμασιν." Ἐντεῦθεν τῆς κατασκευῆς ἄρχεται τοῦ πρώτου προβλήματος, ὅτι πάντα τὰ σύνθετα ὕλην ἔχει τὸ ὑγρὸν καὶ τὸ ξηρόν. ὥσπερ γὰρ τὰ ὄψα καὶ τὰ καρυκεύματα χωρὶς μὲν ἀλλήλων ὄντα ἄβρωτά εἰσι, συμμιχθέντα δέ, τότε γίνεται ἥδυσμα, οὕτω καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν καθ’ ἑαυτὰ μὲν ὄντα οὐ συνίστανται, ἑνωθέντα δὲ ποιοῦσι τὰ σύνθετα.

“既然湿易于被界定,而干难于被界定,这就类似于菜肴与调味品。” 由此开始了对第一个论题的立论,即一切复合体都以湿与干为质料。因为正如菜肴和调味料彼此分离时是不可食用的,但混合在一起时便成了调味佳肴,同样,湿与干各自独立存在时不能成立,但结合在一起时便产生出复合体。

§4.5.9

"Ὥσπερ καὶ Ἐμπεδοκλῆς ἐποίησεν3 ἐν τοῖς φυσικοῖς." Καλῶς τὸ ἐποίησε διὰ τὸ εἶναι αὐτὸν ποιητήν.

“正如恩培多克勒在《论自然》中所作的那样。” 亚里士多德巧妙地用了“作”字,因为恩培多克勒是一位诗人。

§4.5.10

"Λέγεται δὲ τῶν στοιχείων ἰδιαίτατα, ξηρὸν μὲν γῆς, ὑγρὸν δὲ ὕδατος." Τὸ δεύτερον πρόβλημα τὸ λέγον, ὅτι ἐν γῇ καὶ ὕδατι ὑγρὸν καὶ ξηρόν, τουτέστιν ὕλη τῶν συνθέτων· τούτων γὰρ τῶν σωμάτων εἰσὶν αὗται αἱ ποιότητες ἰδιαίταται. ἐντεῦθεν ὁ Πορφύριος ὠφεληθεὶς τὸ ἰδιαίταται εἶπεν αὐτὸ ἐπὶ τῆς διαφορᾶς ἐκ ταύτης τῆς λέξεως. καὶ ἡ ἀπορία συγκεκρότηται, πῶς λέγει νῦν ἰδιαίτατα τὸ ὑγρὸν τοῦ ὕδατος.

“在各元素中,干被说成最特属于土,湿最特属于水。” 这是第二个论题,说明湿与干(即复合体的质料)存在于土与水中;因为这些性质对这两个物体而言是最特有的。波菲利由此获益,从这一文句出发将“最特属”一词用于属差。由此构成了这样一个疑难:他如今怎么能说湿最特属于水呢?

§4.5.11

"Καὶ διὰ τοῦτο ἅπαντά τε τὰ ὁρώμενα σώματα ἐντεῦθεν οὐκ ἄνευ γῆς καὶ ὕδατος." Ἐπειδὴ αἱ συνθεῖσαι αὐτὰ ποιότητες, ὑγρότης λέγω καὶ ξηρότης, τούτων τῶν στοιχείων εἰσί.

“因此,在此处可见的一切物体都不能没有土与水。” 因为合成这些物体的性质(即湿性与干性)属于这两个元素。

语法注3 条
  1. 4.5.5Ὁποτέρου δὲ μᾶλλον, τούτου τὴν φύσιν.

    亚里士多德典型的极度省略结构。在由关系代词 ὁποτέρου 引导的从句中省略了表示“分有”的动词(如 μετέχει),主句 τούτου τὴν φύσιν 中则省略了支配宾语的动词(如 ἔχει)。正如奥林匹奥多鲁斯在注文中所阐释的(τὸ μὲν τοῦδε μᾶλλον μετέχει, τὸ δὲ τοῦδε),结构应当理解为:复合体更多分有两者中的哪一个,便具有该者的本性。

  2. 4.5.6τὰ δὲ τοῦ ἀντικειμένου

    该分句与前半句的 τὰ μὲν ἐντελεχείᾳ ἔσται(一部分将处于现实)构成对举。属格 τοῦ ἀντικειμένου 之前省略了在前句中出现的副词性与格 ἐντελεχείᾳ(在现实态上),整体意为“另一部分则处于对立状态的[现实态]”。奥林匹奥多鲁斯在注疏中将其进一步具体化为“潜能”(δυνάμει)与“现实”(ἐνεργείᾳ)的对立。

  3. 4.5.9ἐποίησεν

    动词 ποιέω 既可单纯表示“作/阐述”,也可专门表示“作诗”。奥林匹奥多鲁斯明确指出 διὰ τὸ εἶναι αὐτὸν ποιητήν(因为他是一位诗人),表明在此亚里士多德使用 ἐποίησεν 是一语双关的修辞性用词,巧妙地呼应了恩培多克勒作为诗人的身份。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:299.29-301.13