- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:1.4-3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注释了《气象学》序言(338a20),展示了本书与过去、未来及现在诸著作的关联,指出本书旨在阐明高空受动状态的质料因,并通过两条论据论证了天体(第五元素)为动力因,而四种元素为质料因。
" Περὶ μὲν οὖν τῶν πρώτων αἰτίων τῆς φύσεως." Τὸ προοίμιον τοῦ προκειμένου βιβλίου τοῦ Ἀριστοτέλους τὸν παρ’ Ὁμήρῳ μάντιν ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνήσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα.1 καὶ τῶν μὲν φθασάντων ἀναμιμνήσκει λέγον τὰ εἰρημένα αὐτῷ ἐν τῇ Φυσικῇ ἀκροάσει, ἐν τῇ Περὶ οὐρανοῦ, ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. τὰ δὲ μέλλοντα προανακρούεται μεμνημένον τῶν ὑπολοίπων αὐτοῦ πραγματειῶν, ὅσαι περὶ ἐμψύχων αὐτῷ εἰσι γεγραμμέναι, ἀλλὰ περὶ ἐμψύχων ἢ ἀναισθήτων, ὡς ἡ Περὶ φυτῶν πραγματεία, ἢ αἰσθανομένων, ὡς ἡ Περὶ ζῴων ἱστορίας. τὰ δὲ παρόντα ἐκδιηγεῖται τὸν σκοπὸν τοῦ παρόντος βιβλίου παραδιδόν. καὶ τὰ μὲν φθάσαντα καὶ μέλλοντα ταῖς οἰκείαις πραγματείαις καταλείψαντες τὸν σκοπὸν τοῦ προκειμένου συγγράμματος παραδώσομεν. Σκοπός ἐστι τοίνυν τῷ Ἀριστοτέλει τὰ ἐν τῷ μεταρσίῳ συνιστάμενα πάθη τῶν στοιχείων τῶν ὁμοΰλων παραδοῦναι ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ.2 τοῦτο δὲ πρόσκειται, ἐπειδὴ ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι περὶ τῶν ἐν τῷ μεταρσίῳ ὁ σκοπός. κατὰ φύσιν γὰρ ἔχουσαι αὗται τὴν ἄνω φορὰν διώκουσι, παρὰ φύσιν δὲ γινόμεναι μένουσι κάτω ἐν τῇ γῇ καὶ ποιοῦσι σεισμοὺς καὶ τὰ λοιπά, ἃ μέλλομεν μαθεῖν. οὗτος ὁ σκοπός. ἀλλ’ ἐπειδὴ κανών ἐστιν Ἀριστοτέλους ἐκ θυρῶν εὐθέως τῆς Φυσικῆς ἀκροάσεως εἰρημένος αὐτῷ ὁ λέγων, ὅτι ὁ θέλων περί τινος πράγματος ἀκριβῶς διδάξαι ὀφείλει τὰ αἴτια αὐτοῦ πρῶτον ἀποδοῦναι (ἡ γὰρ τῶν αἰτίων γνῶσις σαφῆ τὴν τῶν πραγμάτων διδασκαλίαν καθίστησι· φησὶ γὰρ αὐτὸς ἀρχόμενος τῆς Φυσικῆς ἀκροάσεως· “ἐπειδὴ τὸ εἰδέναι καὶ τὸ ἐπίστασθαι συμβαίνει περὶ πάσας τὰς μεθόδους, ὧν εἰσιν ἀρχαὶ ἢ αἴτια ἢ στοιχεῖα, ἐκ τοῦ ταῦτα γνωρίζειν. τότε γὰρ οἰόμεθα γνωρίζειν ἕκαστον, ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς ἀρχὰς τὰς πρώτας”) — ἐπειδὴ οὖν τοιοῦτος Ἀριστοτέλους ἐστὶ κανών, διὰ ταύτην τὴν αἰτίαν καὶ νῦν οὐ πρότερον εἰς τὴν τῶν ζητουμένων διδασκαλίαν εἰσβάλλει, ἀλλὰ ζητεῖ τὰ αἴτια τῶν ἐνταῦθα διδασκομένων τὰ προσεχῆ, καὶ ἐπειδὴ φιλοκαθόλου ὁ φιλόσοφος, ἀνατρέχει ἐπὶ τὸ καθόλου καὶ ζητεῖ πάντων τὰ αἴτια, τό τε ποιητικὸν καὶ τὸ ὑλικόν. πέντε τοίνυν στοιχείων ὄντων τοῦ παντὸς κόσμου, τοῦ πέμπτου στοιχείου καὶ τῶν ὑπολοίπων τεσσάρων, πυρός, ἀέρος, ὕδατος, γῆς, τὸ μὲν οὐράνιον σῶμα (ταὐτὸν δὲ εἰπεῖν τὸ πέμπτον στοιχεῖον) ποιητικόν ἐστιν αἴτιον, τὰ δὲ ἄλλα τέσσαρα ὑλικά εἰσιν. ὅτι δὲ ἔστι ἕτερον πέμπτον στοιχεῖον παρὰ τὰ τέσσαρα, δέδειχεν ἡ Περὶ οὐρανοῦ πραγματεία. ὅτι δὲ καὶ τέσσαρά εἰσι τὰ ὑλικὰ στοιχεῖα καὶ οὐ πλείονα οὔτε ἐλάσσονα, δέδειχεν ἡ Περὶ γενέσεως καὶ φθορᾶς. ὅτι δὲ τὸ μὲν πέμπτον σῶμα ποιητικὸν αἴτιόν ἐστι, τὰ δ’ ἄλλα τέσσαρα ὑλικά, δείκνυσιν ὁ Ἀριστοτέλης διὰ δύο λόγων, ὧν ὁ μὲν πρῶτος τοῦτον ἔχει τὸν τρόπον. τὰ οὐράνια σώματα κινοῦσι τὰς ὁλότητας τῶν στοιχείων· θιγγάνουσι γάρ πως αὐτῶν, ἐπειδὴ δέδεικται μηδὲν ὂν κενόν. πλὴν εἰ καὶ θιγγάνουσιν, οὐ μοχλείᾳ καὶ βίᾳ κινοῦνται· οὐ γὰρ παρὰ φύσιν σύμπασαι συνθέουσιν αἱ ὁλότητες τῷ πέμπτῳ σώματι τῶν στοιχείων καὶ κύκλῳ κινουμένῳ κινοῦνται, ἀλλ’ ὑπὲρ φύσιν. ὥσπερ γὰρ ζῷον ἐνθουσιῶν καὶ ὑπὸ ψυχῆς ἐλλαμπόμενον ὑπὲρ φύσιν κινεῖται ἐπὶ τὰ πλάγια κινούμενον (ὅσον γὰρ ἐφ’ ἑαυτῷ τὸ σῶμα κάτω βρίθει), οὕτω καὶ αἱ ὁλότητες τῶν στοιχείων ὑπὲρ φύσιν κινοῦνται σύμπασαι συνθέουσαι τῷ πέμπτῳ σώματι. ὥστε οὖν τὸ πέμπτον στοιχεῖον αἴτιόν ἐστι τῆς κινήσεως τῶν τεσσάρων στοιχείων, τὸ δὲ αἴτιον τῆς κινήσεως ποιητικὸν αἴτιον· οὐ γὰρ ἄλλως τὸ ποιητικὸν ὁριζόμεθα, εἰ μὴ ὅθεν ἡ ἀρχὴ τῆς κινήσεως· τὸ πέμπτον ἄρα σῶμα ποιητικὸν αἴτιόν ἐστιν. οὗτος ὁ πρῶτος λόγος. δεύτερος λόγος· τὰ οὐράνια σώματα οὐδὲ ἀρχὴν ἔχουσιν οὐδὲ πέρας ὅσον ἐφ’ ἑαυτά· ποίαν γὰρ ἄν τις αὐτῶν ἀρχὴν ἢ πέρας λάβοι ὁμοιομερῶν ὄντων τῶν κύκλῳ; πόθεν γάρ τις ἄρξοιτο ἢ ποῦ τελευτήσει κυκλικῆς ὑποκειμένης τῆς κινήσεως; τὰ μέντοι τέσσαρα στοιχεῖα, ἐπειδὴ τὴν ἐπ’ εὐθείας κινοῦνται κίνησιν, ἀρχὴν ἔχουσιν, ὅθεν τὴν ὁρμὴν ποιοῦνται. ἀλλὰ μὴν καὶ πέρας· δέδεικται γὰρ μὴ ὂν τὸ ἄπειρον. ἀρχὴν δὲ καὶ πέρας τὴν γένεσιν καὶ τὴν φθορὰν ληπτέον. χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά.3
“关于自然的最初原因”亚里士多德本书的序言效仿了荷马史诗中的先知——那位知晓现在之事、将来之事以及过去之事的人——与这三个时间同行,令人回忆起过去之事,预告了将来之事,叙述了现在之事。关于过去之事,它通过陈述他在《物理学》、《论天》、《论生成与毁灭》中所说的事情来令人回忆;关于将来之事,它通过提及他余下的论著来预告——只要是他关于具灵物所撰写的,即或是关于无感觉的具灵物(如《论植物》),或是关于有感觉的具灵物(如《动物志》);关于现在之事,它通过传授本书的旨趣来加以叙述。既然我们将过去和将来的事情留给它们各自的专论,那么就让我们来传授眼前这部著作的旨趣吧。亚里士多德的旨趣在于,就质料因而言,传授同质料的元素在高空所构成的诸受动状态。之所以加上这一点,是因为关于高空之事的旨趣,是在关涉蒸发物[与烟气]的限度内存在的。因为这些蒸发物在顺乎自然时追求向上的运动,但在反乎自然时则留在下方的土地中,引发地震以及我们即将了解的其余现象。这就是其旨趣。但是,既然亚里士多德在《物理学》开门见山之处就陈述了一条规则,该规则说:凡想就某一事物进行精确教学的人,必须首先说明其原因(因为对原因的认识能使对事物的传授变得清晰;正如他自己在《物理学》开篇所说:“既然在所有具有本原、原因或元素的研究路径中,认识和理解都是从知晓这些而来的;因为只有当我们认识了最初的原因和最初的本原时,我们才认为自己认识了每一事物”);既然亚里士多德有这样一条规则,因此出于这个原因,他现在也没有立刻投入对所探讨事物的传授,而是探求在此处所传授之事的邻近原因;又因为哲学家是热爱普遍之物的,所以他上溯到普遍之物,探求万物的原因,即动力因和质料因。那么,既然整个宇宙有五种元素——第五元素以及其余四种(火、气、水、土)——天体(说第五元素也是同一回事)是动力因,而其他四种则是质料因。在四种元素之外还存在另一个第五元素,这已由《论天》论著表明。质料元素正好有四种,既不多也不少,这已由《论生成与毁灭》表明。而第五物体是动力因,其他四种是质料因,亚里士多德通过两个论据证明了这一点,其中第一个论据如下。天体推动各元素的整体块;因为既然已证明没有任何虚空存在,天体便在某种方式上触碰着它们。然而,即便〔天体〕触碰着,〔整体块〕也不是通过杠杆作用和暴力被推动的;因为元素的一切整体块随着第五物体奔行并非反乎自然,随着作圆周运动的[第五物体]而运动并非反乎自然,而是超越自然。正如一个受神灵附体并被灵魂照亮的动物,在横向运动时是超越自然地运动一样(因为就身体自身而言,它是向下沉重的),各元素的整体块也是如此,它们随着第五物体一同奔行,都是超越自然地运动。因此,第五元素是四种元素运动的原因,而运动的原因就是动力因(因为除了作为运动本原的来源之外,我们无法对动力因做出其他定义);所以第五物体是动力因。这是第一个论据。第二个论据如下:天体就其自身而言,既无始也无终;因为圆周上的事物是同质部分的,谁能把握其任何开始或终结呢?因为如果预设运动是圆周的,人将从何开始,又在哪里终结呢?然而四种元素既然作直线运动,就拥有一个它们从中发出冲力的开始。而且它们确实也拥有终结;因为已经证明无限并不存在。而开始与终结应当理解为生成与毁灭。但无始无终的事物必定是拥有开始和终结之物的动力因,因为它们也是未被生成的;因此,凡是无始的、因无终而永恒的事物,理所当然是[动力因],而后者则是既被生成又可毁灭的。
- 1.1.1τὸ προοίμιον ... ἐκμιμούμενον, ὃς ᾔδη τά τ’ ἐόντα τά τ’ ἐσσόμενα πρό τ’ ἐόντα, τοῖς τρισὶ χρόνοις συμπαραθέον ἀναμιμνήσκει τῶν φθασάντων, προανακρούεται τὰ μέλλοντα, ἐκδιηγεῖται τὰ παρόντα
该句的骨干为中性主格主语 τὸ προοίμιον 支配中性分词 ἐκμιμούμενον 与 συμπαραθέον,并带出三个并列的主动词 ἀναμιμνήσκει、προανακρούεται 和 ἐκδιηγεῖται。关系从句 ὃς ᾔδη... 修饰先行词 τὸν παρ’ Ὁμήρῳ μάντιν(化用《伊利亚特》1.70中对卡尔卡斯的描写),三个主动词分别对应过去、未来和现在的著作群。
- 1.1.1ὅσον ἐπὶ τῇ αἰτίᾳ τῇ ὑλικῇ
惯用短语 ὅσον ἐπί + 与格起限定作用,意为“就……而言”或“在……的限度内”。后文的 ὅσον ἐπὶ ταῖς ἀναθυμιάσεσι 以及接宾格的同义短语 ὅσον ἐφ’ ἑαυτῷ / ὅσον ἐφ’ ἑαυτά 均具有相同的限定功能。
- 1.1.1χρὴ δὲ τὰ ἄναρχα καὶ ἀτελεύτητα ποιητικὰ εἶναι αἴτια τῶν ἀρχὴν καὶ πέρας ἐχόντων, ἐπειδὴ καὶ ἀγένητα· εἰκότως ἄρα εἰσὶν ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα, ἐκεῖνα δὲ καὶ γενητὰ καὶ φθαρτά.
在非人称动词 χρὴ 支配的“宾格加不定式”结构中,主语宾格为 τὰ ἄναρχα καὶ ἀτελεύτητα,表语宾格为 ποιητικὰ ... αἴτια,而 τῶν ἀρχὴν καὶ πέρας ἐχόντων 是 αἴτια 所支配的属格补足语。末尾的 εἰκότως ἄρα εἰσὶν... 中省略了表语 ποιητικὰ αἴτια,关系从句 ὅσα ἄναρχα καὶ ἀίδια ὡς ἀτελεύτητα 作主语。
