- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:298.14-299.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯通过补充“表面保持未被分割而顺从”这一限定,阐明了亚里士多德关于硬与软的定义(381b23),并遵循阿摩尼乌斯的主张维护亚里士多德以反驳亚历山大的批评。进而他讨论了硬软的相对性、凝固与融化、干燥的诸种方式(生来的、深层的及表层的湿气)以及干燥的成因(热的原初作用与冷通过反周围包围产生的偶性作用)。
οὐκοῦν δεῖ προσθεῖναι οὐ τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας,1 οἷον ὁ κηρὸς καὶ τὸ στέαρ ἤ τι τοιοῦτον. ὁ μὲν γὰρ ἀὴρ καὶ τὸ ὕδωρ οὐ μόνον κατὰ βάθος, ἀλλὰ καὶ κατὰ πλάτος ὑπείκει διαιρούμενα, τὰ δὲ μαλακὰ ἀδιαίρετα μένοντα ὑπείκει κατὰ βάθος. ἐντεῦθεν ἐπιλαμβάνεται ὁ Ἀφροδισιεὺς τοῦ φιλοσόφου, ἐπειδὴ εἶπε τὴν ἁφὴν παντὸς σκληροῦ καὶ παντὸς μαλακοῦ αἰσθάνεσθαι. οὐ γὰρ παντός φησιν αἰσθάνεσθαι (οὐ δήπου γὰρ τὰ ὅμοια ἐν τοῖς ὁμοίοις), ἀλλὰ μᾶλλον τοῦ ἀνομοίου. ὁ δὲ μέγας φιλόσοφος2 καλῶς ἔφη λέγειν τὸν Ἀριστοτέλην. οὐ γὰρ ὅμοιον ἔλεγεν εἶναι τὸ ἁπτόμενον τοῦ ἁπτοῦ, ἐπειδὴ οὐχ οἱ δάκτυλοί εἰσιν οἱ αἰσθανόμενοι τοῦ μαλακοῦ καὶ σκληροῦ, ἀλλὰ τὸ πνεῦμα τὸ ἁπτικόν, ὅπερ ἐν αὐτοῖς ἐμπεριέχεται· τοῦτο δ’ οὔτε μαλακόν ἐστι οὔτε σκληρόν, εἴ γε οὔτε ὁ ἀήρ. ἀλλὰ μᾶλλον ἔδει λέγειν, ὅτι οὐ παντὸς θερμοῦ καὶ ψυχροῦ αἰσθάνεται ἡ ἁφή· οὐ γὰρ καὶ τοῦ ἀνομοίου. ὅθεν οἱ δάκτυλοι ἅμα γέ πως αἰσθάνονται ἀλλήλων καὶ οὐ κυρίως, διὰ τὸ ὁμοίως κεκρᾶσθαι καὶ ἐλάχιστον εἶναι ἐν αὐτοῖς τὴν παρατροπήν. ταῦτα μὲν οὖν περὶ τοῦ ὁρισμοῦ τοῦ μαλακοῦ καὶ σκληροῦ καὶ τῆς ἀπορίας. ἐφ’ οἷς φησιν, ὅτι τὸ μαλακὸν καὶ τὸ σκληρὸν πρός τί εἰσι τὰ τοιαῦτα· ἄλλο γὰρ ἄλλῳ μαλακὸν καὶ ἄλλῳ ἄλλο σκληρόν. ἰδοὺ γοῦν ἀθλητής τις ὤφθη τὰ λεγόμενα βολίδια διαθρύψας καίτοι σκληρὰ ὄντα τῇ ἁφῇ· ἀλλ’ ὅμως ἐκείνῳ μαλακὰ γέγονεν. οὕτω δὲ καὶ ὁ Τυανεὺς Ἀπολλώνιος ‘τί ποτέ ἐστι λόγος’, ἔφη, ‘ᾧ τοῦτο εἴκει;’ τὸν δάκτυλον κατὰ λίθου προσαγαγών, καίτοι λίθου πρὸς τὴν ἁφὴν τοῦ δακτύλου ὑποχωρήσαντος. Ἀλλ’ ἐπειδὴ τὸ σκληρὸν καὶ τὸ μαλακὸν ὑπὸ τήξεως γίνονται καὶ πήξεως, εἰκότως καὶ περὶ τήξεως καὶ πήξεως διαλέγεται ὁ φιλόσοφος· τὸ μὲν γὰρ σκληρὸν ὑπὸ πήξεως, τὸ δὲ μαλακὸν ὑπὸ τήξεως γίνεται. ἀλλ’ ἐπειδὴ τὸ τηκτὸν καὶ τὸ πηκτὸν ὑγρῷ καὶ ξηρῷ γίνεται, τὸ μὲν τηκτὸν ὑγρῷ, τὸ δὲ πηκτὸν ξηρῷ, τούτου χάριν καὶ περὶ ξηροῦ καὶ ὑγροῦ διαλέγεται. καὶ διδάσκει ἡμᾶς, κατὰ πόσους τρόπους γίνεται τὰ ξηραινόμενα, κατὰ πόσους δὲ τὰ ὑγραινόμενα. καί φησιν, ὅτι ἑκάτερον πενταχῶς· ἀλλὰ πῶς μὲν ὑγραίνει τὸ ὑγραινόμενον, ἡ ἐφεξῆς θεωρία παραστήσει· νῦν δ’ ἐροῦμεν, ὅπως ξηραίνεται τὸ ξηραινόμενον. πρῶτος μὲν γὰρ τρόπος ξηρότητος, ὡς ὅταν ὕδωρ παχὺ ὂν πρὸς τὴν οἰκείαν φύσιν λεπτότερον καὶ εὐδιαφόρητον γένηται καὶ διὰ τούτου ξηρανθῇ. δεύτερος τρόπος ξηρότητος ἐπὶ οἴνου καὶ γάλακτος ἢ ὀρροῦ ἤ τινος τοιούτου ὑγροῦ. τρίτος ὡς ἐπὶ τῶν μετάλλων. καὶ αὐτὰ γάρ, ἐπειδὴ ὑγρότης ἐστὶ παγεῖσα, ἐπιδέχεται ὑγρότητα ὡς πρὸς τὰ καταφρυττόμενα μέταλλα. τέταρτον ὡς ἐπὶ τὴν ἐπιφάνειαν ἐχόντων ὑγρῶν λίθων. ἐπὶ τούτων γὰρ πάντων γίνεται ἡ ξηρότης, ὡς εἶναι διαίρεσιν τοιαύτην· πᾶν τὸ ξηραινόμενον ἢ σύμφυτον ἔχει τὴν ὑγρότητα ἢ διὰ βάθους αὐτὴν ἔχει ἢ ἐπιπολῆς· διὰ βάθους μέν, ὡς τὰ βεβρεγμένα ἱμάτια, ἐπιπολῆς δ’ ὡς κατὰ τὴν ἐπιφάνειαν βεβρεγμένον μάρμαρον, ὅπερ διερόν καλεῖ ὁ Ἀριστοτέλης ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ τὰς αἰτίας τῆς ξηρότητος ἀποδίδωσιν. αἰτία γάρ, φησίν, τοῦ ξηραίνεσθαι τὸ θερμὸν καὶ τὸ ψυχρόν. ἀλλὰ τὸ μὲν θερμὸν κατὰ πρῶτον λόγον, τὸ δὲ ψυχρὸν κατὰ συμβεβηκός. καὶ τὸ μὲν θερμὸν ἐκδιαφοροῦν τὴν ἐντὸς ὑγρότητα καὶ ἐξατμίζον ποιεῖ τὴν ξηρότητα, τὸ δὲ ψυχρὸν τῷ ἀντιπεριίστασθαι καὶ ἀποκλείειν ἔνδον τὴν θερμότητα·3 αὕτη γὰρ ἀποκλειομένη πολυπλασιάζει τὴν ἔνδον θερμότητα, ἥτις πολυπλασιασθεῖσα ἐκδαπανᾷ τὴν ὑγρότητα. ἐντεῦθεν πάλιν † λέγει, θερμότητος γίνεται ἢ ξηρότητος. ὅθεν τὴν ψυχρότητα μᾶλλον παθητικὸν καλεῖ ὁ φιλόσοφος, ἐπειδὴ τοῖς παθητικοῖς μᾶλλον ὑπάρχει στοιχείοις, γῇ καὶ ὕδατι, ἤπερ ποιητική. εἰ γὰρ καὶ ποιεῖν λέγεται, οὐ κυρίως ποιεῖ, ἀλλ’ ἢ κατὰ συμβεβηκός, ὡς ἤδη εἴρηται, ἢ ὡς φθαρτικόν. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
因此必须补充说,并非[仅是]在深度上顺从触觉者,而是在表面保持未被分割的情况下[在深度上顺从触觉者],比如蜡、牛羊脂或诸如此类的东西。因为气和水不仅在深度上、而且在广度上被分割着顺从,而软物则是在保持未被分割的情况下在深度上顺从。由此,阿佛洛狄西亚的亚历山大指责哲学家,因为哲学家曾说触觉能感知一切硬物和一切软物。亚历山大说,触觉并非感知一切[软硬之物](因为同类者绝不可能在同类者中[被感知]),而是宁可说感知不同类者。但伟大的哲学家说,亚里士多德讲得好。因为亚里士多德并没有说触觉主体与被触物是同类的,因为感知软与硬的并非手指,而是包含在手指之中的触觉元气;而如果气本身并非软硬,这种元气也就既非软亦非硬。相反,倒宁可应当说,触觉并非感知一切冷热;因为它并非仅感知不同类者。因此,手指彼此之间在某种程度上虽同时有所感知,却并非严格意义上的感知,因为它们具有相似的气质混合,其间的偏差极微小。关于软与硬的定义以及相关疑难,便叙述至此。接着他说,软与硬这类事物是相对的;因为某一物对某一物而言是软的,另一物对另一物而言则是硬的。看啊,人们曾目睹某位运动员捏碎所谓的铅球,尽管它们对触觉而言是硬的;然而对他而言它们却成了软的。同样,提亚纳的阿波罗尼乌斯把手指压向石头时,尽管石头在手指的触碰下凹陷退缩,他却说:“这东西向其屈服的理据(logos)究竟是什么呢?”然而,既然硬与软是由融化与凝固所生成的,哲学家理所当然也讨论融化与凝固;因为硬是通过凝固生成的,而软是通过融化生成的。但是,既然可融化者与可凝固者是由湿与干生成的——可融化者由湿生成,可凝固者由干生成——因此他也讨论干与湿。他教导我们,被干燥者通过多少种方式生成,而被润湿者又通过多少种方式生成。他说两者各有五种方式;但被润湿者如何被润湿,随后的考察将予以说明;现在我们先来叙述被干燥者如何被干燥。第一种干燥方式,例如水在黏稠时,朝向其本有的本性变得更加稀薄且易于散逸,并借此被干燥。第二种干燥方式见于酒、奶、乳清或诸如此类的液体。第三种见于金属。因为金属本身既然是凝固的湿气,相对于被焙烤的金属而言也能接纳湿气。第四种见于表面含有湿气的石头。因为在所有这些情况中都会产生干燥,从而得出这样的划分:一切被干燥者,要么具有生来的湿气,要么在深度上具有湿气,要么在表面上具有湿气;在深度上具有湿气,如浸湿的衣物;在表面上具有湿气,如表面浸湿的大理石,亚里士多德在《论生成与毁灭》中称之为“表层潮湿的”。接着,哲学家也指明了干燥的原因。他说,干燥的原因是热与冷。但热是首要原因,冷则是偶性原因。热通过彻底散逸内部的湿气并使其蒸发而造成干燥,而冷则是通过反周围包围并将热封闭在内部;因为被封闭的热会使内部的热倍增,倍增的热便耗尽了湿气。由此他又说,这是由热或由干燥生成的。因此,哲学家宁可称冷为受动性的而非能动性的,因为冷更多地属于受动性元素(土与水)。因为即使冷被说成起作用,它也不是严格意义上起作用,而要么如已说明的那样是偶性地起作用,要么是作为毁灭者起作用。当下的经文传授的正是这些内容。
- 4.5.1οὐκοῦν δεῖ προσθεῖναι οὐ τὸ ὑπεῖκον τῇ ἁφῇ κατὰ βάθος, ἀλλὰ ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας
在 οὐ... ἀλλά 句式中,接续上一节末尾提出的反问(“气与水是否因顺从触觉而即是软的?”),对定义进行修正。其结构并非单指“在深度上顺从者”,而是必须补充“在表面保持未被分割的情况下”(独立属格 ἀδιαιρέτου μενούσης τῆς ἐπιφανείας)[在深度上顺从者],后半部分承前省略了 ὑπεῖκον κατὰ βάθος。
- 4.5.1ὁ δὲ μέγας φιλόσοφος
“伟大的哲学家”(ὁ μέγας φιλόσοφος)这一尊称在奥林匹奥多鲁斯的著作中是特指其师赫尔梅亚之子阿摩尼乌斯的固定表达。在此用以引出其师之说,与前文“阿佛洛狄西亚的亚历山大”(ὁ Ἀφροδισιεὺς)的批评相对立。
- 4.5.1τῷ ἀντιπεριίστασθαι καὶ ἀποκλείειν ἔνδον τὴν θερμότητα
带冠词不定式的与格(τῷ ἀντιπεριίστασθαι καὶ ἀποκλείειν)用作方式或手段与格,解释了冷如何偶性地造成干燥的运作机制(即通过反周围包围将热封闭在内部)。
