← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§297.2-298.14

复合材质料的湿与干及十八组对立概念

奥林匹奥多罗阐明了为何作为复合材质料的湿与干仅限于水与土之中,化解了关于元素性质的作用力及湿的双重含义的疑难,并进而引入以软硬为始的十八组对立概念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.5.1#1

" Τῶν δὲ παθητικῶν, τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ, ληπτέον τὰ εἴδη." Μετὰ τὰ γενικώτατα τῶν συνθέτων, γένεσιν λέγω καὶ φθοράν, καὶ τὰ τούτων ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ τὸ ψυχρόν, καὶ τὰ εἴδη, πέψιν καὶ ἀπεψίαν, καὶ τῶν εἰδῶν τὰς διαφοράς, πέπανσιν, ὄπτησιν, ἕψησιν, καὶ πάλιν ἀπεψίαν, μόλυνσιν, στάθευσιν, τρέπεται νῦν ὁ φιλόσοφος καὶ ἐπὶ τὰς δέκα ὀκτὼ ἀντιθέσεις, ἃς ποιεῖ μὲν τὸ θερμὸν καὶ τὸ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δύο τινὰ προλαβών, πρῶτον μέν, ὅτι τῶν συνθέτων ὕλη ἐστὶ τὸ ξηρὸν καὶ τὸ ὑγρόν, δεύτερον, ὅτι οὐ τὸ τυχὸν ὑγρὸν καὶ ξηρὸν ὕλη ἐστὶ τῶν συνθέτων, ἀλλὰ τὸ ἐν γῇ καὶ ἐν ὕδατι μόνον, οὐκέτι δὲ ἐν γῇ καὶ ἀέρι οὐδὲ τὸ ἐν ἀέρι καὶ πυρί. καὶ κατασκευάζει τὸ πρῶτον, ὅτι ὕλη ἐστὶ τῶν συνθέτων τὸ ὑγρὸν καὶ τὸ ξηρόν, ἐκ τοῦ καθ’ αὑτὸ τὸ ὑγρὸν καὶ διαρρεῖν καὶ ἀπόλλυσθαι, τὸ δὲ ξηρὸν καθ’ αὑτὸ διαλύεσθαι· δέονται γὰρ ἀλλήλων πρὸς τὸ συστῆναι. ἐπειδὴ οὖν οὐχ οἷά τέ εἰσι καθ’ αὑτὰ διαμένειν, ἀλλὰ δέονται τῆς ἀλλήλων συνεισφορᾶς, † δῆλον ἀεὶ ταὐτὰ ὄντα ὕλη τῶν συνθέτων. ἀλλὰ μὴν καὶ Ἐμπεδοκλῆς τοῦτο οὐκ ἠγνόησεν, ὅτι δέονται τῆς ἀλλήλων συνάρσεως. ἔφη γὰρ ἐν τοῖς αὑτοῦ ῥήμασιν· “ἄλφιτον ὕδατι κολλήσας” τὸ ὑγρὸν λέγων καὶ τὸ ξηρόν. ὅτι δὲ καὶ τὸ ἐν ὕδατι καὶ γῇ ξηρὸν καὶ ὑγρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ ἐν τῷ κοιλοτάτῳ τόπῳ τοῦ παντός ἐστιν ἡ γῆ καὶ τὸ ὕδωρ, ἔνθα ταῦτα ὑπάρχουσιν· ὅτι δὲ οὔτε τὸ ἐν τῇ γῇ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν ἐστιν ὕλη τῶν συνθέτων, δῆλον, ἐπειδὴ τὸ μὲν ἀνωφερὲς ὄν, τὸ δὲ κατωφερές, ἔμελλον χωρίζεσθαι ἀπ’ ἀλλήλων· καὶ οὐκ ἔτι σύνθεσις ἦν τῶν συνθέτων, ἀλλὰ διάλυσις.1 οὔτε μὴν τὸ ἐν πυρὶ καὶ ἀέρι ὑγρὸν καὶ ξηρόν, ἐπειδὴ τὸ ἐν πυρὶ ξηρὸν δραστικώτατον ὂν ἀνήλωσεν ἂν τὸ ἐν ἀέρι ὑγρόν, καὶ οὐκ ἔτι γένεσις ἦν τῶν συνθέτων, ἀλλὰ φθορά. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς τὸ ἐν γῇ ξηρὸν εἰδοποιητικὸν ὂν δραστικώτατον οὐ λέγομεν, τὸ δ’ ἐν τῷ πυρὶ ξηρὸν μὴ ὂν εἰδοποιὸν τοῦ πυρὸς δραστικὸν λέγομεν. ἢ ῥητέον, ὅτι αἱ ἐν τοῖς δραστικοῖς στοιχείοις ποιότητες, κἂν μὴ ὦσιν αὐτῶν εἰδοποιοί, δραστικώτεραι τῶν ὑλικῶν στοιχείων εἰσί. πάλιν δ’ ἄξιόν ἐστιν ἀπορίας, πῶς νῦν ὁ Ἀριστοτέλης ὕδωρ ἀπονέμει τῷ ὑγρῷ, ὡς ἂν τοῦτο εἰδοποιούμενον τὸν ἀέρα.2 ἢ ῥητέον, ὅτι διττὸν τὸ ὑγρόν, τὸ μὲν ὡς καθ’ αὑτό, τὸ δὲ ὡς 〈πρὸς〉 τὰ σύνθετα. ὡς μὲν καθ’ αὑτό, ὅταν αὐτὴν τὴν φύσιν τοῦ ὑγροῦ ἐξετάζει, ὡς δὲ πρὸς τὰ σύνθετα, ὅταν τὴν πρὸς αὐτὰ γινομένην τοῦ ὑγροῦ ἐνέργειαν. ὅταν οὖν λέγῃ, ὅτι τὸ ὑγρὸν τοῦ ἀέρος ἐστί, τηνικαῦτα τὴν καθ’ αὑτὸ φύσιν τοῦ ὑγροῦ ἐξετάζει· πάντων γὰρ τῶν ἄλλων στοιχείων ὑγρότατός ἐστιν ὁ ἀὴρ ὡς ῥυτὸς μᾶλλον τοῦ ὕδατος. ὅταν δὲ τῷ ὕδατι ἀπονέμῃ τὸ ὑγρόν, ὡς πρὸς τὰ σύνθετα ἀφορῶν τοῦτο λέγει. μᾶλλον γὰρ ἡμᾶς ὑγραίνει τὸ ὕδωρ ἤπερ ὁ ἀήρ, ἐπειδὴ τὸ μὲν ὕδωρ κατωφερὲς ὂν ὥσπερ τὰ σύνθετα ἐπὶ πλείονα χρόνον ὁμιλεῖ τοῖς σώμασιν ἅτε δὴ σὺν αὐτοῖς ὄν, ὁ δὲ ἀὴρ ἀνωφερὴς ὢν καὶ σπεύδων ἐπὶ τὴν οἰκείαν φορὰν οὐκ ἐμβραδύνει περὶ τὰ σώματα. καὶ τούτου χάριν ἧττον ὑγραίνει τοῦ ὕδατος. Ταῦτα προλαβὼν ὁ φιλόσοφος ἄρχεται τῶν ιη̅ ἀντιθέσεων. καὶ διαλέγεται πρῶτον περὶ τοῦ μαλακοῦ καὶ τοῦ σκληροῦ. τοῦτο δὲ ποιεῖ εἰκότως, ἐπειδὴ ἀντίφασιν ταῦτα μιμοῦνται καίτοι καταφατικὰ ὑπάρχοντα ὥσπερ τὸ ἄρτιον καὶ τὸ περιττόν. καὶ ὁρισμοὺς τούτων παραδίδωσι καί φησιν, ὅτι μαλακόν ἐστι τὸ ὑπεῖκον τῇ ἁφῇ, σκληρὸν δὲ τὸ μὴ ὑπεῖκον. ἀλλ’ ἐπειδὴ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὑπείκει τῇ ἁφῇ, ἆρα παρὰ τοῦτο μαλακός ἐστιν ὁ ἀὴρ καὶ τὸ ὕδωρ;

“关于受动者,即湿与干,当把握其诸种。” 在论述了复合者最普遍的属性(我指的是生成与毁灭)及其动力因(热与冷),以及诸种(熟化与未熟),还有诸种之差(成熟、焙烤、煎煮,以及反过来的未熟:不全煎煮、不全焙烤)之后,哲学家现在转向了十八组对立,它们是由热与冷所造成、由干与湿所承受的。在此他预先设定了两个要点:第一,复合者的质料是干与湿;第二,并非随便什么湿与干都是复合者的质料,而唯独是在土与水之中的湿与干,不再是在土与气之中的,也不再是在气与火之中的。他从湿若单凭自身便会流散消亡、干若单凭自身便会瓦解这一点,确立了第一个论点,即湿与干是复合者的质料;因为它们为了凝聚而需要彼此。因此,既然它们无法单凭自身存续,而是需要彼此的协作,那么显然这些同一之物便始终是复合者的质料。甚至恩培多克勒也并非不知晓这一点,即它们需要彼此的结合;因为他在自己的诗句中说:“以水粘结大麦粉”,指的正是湿与干。而水与土之中的干与湿乃是复合者的质料,这一点也是显然的,因为土与水处于宇宙的最下凹处,这些复合者正是在该处存在的;而土与气之中的湿与干不是复合者的质料,这也是显然的,因为一者趋上而另一者趋下,它们本会彼此分离,从而不再是复合者的复合,而是瓦解。气与火之中的湿与干同样不是质料,因为火之中的干最具作用力,本会耗尽气之中的湿,从而不再是复合者的生成,而是毁灭。但值得疑难的是:为何土之中的干虽是赋予种性的,我们却不称其为最具作用力,而火之中的干并非火的赋予种性者,我们却称其为具作用力的?或者应当说,具作用力之元素中的性质,即便并非赋予它们种性者,也比质料性元素的性质更具作用力。又值得疑难的是:亚里士多德现在为何将水划归于湿,仿佛湿乃是赋予气以种性的一般?或者应当说,湿是双重的:一种就其自身而言,另一种相对于复合者而言。就其自身而言,是指考察湿本身的本性之时;相对于复合者而言,是指考察湿向着它们所产生的现实作用之时。因此,当他说湿属于气时,彼时他考察的是湿就其自身的本性;因为在所有其他元素中气是最湿的,因其比水更具流动性。但当他将湿划归于水时,他是着眼于复合者而说此话的。因为水比气更能润湿我们,因为水正如复合者一样是趋下的,由于与这些物体共处,它便更长久地接触它们;而气是趋上的,急于趋向其本有的运动,因而不滞留于物体周围。正因如此,它润湿的程度弱于水。哲学家在预先设定了这些之后,便开始讨论十八组对立。他首先谈论软与硬。他这样做是合乎情理的,因为它们虽然是肯定性的存在,却摹仿着矛盾对立,正如偶数与奇数一样。他给出了它们的定义,说软是顺从触觉之物,硬是不顺从者。然而,既然气与水皆顺从触觉,难道气与水会因此就是软的吗?

语法注2 条
  1. 4.5.1ἔμελλον χωρίζεσθαι ἀπ’ ἀλλήλων· καὶ οὐκ ἔτι σύνθεσις ἦν τῶν συνθέτων, ἀλλὰ διάλυσις

    在接续表示过去必然性的 ἔμελλον 加不定词之后,由 καί 连接的后件分句使用了不带助词 ἄν 的未完成过去时 ἦν,直接断定地表达非真实条件的后果(“便不再会是结合,而是瓦解”),这与紧接着在下文出现的带 ἄν 的不定过去时直陈式 ἀνήλωσεν ἄν 在功能上形成对应。

  2. 4.5.1ὡς ἂν τοῦτο εἰδοποιούμενον τὸν ἀέρα

    连词 ὡς ἄν 与中动相分词 εἰδοποιούμενον 连用,构成表假设性理由的从属从句(“仿佛这[湿]赋予气以种性一般”)。中性主格代词 τοῦτο(指代前文的 τὸ ὑγρόν)为分词的逻辑主语,宾格 τὸν ἀέρα 作其直接宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:297.2-298.14