- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:287.5-288.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯注解亚里士多德《气象论》379b8–379b25,探讨由冷热两项主动能力引发的后果,特别是质料留存的成熟与质料转变的动物体内熟化的差异、术语运用的普遍性,以及熟化的目的是在动物体内赋予实质形式,还是在果实或烹饪物中确立底质的完满形态。
" Τί οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται πρότερον." Ὅτι ποιοῦντος τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ γίνεται.
“那么,生成与消灭是什么,前文已言及。” 意即它们是在热与冷作为施动者时发生的。
"Λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη, ὅσα αἱ εἰρημέναι δυνάμεις ἐργάζονται ἐξ ὑποκειμένων τῶν φύσει συνεστώτων." Ἐντεῦθεν δείκνυται, ὅτι οὐ περὶ πάσης πέψεως πρόκειται αὐτῷ διαλαβεῖν, ἀλλὰ περὶ μόνης πεπάνσεως. τί γάρ φησιν; ὅτι δεῖ ἡμᾶς εἰπεῖν τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ, ὅσα ἐργάζονται ἐν τοῖς σώμασι μενούσης τῆς ὑποκειμένης ὕλης καὶ μὴ μεταβαλλομένης.1 ἐπειδὴ οὖν ἐν μὲν τῇ πέψει ἀμείβεται τὸ εἶδος τῆς τροφῆς (μεταβάλλεται γὰρ πρὸς τὸ τρεφόμενον· ἀπὸ γὰρ αἵματος γίνεται σὰρξ καὶ νεῦρον), ἐν δὲ τῇ πεπάνσει οὐ μεταβάλλεται τὸ εἶδος τοῦ ὑποκειμένου, ἀλλὰ τελειοῦται, δῆλον, ὅτι οὐ περὶ ἐκείνης λέγει τῆς πέψεως, ἀλλὰ περὶ ταύτης.
“接下来当谈论继起的各种形式,即上述诸能力从自然构成的底质中所产生者。” 由此表明,他的意图并非探讨一切熟化,而仅是探讨成熟。因为他说了什么呢?他说我们当陈述热与冷的作用,即它们在底质质料留存且不发生转变的情况下在物体中所产生的作用。既然在熟化中营养的形式发生更替(因为转变为被滋养者;血生成肉与筋),而在成熟中底质的形式并不转变,而是达到完满,显而易见,他所言不是关于前一种熟化,而是关于后一种熟化。
"Δεῖ δὲ ὑπολαμβάνειν μὴ κυρίως ταῦτα λέγεσθαι τὰ ὀνόματα τοῖς πράγμασιν· οὐ γὰρ κεῖται καθόλου τοῖς ὁμοίοις." Ἡ μόλυνσις, φησί, καὶ ἡ στάθευσις οὐ λέγονται κυρίως. δύναται γὰρ καὶ ἐπὶ μολύνσεως λέγεσθαι ἡ στάθευσις, ἐπειδὴ οὐ ποιεῖται ἀνάλυσιν ἡ στάθευσις, ἀλλὰ μᾶλλον θερμῷ ξηρῷ γίνεται. οὐκοῦν οὐ κύριά εἰσι ταῦτα τὰ ὀνόματα. κύριον δ’ αὐτό ἐστιν ὄνομα τὸ καθολικόν, τουτέστιν ἡ ἀπεψία.
“但应当认为,这些名称对事物而言并非本义地言说;因为它们并未普遍地确立于相似之物。” 他说,浸软与干焙并非本义地言说。因为干焙亦可用于浸软,既然干焙不产生分解,而是更多地由干热引发。因此这些名称并非本义的。本义的名称是普遍者自身,即未熟。
"Ταῦτα δ’ ἐστὶν ἡ οἰκεία ἑκάστου ὕλη." Ἐπειδὴ εἶπε τὸν ὁρισμὸν τῆς πέψεως, ὑπὸ τίνος γίνεται καὶ ἐκ τίνων, ὅτι γίνεται μὲν ὑπὸ θερμοῦ ἐμφύτου τοῦ ποιοῦντος, εἶτα καὶ τὸ ἐκ τίνων γίνεται εἰπών, ὅτι ἐκ τῶν ἀντικειμένων παθητικῶν, διδάσκει, τίνα λέγεται ἀντικείμενα παθητικά, ὅτι οἰκεία τοῦ πάσχοντος ὕλη, τουτέστιν ἡ ὑγρότης· πάσχει γὰρ τελειωτικὸν πάθος συνισταμένη καὶ παχυνομένη.
“而这些即是各物固有的质料。” 既然他陈述了熟化的定义,即它由何者产生及从何者产生——它由作为施动者的先天之热产生,接着亦说明了它从何者产生,即从对立的受动因产生——他便教导何谓对立的受动因:即受动者固有的质料,也就是水分;因为水分通过凝结与增稠而承受了一种完满性的受动。
"Καὶ ἡ ἀρχὴ τῆς τελειώσεως ὑπὸ θερμότητος οἰκείας συμβαίνει, καὶ διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ.2" Ἐνταῦθα φαίνεται περὶ τῆς ἐν τοῖς ζῴοις πέψεως διαλαμβάνων. τί γάρ φησιν; ὅτι ἡ ἀρχὴ τῆς τελειώσεως, ταὐτὸν δ’ εἰπεῖν τῆς πέψεως, ἐκ τοῦ οἰκείου θερμοῦ γίνεται τοῦ ποιοῦντος, εἰ καὶ τὰ μάλιστα πολλὰ συνεπιβοηθοῦμεν αὐτῷ ἔξωθεν πρὸς τὸ πέψαι καὶ περιγενέσθαι τῆς ὕλης· μὴ γάρ, ἐπειδὴ διὰ τροφῶν θερμῶν καὶ λουτρῶν ἢ ἄλλων τοιούτων ῥᾷον γίνεται ἡ πέψις, ἤδη νομίσῃς, ὅτι ταῦτά εἰσι τὰ ποιοῦντα τὴν πέψιν, ἀλλὰ ταῦτα συνεπιβοηθοῦσι τῷ ἐμφύτῳ θερμῷ. καὶ ὅρα, πῶς ἀνωτέρω μὲν περὶ πεπάνσεως διελάμβανεν, νῦν δὲ περὶ τῆς ἐν ζῴοις, ὡς εἶναι δῆλον, ὅτι μᾶλλον περὶ τῆς καθόλου πέψεως διέλαβε τὸν ὁρισμὸν τῆς κατηγορουμένης κατά τε τῆς ἐν ζῴοις καὶ τῆς πεπάνσεως καὶ ἑψήσεως καὶ ὀπτήσεως. καὶ τούτου χάριν ποτὲ μὲν εἰς ἐκείνην, ποτὲ δ’ εἰς ταύτας μεταφέρει τὸν λόγον ὡς ἁρμόζοντος πάσαις τοῦ ὁρισμοῦ τῆς πέψεως τοῦ λέγοντος, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ φυσικοῦ καὶ οἰκείου θερμοῦ ἐκ τῶν ἀντικειμένων παθητικῶν.
“且完满的开端由固有的热引发,即使通过某种外在助力的帮助而被共同完成。” 在此他似乎在探讨动物体内的熟化。因为他说了什么呢?他说完满的开端——换言之即熟化的开端——是由作为施动者的固有之热产生的,即使我们在最大程度上从外部予以诸多协助以熟化并克服质料;因为你切不可由于通过温热食物、沐浴或其他此类事物使熟化更易发生,便立即认为这些就是产生熟化的因素,它们乃是共同协助先天之热。看哪,他此前是如何探讨成熟,而如今探讨动物体内的熟化,以便表明他更多是探讨普遍熟化的定义,该定义既被述谓于动物体内者,亦被述谓于成熟、煎煮和焙烤。正因如此,他时而将论述转移至前者,时而转移至后者,因为熟化的定义适合于所有这些,该定义称熟化乃是由自然且固有的热从对立的受动因中所产生的完满。
"Τὸ δὲ τέλος τοῖς μὲν φύσις ἐστί, φύσις δὲ ἣν λέγομεν ὡς εἶδος καὶ οὐσίαν· τοῖς δ’ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως.3" Τί φησιν; ὅτι ἡ μὲν ἀρχὴ τῆς πέψεως πάσης ἀπὸ τοῦ οἰκείου θερμοῦ τοῦ ποιοῦντός ἐστιν, εἰ καὶ ἔξωθεν βοήθεια τούτων γένηται πρὸς τὸ περιγενέσθαι. τὸ δὲ τέλος τῆς πέψεως ποῦ μὲν ἡ φύσις ἐστὶν ἡ εἰδοποιοῦσα καὶ μεταβάλλουσα ἀπὸ εἴδους εἰς ἕτερον εἶδος, ὥσπερ ἐν τοῖς ζῴοις τὴν τροφὴν ἡ προνοητικὴ φύσις μετὰ τὴν πέψιν τῆς τροφῆς, ταὐτὸν δ’ εἰπεῖν τὴν σύστασιν καὶ τὴν πάχυνσιν, μεταβάλλει αὐτὴν εἰς ἕτερον εἶδος καὶ εἰς ἑτέραν οὐσίαν καὶ ποιεῖ αὐτὴν σάρκα ἢ νεῦρον ἢ ἕτερόν τι ἁπλῶς πρὸς τὴν φύσιν τοῦ ὑποκειμένου μορίου. ὅπερ ὁ Ἀριστοτέλης ἐσήμανε, τί ἐστι φύσις, ὅτι τὸ εἶδος καὶ ἡ οὐσία τοῦ ὑποκειμένου πράγματος, οὕτω μὲν οὖν ἐν τοῖς ζῴοις τὸ τέλος τῆς πέψεως ἡ φύσις ἐστί, τουτέστιν ἡ οὐσία καὶ τὸ εἶδος τοῦ τρεφομένου μορίου· μεταβάλλεται γὰρ εἰς αὐτὸ τὸ πεφθέν. ἐν δὲ τοῖς καρποῖς καὶ τοῖς ἑψομένοις καὶ ὀπτωμένοις οὐχ ἡ φύσις ἐστὶ τὸ τέλος τῆς πέψεως· οὔτε γὰρ γίνεται μεταβολὴ τῆς ὑγρότητος εἰς ἕτερον εἶδος, ἀλλὰ τελείωσις, τουτέστι σύστασις καὶ πάχυνσις, ὥστε ἵστασθαι τὸ εἶδος καὶ τὴν μορφὴν τοῦ πάσχοντος, τουτέστι τοῦ ὑγροῦ, καὶ τελειοῦσθαι, οὐ μεταβάλλεσθαι εἰς ἕτερον εἶδος. βλέπε οὖν καὶ διὰ ταύτης τῆς λέξεως, ὅτι περὶ πάσης πέψεως διαλαμβάνει.
“其目的对某些事物而言是自然本性,即我们作为形式与实体所言说的自然本性;而对另一些事物而言,熟化的目的则是进入某种底质形态。” 他说了什么呢?他说一切熟化的开端都是来自作为施动者的固有之热,即使产生这些外在助力以克服质料。但熟化的目的,在某些情况下乃是赋形并将一形式转变为另一形式的自然本性,正如在动物体内顾念周全的自然本性在营养熟化之后——换言之即在其凝结与增稠之后——将其转变为另一形式与另一实体,并依照底质部位的自然本性使其成为肉或筋或简言之其他某物。亚里士多德正指明了何为自然本性:即底质事物的形式与实体。因此在动物体内,熟化的目的乃是自然本性,即被滋养部位的实体与形式;因为被熟化之物转变为它。但在果实以及被煎煮和焙烤之物中,自然本性并非熟化的目的;因为并未发生水分向另一形式的转变,而是发生了完满,即凝结与增稠,以致受动者(即水分)的形式与形态得以确立并达致完满,而非转变为另一形式。因此,亦请通过这段文句看到,他正在探讨一切熟化。
- 4.3.3μενούσης τῆς ὑποκειμένης ὕλης καὶ μὴ μεταβαλλομένης
以名词短语 τῆς ὑποκειμένης ὕλης 为逻辑主语的属格绝对结构,表示伴随状况(或条件)。它明确了在成熟过程中,底质质料(水分)不改变其实体形式而得以留存这一限制条件。
- 4.3.6καὶ διά τινος τῶν ἐκτὸς βοηθείας συνεπιτελεσθῇ
在引文中,καὶ ... συνεπιτελεσθῇ 带有虚拟语气,充当让步条件从句(相当于 κἄν / καὶ ἐάν)。注解者在正文中亦用 εἰ καὶ τὰ μάλιστα πολλὰ συνεπιβοηθοῦμεν 进行意译,表明其语法意义为让步:即便有外在协助,主要动因仍是固有的热。
- 4.3.7Τὸ δὲ τέλος τοῖς μὲν φύσις ἐστί ... τοῖς δ’ εἰς ὑποκειμένην τινὰ μορφὴν τὸ τέλος ἐστὶ τῆς πέψεως
与格 τοῖς μὲν ... τοῖς δέ 是指代中性事物(承受熟化的事物或过程)的关涉与格(“对某些事物而言……对另一些事物而言”)。随后的介词短语 εἰς ὑποκειμένην τινὰ μορφήν 作表语,指明熟化所达致的终极形态或归宿。
