- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:285.25-287.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁分析了成熟的定义与果皮在植物中的作用,阐明熟化是先于成熟的更为普遍的概念,并探讨了水因不增稠故而不成熟、亦不提供营养的论证及其审慎阐释。
τιμιώτατα γὰρ ταῦτα τῶν ἄλλων εἰδῶν ὡς ἐν ἐμψύχοις γινόμενα (ἐν γὰρ τοῖς φυτοῖς) ἐκείνων ἐν ἀψύχοις γινομένων. εὐθέως δ’ ἐκ τοῦ ὁρισμοῦ τῆς πεπάνσεως ἐδήλωσεν, ὅτι καθολικωτέρα ἐστὶν ἡ πέψις τῆς πεπάνσεως· ἡ μὲν γὰρ πέψις τελείωσις ἐλέγετο καὶ πάχυνσις τοῦ ἁπλῶς ὑγροῦ ἐπ’ ἐμψύχοις εἴτ’ ἐν ἀψύχοις ἦν, ἡ δὲ πέπανσις μόνου τοῦ ἐν τῷ περικαρπίῳ. περικάρπιον δ’ ἐστὶν ὑμήν τις, ὃς ἐπινενόηται τῇ φύσει πρὸς φυλακὴν καὶ φρουρὰν τοῦ σπέρματος, οὐδὲ γὰρ ἁπλῶς τοῦ ἐδωδίμου οὐδὲ καρποῦ, πλὴν εἰ μὴ τὸ αὐτὸ εἴη καὶ σπέρμα καὶ καρπός. τὸ γοῦν ἐδώδιμον ποτὲ μὲν ἐκτός ἐστιν, ὡς ἐπὶ φοινίκων, ποτὲ δ’ ἐντός, ὡς ἐπὶ ἀμυγδάλων· τὸν μέντοι καρπὸν πάντως ἔνδον περιφρουρεῖ διὰ τὴν παλιγγενεσίαν· ἐφ’ ὧν ἐπείσακτον ποιεῖ τὴν ἀθανασίαν.1 καλῶς δὲ πρόσκειται, ὅτι τῆς ἐν τοῖς περικαρπίοις τροφῆς πέψις ἐστὶν ἡ πέπανσις, διὰ τὴν ἄλλην πέψιν τὴν γινομένην ἐν τῇ ῥίζῃ καὶ ἐν τοῖς κλάδοις τοῦ φυτοῦ. καὶ γὰρ καὶ ἡ ἐν τούτοις ὑγρότης πέττεται ὑπὸ τοῦ ἐν αὐτοῖς ἐμφύτου θερμοῦ καὶ τρέφει τὸ δένδρον, ἀλλ’ οὐδὲ λέγεται πέπανσις, ἀλλὰ μόνη πέψις· μόνη γὰρ ἡ ἐν τῷ περικαρπίῳ πέψις λέγεται πέπανσις. καὶ ἡ μὲν περὶ τὸ ἄλλο ὑγρὸν τοῦ φυτοῦ γινομένη πέψις τὸ εἶδος ἐναλλάττει αὐτό· ἡ δὲ περὶ τὸ περικάρπιον πέψις, ταὐτὸν δ’ εἰπεῖν ἡ πέπανσις, οὐ γίνεται, εἰ μὴ ὅταν τέλειον εἴη τὸ φυτόν, ὡς δύνασθαι τίκτειν ὅμοια. ὥσπερ γὰρ ζῷον ἐκεῖνο λέγομεν τέλειον τὸ δυνάμενον ἑαυτῷ τίκτειν ὅμοια, οὕτω καὶ φυτόν. ὅθεν οὐδὲ τὸ τυχὸν γίγαρτον ἀμπέλου δεῖ λαβεῖν πρὸς τὸ ποιῆσαι ἄλλην ἄμπελον· οὐ γὰρ τὸ ἀπὸ ὠμῆς σταφυλῆς, ἀλλὰ τὸ ἀπὸ τῆς τελειωθείσης * * * κεγχραμίς ἐστιν ἐπιτηδεία πρὸς τούτοις· καὶ γὰρ ἐκ τῶν σπερμάτων τούτων γίνονται τὰ φυτά. ἀλλὰ τὸ πολυχρόνιον τῆς γεννήσεως αὐτῶν φεύγοντες οἱ περὶ ταῦτα δεινοὶ οὐ κέχρηνται τούτοις. ἐπειδὴ δ’ ἔφη, ὅτι ἡ πέψις πάχυνσίς ἐστι καὶ πάντως παχύνει, ἔστι δὲ καὶ ἡ πέπανσις πέψις τις, καὶ διὰ τοῦτο καὶ αὐτὴ παχύνει καὶ τὰ πεπαινόμενα παχύτερα πάντως θέλει γενέσθαι. οὕτω γὰρ καὶ ἐν ἡμῖν ὅσα ἐν ἀτμοῖς καὶ ὑγροῖς ὑπάρχουσιν ἡμῖν ἄπεπτα, ταῦτα λεπτὰ ὄντα παχύνεται πεττόμενα ὑπὸ τῆς φύσεως· ἐν μὲν ἀτμοῖς ὡς ἐπὶ τῶν ἀναδιδομένων ἐπὶ τῆς κεφαλῆς κἀκεῖσε πεττομένων καὶ ἀντικαταρρεόντων καὶ κόρυζαν ἐργαζομένων, ἐν δ’ ὑγροῖς ὡς ἐπὶ τῶν διαρροιῶν ἄπεπτα διαχωρήματά τινα μεταβάλλουσα ἡ φύσις πέττει ἐν τοῖς ὕπνοις διὰ τὸ ἐνεργεῖν τότε τὰς φυσικὰς δυνάμεις καὶ διὰ τὸ συννεύειν εἰς τὸ βάθος τὸ ἔμφυτον θερμὸν καὶ διὰ τὸ μὴ σκεδάννυσθαι τὴν φύσιν ἐκτὸς ὑπὸ τῶν αἰσθητῶν. ἀλλὰ μὴν καὶ τὰ πνευματώδη καὶ ὑδατώδη ἄπεπτα ὄντα καὶ λευκά, ὥσπερ γλεῦκος πεττόμενον, παχύνεται. ἐφ’ οἷς ὁ φιλόσοφος περὶ ὕδατος διαλέγεται. καί φησιν, ὅτι τὸ ὕδωρ οὔτε πεπαίνεται οὔτε * * * παχυνόμενον οὔτε ὠμὸν λέγεται, οὐχ ὅτι οὐ πεπαίνεται, ἀλλ’ ὅτι οὐ πέφυκεν ὅλως πεπαίνεσθαι. ἐκεῖνα γὰρ λέγομεν ὠμά, ὅσα πέφυκε πεπαίνεσθαι καὶ οὐ πέπανται. οὕτω γὰρ καὶ τὸν τοῖχον οὐ λέγομεν τυφλὸν οὐχ ὅτι οὐ βλέπει, ἀλλ’ ὅτι οὐ πέφυκε βλέπειν. ὥστε διὰ τούτων δῆλός ἐστιν ὁ Ἀριστοτέλης λέγων μὴ τρέφειν τὸ ὕδωρ, εἴ γε λέγει αὐτὸ μὴ πέττεσθαι, ἐπειδὴ οὐ παχύνεται. πᾶσα δὲ τροφὴ ὑπὸ πέψεως γίνεται. εἰπὲ γὰρ τοιοῦτον συλλογισμόν· τὸ ὕδωρ οὐ παχύνεται, τὸ μὴ παχυνόμενον οὐ πέττεται, τὸ μὴ πεττόμενον οὐ τρέφει· τὸ ὕδωρ ἄρα οὐ τρέφει. καὶ ὅρα, πῶς σύμφωνα λέγει τοῖς εἰρημένοις αὐτῷ ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς. ἔλεγε γὰρ ἐκεῖσε, ὅτι οὐ τρέφεται τὰ σπόριμα ἐκ τοῦ ὕδατος καθ’ αὑτό· εἰ γὰρ καὶ δοκεῖ τρέφειν, διὰ τὸ συμμεμῖχθαι αὐτῷ γῆν κοπρώδη τρέφεται. πλὴν ἐπειδὴ πολύς ἐστι λέγων2 ἐν ἄλλαις αὐτοῦ πραγματείαις, ὅτι μεταβάλλουσιν εἰς ἄλληλα τὰ στοιχεῖα, καὶ τὰ μὲν ἁπλᾶ εἰς σύνθετα, τὰ δὲ σύνθετα εἰς ἁπλᾶ (καὶ ὕδωρ γὰρ ἐξοινοῦται καὶ ὁ οἶνος ἐξυδατοῦται), κάλλιον λέγειν, ὅτι ἴσως ὡς δυσκόλως παχυνόμενον εἶπε μὴ παχύνεσθαι τὸ ὕδωρ καὶ ὡς ὀλιγότροφον ἄτροφον. εἰκὸς οὖν ἀμφοτέρας ἔχειν τὰς δόξας, τήν τε τοῦ τρέφειν καὶ τοῦ μὴ τρέφειν τὸ ὕδωρ. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
因为这些形式比其他形式更为高贵,因为它们发生在有生命之物中(即在植物中),而那些形式则发生在无生命之物中。他立刻从成熟的定义中表明,熟化比成熟更具普遍性;因为熟化被说成是单纯水分的完成与增稠,无论是在有生命之物中还是在无生命之物中,而成熟仅仅是果皮中水分的[完成与增稠]。果皮则是某种薄膜,是自然本性为了保护与守卫种子而设计出来的,因为它单纯而言既不是为了可食部分,也不是为了果实,除非种子与果实恰好是同一个东西。无论如何,可食部分有时在外部,如同椰枣那样;有时在内部,如同杏仁那样;然而它为了代代繁衍而始终在内部守卫果实[种子],在这些事物中它造就了一种后天引入的不朽。而且,“成熟是果皮中营养物的熟化”被恰当地附加说明,这是由于在植物的根部和枝条中还发生着另一种熟化。因为这些部位内部的水分亦由其自身固有的先天之热所熟化并滋养树木,但它并不被称为成熟,而仅仅被称为熟化;因为唯有果皮中的熟化才被称为成熟。而在植物其余水分周围发生的熟化改变其形式本身,但在果皮周围发生的熟化——换言之即成熟——唯有在植物完满、以致能够产生与其自身相似之物时才会发生。因为正如我们将能够产生与其自身相似之物的动物称为完满的动物,植物亦是如此。因此,为了培育另一株葡萄树,人们不应随便取用任何葡萄籽;因为不能取自未成熟的葡萄,而当取自已完满的……无花果籽适于这些用途;因为植物确实是从这些种子中产生的。但精通这些事务的人为了避免它们生长周期的漫长,并不使用这些种子。既然他说过熟化是一种增稠并且必定会增稠,而成熟亦是一种熟化,为了这个缘故成熟本身亦会增稠,而被成熟之物必定要求变得更稠。因为在我们体内亦是如此,凡是以蒸汽和液体形态存在于我们体内的未熟之物,它们本是稀薄的,在被自然本性熟化时便变稠:在蒸汽中,如同那些上升至头部、在那里被熟化并倒流而引发鼻黏膜炎之物;在液体中,如同在腹泻时,自然本性在睡眠中转化某些未熟的排泄物并熟化它们,这是因为此时自然能力在发挥作用,先天之热收拢至深处,且自然本性未被感觉对象分散于外。不仅如此,那些未熟且发白的气性与水性之物,如同被熟化的未发酵葡萄汁一样,亦变稠了。紧接这些之后,哲学家论述了水。他说水既不成熟,亦不[……]增稠,亦不被称为生硬未熟,这并非因为它没有成熟,而是因为它根本就不具有成熟的自然本性。因为我们将那些具有成熟的自然本性而尚未成熟之物称为生硬未熟。因为同样地,我们不说墙壁是盲目的,并非因为它看不见,而是因为它根本不具有看的自然本性。因此通过这些,显而易见亚里士多德在说水不能滋养,既然他说水不被熟化,因为它并不增稠。而一切营养都是由熟化而产生的。请说出这样一个三段论:水不增稠,不增稠者不被熟化,不被熟化者不滋养;因此,水不滋养。看哪,他的论述与他在《论生成与消灭》中所说的论点是何等吻合。因为他在那里曾说,播种的作物并不是由水自身滋养的;因为即使看起来在滋养,那也是由于其中混杂了含粪肥的泥土〔作物〕才得到滋养。然而,既然他在其他著作中频繁提到诸元素相互转化,简单物转化为复合客体,复合客体转化为简单物(因为水可转化为酒,酒亦可转化为水),那么最好说,或许因为水难以增稠他才说水不增稠,因为水所含营养稀少他才说水不滋养。因此,同时持有这两种观点是合情合理的:即水滋养与水不滋养。手头的这段文句所传授的就是这些。
- 4.3.1ἐφ’ ὧν ἐπείσακτον ποιεῖ τὴν ἀθανασίαν
介词短语 ἐφ' ὧν 中的关系代名词 ὧν 为中性复数,在上下文中泛指作为可灭个体的植物或种子。形容词 ἐπείσακτον 作宾语补足语,意为“后天引入的”或“派生代行的”,指通过物种再生产(παλιγγενεσία)所间接赋予的不朽,而非个体自身的长生。
- 4.3.1πολύς ἐστι λέγων
这是古典希腊语中的一种惯用表达:形容词 πολύς 作连系动词 ἐστί 的表语,并与分词 λέγων 连用,相当于副词用法,表示“频繁地/长篇累牍地述说……”。
