← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§288.34-290.21

熟化中形式的留存与湿气的增稠

奥林匹奥多罗探讨了熟化中形式的留存以及“腐化”的双重含义,消解了关于葡萄汁与体内体液在熟化和成熟过程中究系变稠还是变稀的难问,并阐明熟化本质上指向水分的增稠,而未熟则是其匮乏。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.3.8

" Ὅταν τοιόνδε γένηται καὶ τοσόνδε τὸ ὑγρὸν ἢ ὀπτώμενον ἢ ἑψόμενον ἢ σηπόμενον." Ἐν τούτοις γὰρ πᾶσιν οὐκ ἀμείβεται τὸ εἶδος τοῦ πάσχοντος, ἀλλὰ τελειοῦται. σηπόμενον δ’ εἶπε τὸ πεπαινόμενον.1 διττὴ γὰρ ἡ σῆψις, ἐπὶ τῶν κρειττόνων ἢ ἐπὶ τῶν χειρόνων· ἐπὶ μὲν τῶν κρειττόνων, ὅταν κρατῇ τὸ θερμὸν τοῦ ὑγροῦ, ὅτε καὶ πέπανσις λέγεται, ἐπὶ δὲ τῶν χειρόνων, ὅταν κρατῇ τὸ ὑγρὸν τοῦ θερμοῦ, ὅτε καὶ φθορὰ γίνεται.

“无论是被焙烤、被煎煮还是被腐化,只要水分变为如此这般的性质和分量。” 因为在所有这些情况中,受动者的形式并不发生更替,而是达到完满。他把正在成熟之物称为“被腐化者”。因为腐化有两种:朝向较优者,或朝向较劣者。朝向较优者,是指热克服水分之时,此时亦称为成熟;朝向较劣者,则是指水分克服热之时,此时亦发生消灭。

§4.3.9

"Καὶ πεπέφθαι φαμέν, ὥσπερ τὸ γλεῦκος." Ἄξιόν ἐστιν ἀπορίας, πῶς λέγει τὸ γλεῦκος ἄπεπτον πεπαίνεσθαι,2 εἴ γε παχὺ ὂν προκόπτον λεπτότερον γίνεται (πᾶς γὰρ οἶνος παλαιούμενος λεπτύνεται), ἡ δὲ πέψις τὸ ἀνάπαλιν τὰ λεπτὰ παχύνει. ἢ λέγομεν, ὅτι τὸ γλεῦκος καθὸ μὲν γλεῦκος λεπτότατόν ἐστιν· ἀλλὰ σύνεισιν αὐτῷ πνεύματα παχέα καὶ φυσώδη τιν’ ἃ τῷ χρόνῳ διαφορεῖται, καὶ λοιπὸν μένει λεπτὸν γλεῦκος. τοῦτο ἡ πέψις παχύνει καὶ οἶνον ποιεῖ· μετὰ δὲ τὸ γενέσθαι οἶνον τηνικαῦτα † τὸ χρῶμα κατὰ μέρος λεπτύνεται. ἀλλὰ πάλιν ἀπορητέον. εἰ γὰρ ἡ πέψις πάχυνσίς ἐστι, πῶς ἐπὶ τῶν σωμάτων οἱ πεττόμενοι χυμοὶ λεπτότεροι γίνονται; ἢ ῥητέον, ὅτι οὐ πάντες, ἀλλὰ μόνον οἱ παχεῖς· οἱ γὰρ λεπτοὶ παχύνονται πεττόμενοι. κανὼν γάρ ἐστι τοιοῦτος, ὥστε τὰ δυνάμει ὑγρὰ πεττόμενα ἢ ἑψόμενα διαλύεσθαι, τὰ δ’ ἐνεργείᾳ ὑγρὰ πήγνυσθαι. οὐκοῦν ἐπειδὴ οἱ παχεῖς χυμοὶ σχεδὸν ἀνόμοιοί εἰσι τοῖς δυνάμει ὑγροῖς, τούτου χάριν πεττόμενοι διαλύονται καὶ λεπτότεροι γίνονται· οἱ δὲ λεπτοὶ ὅμοιοι ὄντες τοῖς ἐνεργείᾳ ὑγροῖς πεττόμενοι παχύνονται.

“且我们说它已被熟化,如同葡萄汁一样。” 值得探究的是,如果葡萄汁本来浓稠而在发展进程中变得更稀薄(因为一切酒变陈时都会变稀薄),而熟化反过来是将稀薄之物增稠,那么他怎么会说未熟的葡萄汁成熟呢?或者我们应当说,葡萄汁就其本身作为葡萄汁而言是极其稀薄的?但与它共存着一些浓稠且具膨胀性的气,它们随时间消散,余下的便是稀薄的葡萄汁。熟化将此增稠并制成酒;而在变为酒之后,届时它才各部分逐渐变稀薄。但必须再次质疑:如果熟化是增稠,身体中被熟化的体液怎么会变得更稀薄呢?或者应当说,并非所有体液,而唯有浓稠的体液如此?因为稀薄的体液在被熟化时会增稠。有这样一条规则:潜能上湿润之物在被熟化或被煎煮时分解,而现实上湿润之物则凝结。因此,既然浓稠的体液几乎与潜能上湿润之物不相似,由于这个缘故,它们在被熟化时分解并变得更稀薄;而稀薄的体液由于类似于现实上湿润之物,在被熟化时便增稠。

§4.3.10

"Ἕως γὰρ ἂν εἴη ἐν αὐτῇ ὁ λόγος, φύσις τοῦτό ἐστιν." Ἕως ἂν ἐπικρατῇ ὁ λόγος ὁ τῆς θερμότητος ἐν τῇ ὑγρότητι, φύσις τοῦτό ἐστιν ἀντὶ τοῦ πέψις,3 ἵνα τοῦ ὁριστοῦ, τουτέστι τοῦ ὑγροῦ, ἐπικρατήσῃ ἡ θερμότης.

“因为只要那比例留存于其中,这便是自然本性。” 只要热的比例在水分中居于支配地位,这便是自然本性,用以代指熟化,以便热能够克服被限定者,即水分。

§4.3.11

"Ἀνάγκη δὲ τὰ πεττόμενα παχύτερα καὶ θερμότερα εἶναι." Ἰδοὺ αὐτὸς διαρρήδην λέγει, ὅτι πάντως ἡ πέψις πάχυνσίς ἐστι. πάχυνσιν δὲ δεῖ νοεῖν τὴν σύμμετρον τῇ πέψει, ἐπεί, ἐὰν ἀμέτρως ᾖ παχεῖα ἐκείνη, καὶ λεπτύνεται ἡ φύσις,4 ἵνα ἐνέγκῃ τὸ σύμμετρον πάχος· ἐκεῖνα δὲ παχύνει, ὅσα ἀμέτρως εἰσὶ λεπτά.

“而被熟化之物必然更稠且更热。” 看哪,他自己明确说,熟化完全是一种增稠。但应当把增稠理解为与熟化相称的增稠;因为如果那物过度浓稠,自然本性也会将其稀释,以带来相称的稠度;而对于过度稀薄之物,它则加以增稠。

§4.3.12

"Ἀπεψία δέ ἐστιν ἀτέλεια δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος." Ἀνάπαλιν τῇ πέψει τὰ τῆς ἀπεψίας ὁρίζεται. ὥσπερ ἡ πέψις τελείωσις ἦν τῆς ἐν τῷ πεττομένῳ ὑγρότητος, τουτέστι σύστασις καὶ πάχυνσις, οὕτω καὶ ἡ ἀπεψία ἀτέλεια ταύτης ἐστίν.

“而未熟则是由于固有之热的匮乏所导致的未完满。” 未熟的性质被定义为与熟化相反。正如熟化是被熟化之物中水分的完满(即凝结与增稠),未熟同样亦是此水分的未完满。

§4.3.13

"Ἡ δὲ ἀτέλειά ἐστι τῶν ἀντικειμένων παθῶν." Ὅρα, πῶς φανερῶς λέγει τὴν ἀτέλειαν τῆς ὑγρότητος εἶναι· ᾧ δῆλον, ὅτι καὶ τὴν τελείωσιν ταύτης ἀνάγκην εἶναι.

“而未完满属于对立的受动。” 看哪,他多么明白地说未完满属于水分;由此显而易见,完满必然亦是水分的完满。

§4.3.14

"Ἐπειδὴ ἡ πέψις τελείωσίς τις, τότε ἡ πέπανσις τελείωσίς τις, ὅταν τὰ ἐν τῷ περικαρπίῳ σπέρματα δύνηται ἀποτελεῖν τοιοῦτον ἕτερον οἷον αὐτό." Ἰδοὺ καὶ διὰ τούτου δῆλον, ὅτι ἡ τελείωσις καὶ ἀτέλεια τῆς ὑποκειμένης ὑγρότητός ἐστιν ἐν τῷ πάσχοντι. εἰ γὰρ τοῦτο γίνεται, τέλειον τὸ σπέρμα, ὅταν ἐστὶ τοῦ ὁμοίου γεννητικόν. τότε δ’ ἐστὶ τοῦ ὁμοίου γεννητικόν, ὅταν ἡ ἐν αὐτῷ ὑγρότης σύστασιν καὶ πάχυνσιν λάβῃ. τῆς ἄρα ὑγρότητός ἐστιν ἡ τελείωσις.

“既然熟化是某种完满,那么当果皮中的种子能够产生另一个与自身相同的物时,成熟便是某种完满。” 看哪,通过这一点亦显而易见,完满与未完满属于受动者中底质的水分。因为如果这发生,当种子能够生育同类时,它便是完满的。而只有当其中的水分获得凝结与增稠时,它才能生育同类。因此,完满属于水分。

§4.3.15

"Ἐκ μὲν οὖν πνευματικῶν ὑδατώδη, ἐκ δὲ τῶν τοιούτων τὰ γεηρὰ συνίστανται." Θέλων δεῖξαι, ὅτι ἀεὶ ἡ πέψις ἐπὶ πάχυνσιν ὁδεύει, ἐκ τῶν ἐν ἡμῖν περιττωμάτων δείκνυσιν, τῶν τε ἀτμῶν καὶ τῶν ὑγρῶν.

“因此从气态之物构成水态之物,从这类事物构成土态之物。” 由于想要表明熟化总是走向增稠,他从我们体内的排泄残余物——即汽与液两者——来证明这一点。

§4.3.16

"Οὐδὲν δ’ ὑγρὸν αὐτὸ καθ’ αὑτὸ πεπαίνεται ἄνευ ξηροῦ. ὕδωρ γὰρ οὐ παχύνεται μόνον τῶν ὑγρῶν." Βουλόμενος δεῖξαι, ὅτι ἡ μὲν πέψις γίνεται κατακρατοῦντος μὲν τοῦ θερμοῦ, κατακρατουμένης δὲ τῆς ὑγρότητος, ἡ δὲ ἀπεψία τὸ ἀνάπαλιν, παρήγαγε τὸ ὕδωρ, ἐπειδὴ αὐτὸ οὐ παχύνεται διὰ τὴν ὀλιγότητα τοῦ ἐν αὐτῷ θερμοῦ καὶ ξηροῦ.

“没有湿润之物在缺乏干燥之物的情况下能自身成熟;因为在湿润之物中唯有水不增稠。” 由于想要表明熟化是在热支配而水分被支配时发生,而未熟则相反,他引入了水,因为由于其中热与干的匮乏,水自身并不增稠。

语法注4 条
  1. 4.3.8σηπόμενον δ’ εἶπε τὸ πεπαινόμενον

    双宾格结构,τὸ πεπαινόμενον(正在成熟者)为直接宾格,σηπόμενον(被腐化者)为宾格补足语,表明亚里士多德在引文中使用的 σηπόμενον 意指成熟而非严格意义上的腐化。

  2. 4.3.9Ἄξιόν ἐστιν ἀπορίας, πῶς λέγει τὸ γλεῦκος ἄπεπτον πεπαίνεσθαι

    ἀπορίας 是依存于 ἄξιον 的价值属格。由 πῶς 引导的间接疑问从句构成该疑问的实质内容,其内部 τὸ γλεῦκος ἄπεπτον 作不定式 πεπαίνεσθαι 的宾格主语(未熟的葡萄汁成熟)。

  3. 4.3.10φύσις τοῦτό ἐστιν ἀντὶ τοῦ πέψις

    ἀντὶ τοῦ 是介词 ἀντί 支配中性单数属格定冠词构成的表达,表示“代替……”,在此用作释义公式,指出原文中的词 φύσις 乃是代指“熟化(πέψις)”。

  4. 4.3.11ἐπεί, ἐὰν ἀμέτρως ᾖ παχεῖα ἐκείνη, καὶ λεπτύνεται ἡ φύσις

    在 ἐπεί 从句内部由 ἐάν 引导的条件句结论部分中,ἡ φύσις 作 λεπτύνεται 的主语,ἐκείνη 则是指代前文提到的底质质料或水分的阴性代词。καί 为副词性用法(“自然本性亦将其稀释”),与前述的增稠作用形成对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:288.34-290.21