- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:284.7-285.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗探讨了亚里士多德熟化定义中“目的”的二重性(形式与用途)及湿气的增稠,化解了关于消化与疾病中稀释过程的疑难,辨析了熟化与腐败、不熟的区别,并进而论述成熟的定义。
ἰστέον τοίνυν, ὅτι διττόν ἐστι τὸ τέλος, ὡς εἴρηται ἐν τῇ Μετὰ τὰ φυσικά· τὸ μὲν οὗ, τὸ δὲ ᾧ.1 καὶ τὸ μὲν οὗ πως ἐπιγινόμενον εἶδος σημαίνει αὐτὸ τὸ εἶδος τῆς θύρας φέρε εἰπεῖν. τὸ δὲ ᾧ, ἕνεκα τοῦ γέγονεν ἡ θύρα, ὅτι πρὸς φυλακὴν τῶν ἔνδον ἀποκλειομένων σκευῶν, ταὐτὸν δ’ εἰπεῖν πρὸς τὴν χρῆσιν. οὐκοῦν ἡ πέψις τελείωσίς ἐστι κατὰ τὸ ᾧ τέλος· συμβάλλεται γὰρ πρὸς τὴν τροφὴν τοῦ τρεφομένου φυσικοῦ καὶ οἰκείου θερμοῦ τινος, ὡς Ἀριστοτέλης τὸ πέττον * * * ὡς ἡ τοῦ πεττομένου δηλονότι τοῦ πέττοντος,2 διά τε Πλάτωνα τὸν λέγοντα, ὅτι δεῖ τὸ ποιοῦν κεχωρίσθαι ἐκ τῶν γινομένων, ἵνα μὴ ἔνδον ἔχῃ τὸ γινόμενον τὴν φθείρουσαν αἰτίαν, καὶ διὰ τὸν Ἀριστοτέλην τὸν λέγοντα τρία πέψεως εἴδη εἶναι, πέπανσιν, ἕψησιν, ὄπτησιν, ἅτινα ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γίνονται· δηλονότι καὶ ἐντεῦθεν ἐπὶ τῆς κατηγορουμένης πέψεως πασῶν τούτων θερμὸν λαμβάνει οὐ τὸ οἰκεῖον, ἀλλὰ τὸ ἔξωθεν. τελείωσιν δὲ λέγει τὴν πάχυνσιν καὶ πέψιν τῆς ὑγρότητος πρὸς τὴν ξηρότητα ἐν τοῖς φυτοῖς ὑπὸ τοῦ ἔξωθεν θερμοῦ γινομένην. πᾶσα γὰρ πέψις γίνεται τοῦ θερμοῦ παχύνοντος τὴν ὑγρότητα. ὅθεν καὶ ἀποροῦσί τινες, ὅτι εἰ πέψεως ἔργον τὸ τὰ λεπτὰ παχύνειν, πῶς τὰ κρέα παχέα ὄντα ἐν τῇ πέψει λεπτύνεται καὶ ἐξυδαροῦται, ὥσπερ ἐν τῇ χυλοποιήσει. καί φαμεν, ὅτι ἡ φύσις οὐκ ἠδύνατο ἄλλως αὐτὰ ἑνῶσαι τῇ ἡμετέρᾳ οὐσίᾳ. περὶ δὲ ταύτης οὐ διαλαμβάνει ὁ νῦν ὁρισμός, ἀλλὰ περὶ τῆς τρίτης· ἐν ταύτῃ γὰρ ἀπὸ λεπτῶν πέψεων γενομένης παχεῖα γίνεται ἐπὶ προσφύσεως. ἀλλὰ πάλιν ἀποροῦσι· καὶ τίς χρεία τῆς ματαιοπονίας ταύτης, ἵνα ἀπὸ παχέων λεπτὰ γένηται, καὶ ἀπὸ λεπτῶν παχέα; ἢ λέγομεν, ὅτι ἐπειδὴ ἀνάγκη ἦν τὴν τροφὴν καὶ προστίθεσθαι καὶ ἐξομοιοῦσθαι, διὰ μὲν τὸ προστεθῆναι γίνεται ἡ λέπτυνσις, διὰ δὲ τὸ ἐξομοιωθῆναι πάχυνσις. ἀλλὰ πάλιν ἀποροῦσιν ἰατροὶ λέγοντες· πῶς πᾶσα πέψις ἐπὶ τὸ παχύτερον προκόπτει, ὁπότε λέγει τὰ παχύτερα νοσήματα πέττεσθαι, ὅταν λεπτοτέρα ἡ ὕλη γένηται; ἢ ῥητέον, ὅτι οὐ περὶ τῆς τοιαύτης πέψεως νῦν διαλέγεται ὁ φιλόσοφος τῆς ὑπὸ φυσικῆς δυνάμεως γινομένης, ἀλλὰ περὶ μόνης τῆς κατηγορουμένης πεπάνσεως. ἐκ τῶν ἀντικειμένων δὲ παθητικῶν ἔφη3 διὰ τὴν ὑγρότητα· ταύτης γάρ ἐστι τελείωσις διὰ τὴν πάχυνσιν. καὶ διὰ τοῦτο εἶπε παθητικῶν· πάσχει γὰρ ἡ ὑγρότης. ἀντικειμένων δ’ ἐπειδὴ τὸ τρεφόμενον ἔστ’ ἂν τρέφηται, ἀνόμοιόν ἐστι τῷ τρεφομένῳ καὶ ἀντικείμενον. τὰ γὰρ ἀντικείμενα πάντως καὶ ἀνόμοια· οὐ πάντως δὲ τὰ ἀνόμοια καὶ ἀντίκεινται. ἀλλ’ ἄξιόν ἐστιν ἀπορίας, τί διαφέρει πέψις σήψεως, εἴ γε καὶ ἡ σῆψις ἀλλοτρίῳ θερμῷ γίνεται καὶ ἡ πέψις δὲ ἀλλοτρίου τοῦ πεττομένου· ἔφαμεν γάρ, ὅτι ὑπὸ τοῦ ποιοῦντος θερμοῦ πέττεται τὸ πεττόμενον. καὶ λέγομεν πρῶτον μέν, ὅτι ἡ πέψις 〈σῆψις〉, ἀλλὰ πρὸς τὴν ἡμῶν χρῆσιν λέγομεν αὐτὴν πέψιν, ἐπεὶ ὅσον πρὸς τὸ πεττόμενον σῆψίς ἐστιν. ἰδοὺ γοῦν τοὺς ἀπίους μετὰ τὴν ἐκ τοῦ δένδρου ἀφαίρεσιν πέττεσθαι λέγομεν ὡς πρὸς τὴν ἡμῶν χρῆσιν ἀφορῶντες, ἐκείνων μέντοι ἐπὶ σῆψιν ὁδευόντων. ἢ εἰπέ, ὅτι διαφέρει πέψις σήψεως, ὅτι ἐν μὲν τῇ πέψει κρατεῖ τὸ θερμὸν τοῦ ὑγροῦ καὶ ὁρίζει αὐτὸ ἐπὶ πάχυνσιν αὐτὸ φέρον, ἐν δὲ τῇ σήψει τὸ ἀνάπαλιν κρατεῖ τὸ ὑγρὸν τοῦ θερμοῦ τὴν ἀρχήν. ἀλλὰ πάλιν ἀπορητέον, καὶ τί διαφέρει σῆψις ἀπεψίας, εἴ γε ἐν ἀμφοτέροις κρατεῖ τὸ ὑγρόν. ἢ ῥητέον, ὅτι ποῦ μὲν κρατεῖ † τὸ θερμόν, ὡς ἐν τῇ ἀπεψίᾳ, ποῦ δὲ κρατεῖ τὸ ἀλλότριον θερμόν, ὡς ἐν τῇ σήψει. εἰπὲ δὲ καὶ ἄλλην διαφορὰν σήψεως καὶ πέψεως, ὅτι ἐν μὲν τῇ σήψει τὸ ἀλλότριον θερμὸν ἐπικρατεῖ τοῦ σώματος, ἐν ᾧ γίνεται ἡ σῆψις, ἐν δὲ τῇ πέψει τὸ οἰκεῖον αὐτοῦ ἔμφυτον θερμὸν ἐπικρατεῖ, οὐ λέγω τοῦ πεττομένου, ἀλλὰ τοῦ σώματος, ἐν ᾧ πέψις γίνεται. καὶ ταῦτα μὲν ῥητέον περὶ τῆς πέψεως. ἐφ’ οἷς ὁ φιλόσοφος καὶ περὶ πεπάνσεως διαλέγεται, καὶ ταύτην ὁρίζεται λέγων· ‘πέπανσίς ἐστι σύστασις καὶ πάχυνσις τῆς ἐν τοῖς περικαρπίοις ὑγρότητος’, τουτέστι πέψις· ἡ γὰρ πέψις σύστασίς ἐστι καὶ πάχυνσις τῆς ὑγρότητος, ὡς εἴρηται. καὶ ὅρα, πῶς μετὰ τὰ γένη, λέγω δὴ πέψιν καὶ ἀπεψίαν, ἐπὶ τὰ τιμιώτερα τῶν εἰδῶν ἐχώρησε, πέπανσίν τε καὶ ὠμότητα.
那么,必须知晓目的有两种,正如在《形而上学》中所言:其一是“为了它的目的”,其二是“对它而言的目的”。“为了它的目的”意指以某种方式生起的形式,比方说门的形式本身;而“对它而言的目的”则是门为何而被造,即为了保管闭锁于内部的器具,换言之即为了其用途。因此,熟化是按照“对它而言的目的”的完成;因为它有助于被滋养者的营养……某种自然的固有之热,正如亚里士多德……熟化者……显然是被熟化者的[完成]即熟化者的[完成],这既是由于柏拉图说过,能动者必须与生成之物分离,以免生成之物在内部具有消灭它的原因;亦是由于亚里士多德说过熟化有三种形式,即成熟、煮沸、焙烤,它们是由外部的热造成的;显然由此看来,在谓述于所有这些之上的熟化中,他所取的不是固有的热,而是外部的热。他所谓完成,是指由外部之热在植物中发生的水分向干燥方向的增稠与熟化;因为一切熟化都是由于热使水分变稠而发生的。于是有人亦提出疑难:如果熟化的工作是使稀薄之物变稠,为何肉类原本是稠厚的,在熟化中却被稀释并液化,如同在乳糜化中那样?我们回答说,自然本性不能以其他方式将它们与我们的实体合一;然而现在的定义并不是在阐明这种熟化,而是在阐明第三种熟化;因为正是在这种熟化中,在稀薄的熟化发生之后,在附着时才变稠。但他们又提出疑难:使稀薄之物从稠厚中产生,又使稠厚之物从稀薄中产生,这种徒劳有何必要?我们说,既然营养物既必须被添加又必须被同化,那么稀释是为了添加,而增稠则是为了同化。但医家们又提出疑难说:既然[亚里士多德自己]说过较稠厚的疾病在质料变稀薄时即被熟化,怎么可能一切熟化都朝着更稠厚的方向发展呢?应当回答说,哲学家如今所论述的并不是这种由自然能力造成的熟化,而仅仅是谓述出来的成熟。他说“从相对立的受动者中”是由于水分的缘故;因为通过增稠而完成的正是水分。为了这个缘故他说了“受动者”;因为水分承受了作用。他说“相对立的”,是因为被滋养者只要还在被滋养,它与[滋养者]就是不同且相对立的。因为相对立者在任何情况下亦是不同的,但不同者并不在任何情况下都相对立。但值得疑难的是,熟化与腐败有何不同,如果腐败亦是由外来之热造成,而熟化对于被熟化者亦是外来之物的话;因为我们曾说,被熟化者是被能动之热熟化的。我们首先回答说,熟化是[腐败],但我们是就我们的用途而言称其为熟化,因为就被熟化者而言它是腐败。看哪,无论如何,我们说梨在从树上摘下之后会熟化[熟透],是着眼于我们的用途,然而它们实际上正走向腐败。或者说,熟化与腐败不同在于:在熟化中,热压制水分并限定它,引它走向增稠;而在腐败中,反而是水分从一开始就压制了热。但又必须提出疑难:如果二者中都是水分压制,腐败与不熟又有何不同?应当回答说,在一种情况下是[固有之]热被压制(如同在不熟中),而在另一种情况下是外来之热压制(如同在腐败中)。亦请说出腐败与熟化的另一种区别:在腐败中,外来之热支配发生腐败的物体;而在熟化中,支配的是其自身固有的先天之热——我指的不是被熟化者的热,而是发生熟化的物体的热。关于熟化当说的就是这些。紧接这些之后,哲学家亦论述了成熟,并给它下定义说:“成熟是果皮中水分的凝聚与增稠”,亦即熟化;因为如前所说,熟化就是水分的凝聚与增稠。看哪,在属(我指的是熟化与不熟)之后,他是如何进而论述形式中较为高贵者,即成熟与未熟的。
- 4.3.1τὸ μὲν οὗ, τὸ δὲ ᾧ
指亚里士多德在《形而上学》卷Λ第7章(1072b2–3)等处区分的目的因的两个方面。属格 οὗ 表示所达成的目标或结果(形式本身),与格 ᾧ 则表示事物借以服务的使用者或用途。
- 4.3.1συμβάλλεται γὰρ πρὸς τὴν τροφὴν τοῦ τρεφομένου φυσικοῦ καὶ οἰκείου θερμοῦ τινος, ὡς Ἀριστοτέλης τὸ πέττον * * * ὡς ἡ τοῦ πεττομένου δηλονότι τοῦ πέττοντος
抄本传统在此处引用亚里士多德定义(379b18–19)及主谓结构周围存在脱文(lacuna)。在句法上,此处应理解为承接上一语块末尾提出的问题,即该“完成”究竟属于能动者还是受动者。
- 4.3.1ἐκ τῶν ἀντικειμένων δὲ παθητικῶν ἔφη
直接引用亚里士多德定义(379b18–19)中的介词短语作为 ἔφη(“他说”)的名词性宾语。ἔφη 的主语是亚里士多德,整个分句旨在解释亚里士多德使用这一特定短语的动因。
