- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:282.19-284.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在热与冷的共同现实活动(生成与消灭)之后,本节划分了二者的特有活动——熟化(成熟、煮沸、焙烤)与不熟(生硬、夹生、焦灼),并探讨了何以未直接讨论消化以及熟化为何是受动者的完成。
" —10 Τί μὲν οὖν ἐστι γένεσις καὶ φθορά, εἴρηται. λοιπὸν δ’ εἰπεῖν τὰ ἐχόμενα εἴδη." Μετὰ τὰς κοινὰς ἐνεργείας θερμότητος καὶ ψυχρότητος, λέγω δὴ γένεσιν καὶ φθοράν, καὶ περὶ τῶν ἰδιαζουσῶν ἐνεργειῶν ἑκατέρας διαλέγεται ὁ φιλόσοφος. ἰδιάζουσαι δ’ ἐνέργειαι ἐπὶ μὲν θερμότητος πέψις καὶ τὰ ὑπ’ αὐτήν, πέπανσις, ἕψησις, ὄπτησις, τῆς δὲ ψυχρότητος ἀπεψία καὶ τὰ ὑπ’ αὐτήν, ὠμότης καὶ μόλυνσις, στάθευσις. ἢ γὰρ διὰ τὸ εἶναι κοινὰς ἐνεργείας τοῦ θερμοῦ καὶ ψυχροῦ τὴν γένεσιν καὶ φθορὰν περὶ τούτων πρότερον διειλέχθη· εἶθ’ οὕτω περὶ τῶν ἰδιαζουσῶν, λέγω δὴ πέψεως καὶ ἀπεψίας. ἢ ὅτι ἐκεῖναι μὲν πρῶται ἐνέργειαί εἰσι τοῦ θερμοῦ καὶ ψυχροῦ, αὗται δὲ δεύτεραι, καὶ ἐκεῖναι μὲν περὶ τὸ εἶναι ἢ μὴ εἶναι καταγίνονται, αὗται δὲ περὶ τὸ τοιῶσδε εἶναι ἢ μὴ εἶναι, αἵτινες μετὰ τὸ γενέσθαι τὸ εἶδος ὑφίστανται. ἢ καὶ διὰ τρίτην αἰτίαν, ὅτι μετὰ τὴν ἁπλῶς καὶ κυρίως γένεσιν βούλεται καὶ περὶ τῆς τινος γενέσεως διαλεχθῆναι, ἥτις ἐστὶ πέψις καὶ ἀπεψία καὶ τὰ ὑπ’ αὐτὴν ὄντα. ἔστι τοίνυν τῆς θερμότητος ἰδικὴ ἐνέργεια ἡ πέψις. αὕτη δὲ τριττή ἐστιν. ἡ γὰρ ἐπὶ ἐμψύχων καλεῖται πέπανσις, κυρίως τῆς πεπάνσεως ἐπὶ καρπῶν λεγομένης· ἢ ἐπὶ ἀψύχων, καὶ ἐπὶ ἀψύχων ἢ ἐν ὑγρῷ θερμῷ γίνεται καὶ καλεῖται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἀντίκειται δὲ τῇ μὲν πέψει ἁπλῶς ἀπεψία. ὑπὸ δὲ ταύτην ἐστὶν ὠμότης ἀντικειμένη τῇ πεπάνσει· κυρίως γὰρ ὠμὸν λέγομεν ἐπὶ τῶν καρπῶν, ὥσπερ καὶ πέπονας λέγομεν τοὺς ἀκμάσαντας καρπούς. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει, ὅτι ἡ μὲν ἕψησις διαλύει τὰ ἑψόμενα, ἡ δὲ μόλυνσις ἀρχὴ μόνον οὖσα ἑψήσεως οὐ ποιεῖ διαλύεσθαι τὰ μολυνόμενα, οὐ τοῦτό μου λέγοντος, ὅτι πᾶσα ἕψησις πάντως διαλύει τὰ ἑψόμενα.1 ἰδοὺ γὰρ τὰ ᾠὰ καὶ οἱ ἐγκέφαλοι καὶ οἱ δίδυμοι καὶ τῶν κρεῶν τὰ τριπτὰ ἑψόμενα οὐ διαλύεται, ἀλλὰ τοὐναντίον συνίσταται καὶ σχῆμα ἀναδέχονται. καθόλου γὰρ ὅσα μὲν ἐνεργείᾳ ἔχουσι τὸ ὑγρόν, ταῦτα τῇ ἑψήσει παχύνεται, ὅσα δὲ δυνάμει ἔχει τὸ ὑγρόν, ταῦτα ἐν τῇ ἑψήσει διαλύεται. ἡ δὲ στάθευσις διαλύεται· ἀντίκειται γὰρ τῇ ὀπτήσει. ἀλλ’ ἄξιόν ἐστι ζητήσεως, πῶς τούτων μεμνημένος τῶν ἰδιαζουσῶν ἐνεργειῶν ὁ φιλόσοφος τῆς κυρίως πέψεως οὐ μέμνηται, δι’ ἧς πέττονται τὰ σιτία. ἢ λέγομεν, ὅτι διὰ τοῦ εἰπεῖν ἕψησιν παρέλαβε καὶ ταύτην τὴν πέψιν· καὶ γὰρ καὶ ἡ πέψις ἐν ὑγρῷ θερμῷ γίνεται, ὥσπερ καὶ ἡ ἕψησις. καὶ οἶδε τοῦτο Ἱπποκράτης ἐν τῷ Περὶ ὀξέων νοσημάτων, ἔνθα φησὶ μήτε δὶς ἕψειν τὰ σιτία τὴν γαστέρα, τὸ ‘ἕψειν’ εἰρηκὼς ἀντὶ τοῦ ‘πέττειν’. ἢ εἰπὲ καὶ ἄλλην αἰτίαν, ὅτι εἰκότως ἐκείνης οὐκ ἐμνημόνευσε τῆς ἑψήσεως, ἐπειδὴ ἐκείνη ὑπὸ φύσεως γίνεται ἐν τοῖς τῶν ζῴων σώμασι, νῦν δ’ οὐ περὶ τῶν ὑπὸ φύσεως γινομένων βούλεται διαλαβεῖν, ταὐτὸν δ’ εἰπεῖν ὑπὸ φυσικῆς δυνάμεως ἐν σώματι ζῴου οὔσης, ἀλλὰ περὶ τῶν ὑπὸ θερμοῦ καὶ ψυχροῦ γινομένων, τουτέστι τῶν δραστικῶν ποιοτήτων. ἡ γὰρ πέψις εἴδους ἐναλλαγὴν ἔχουσα ὑπὸ φύσεως γίνεται προνοητικῆς. καὶ μὴ λέγε, ὅτι ἡ πέπανσις ὑπὸ φύσεως γίνεται. οὐ γὰρ εἴδους ἐστὶ μεταβολὴ ἐν τούτῳ, ἀλλὰ ποιότητος μόνης· ὅπου δὲ εἴδους μεταβολή, ἐκεῖ φύσεως ἔργον γίνεται κυρίως. ὥστε τὴν ὅλην περὶ τούτων διαίρεσιν ἔχειν τὸν τρόπον τοῦτον· ἡ πέψις ἢ εἴδους ἐργάζεται μεταβολὴν καὶ λέγεται πέψις ὁμωνύμως τῷ γένει λεγομένη καὶ ὑπὸ φύσεως προνοητικῆς γινομένη, ἢ ποιότητος μόνης ἐργάζεται μεταβολήν. καὶ ταύτην ἢ ἐν ἐμψύχοις καὶ λέγεται πέπανσις, ἢ ἐν ἀψύχοις, καὶ ἐν ἀψύχοις ἢ ἐν ὑγρῷ θερμῷ καὶ λέγεται ἕψησις, ἢ ἐν ἀνίκμῳ καὶ καλεῖται ὄπτησις. ἐφ’ οἷς ὁ Ἀριστοτέλης ὁρισμὸν παραδίδωσι τῆς ἑψήσεως2 καί φησιν, ὅτι πέψις ἐστὶ τελείωσις ὑπὸ τοῦ φυσικοῦ θερμοῦ καὶ οἰκείου ἐκ τῶν ἀντικειμένων παθητικῶν. ἀλλὰ ζητητέον, τίνος λέγει τελείωσιν τὴν πέψιν, πότερον τοῦ ποιοῦντος ἢ τοῦ πάσχοντος. καί φαμεν, ὅτι τοῦ πάσχοντος, οὐ τοῦ ποιοῦντος, ἀλλὰ τοῦ γινομένου, τουτέστι τῆς φύσεως, εἴ γε τὸ πάσχον φθείρεται καὶ μεταβάλλει ἀπὸ εἴδους ἐπὶ ἕτερον εἶδος. ἀλλά φασιν οἱ ἐξηγηταί, ὅτι καὶ τὸ πάσχον τελειοῦται· ἀπὸ γὰρ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἄγεται. ἀλλὰ καὶ οὕτως οὐδὲν ἧττον φθείρεται τὸ γινόμενον· φθείρεται γὰρ τοῦ δυνάμει γινομένου ἐνεργείᾳ.3
“那么,生成与消灭是什么,已经阐明了。接下来当论述接续它们的诸形式。” 在热与冷的共同现实活动(我指的是生成与消灭)之后,哲学家亦论述了二者各自特有的现实活动。热方面的特有现实活动是熟化及从属于它的诸项,即成熟、煮沸、焙烤;冷方面的特有现实活动是不熟及从属于它的诸项,即未熟、夹生、焦灼。因为,或者由于生成与消灭是热与冷的共同现实活动,他才先论述这些,然后再如此论述特有的活动(我指的是熟化与不熟);或者因为前者是热与冷的第一现实活动,而后者是第二现实活动,且前者关乎存在与不存在,后者关乎如此这般的存在与不存在,后者是在形式生成之后才成立的;或者亦由于第三个原因,即在单纯且本真意义上的生成之后,他想要论述某种特定的生成,即熟化、不熟及从属于它之物。那么,熟化是热的种的现实活动。而这是有三种的:在有生命之物中的被称为成熟,成熟本真地用于果实;或者在无生命之物中,而在无生命之物中,或者在湿热中发生而被称为煮沸,或者在无湿中发生而被称为焙烤。与熟化正相对立的是单纯的不熟。而在其下的则是未熟,它与成熟相对立;因为我们本真地对果实说“未熟”,正如我们亦把成熟的果实称为“熟果”。夹生与煮沸相对立,因为煮沸使被煮之物溶解,而夹生仅是煮沸的开端,并不使被煮半熟之物溶解——这并不是说,一切煮沸都必定会使被煮之物溶解。因为看哪,蛋类、脑髓、睾丸以及切碎的肉类在煮沸时并不溶解,反而凝聚并获得形状。因为一般而言,凡在现实上具有湿气之物,都通过煮沸而变稠;凡在潜能上具有湿气之物,都在煮沸中溶解。焦灼则溶解[而不存留];因为它是与焙烤相对立的。但值得探究的是,哲学家在提及这些特有现实活动时,为何没有提及食物藉以消化的本真意义上的熟化。或者我们说,由于说了“煮沸”,他亦将这种熟化包含在内了;因为熟化亦同煮沸一样是在湿热中发生的。希波克拉底在《论急性病》中亦知晓这一点,他在那里说胃不应把食物煮沸两次,用“煮沸”代替了“消化”。或者说出另一个原因:他理所当然地没有提及那种煮沸[消化],因为那是由于自然本性而在动物肉体中发生的,而如今他所欲阐明的并非由自然本性发生之物(换言之即由动物肉体中存在的自然能力发生之物),而是由热与冷(即能动性质)发生之物。因为包含形式转换的熟化是由具顾护性的自然本性造成的。不要说成熟是由自然本性造成的;因为在其中并非形式的变化,而仅仅是性质的变化;凡有形式变化之处,那里才本真地发生自然本性的工作。因此,关于这些事物的整体划分是这样的:熟化或者造成形式的变化,与属同名地被称为“熟化”,并由具顾护性的自然本性造成;或者仅造成性质的变化。而这[性质的变化]或者在有生命之物中发生而被称为成熟,或者在无生命之物中发生;在无生命之物中,或者在湿热中发生而被称为煮沸,或者在无湿中发生而被称为焙烤。在这些之后,亚里士多德给出了煮沸[熟化]的定义,说熟化是由自然的固有之热从相对立的受动者中产生的完成。然而必须探究,他所说的熟化是谁的完成:是能动者的完成,还是受动者的完成?我们说,是受动者的完成,而非能动者的完成,而是生成之物即自然本性的完成,如果受动者确实被消灭并从一个形式转变为另一个形式的话。但诠释家们说,受动者亦被完成了;因为它是从潜能被引导到现实的。但即便如此,生成之物同样被消灭了;因为当潜能存在之物成为现实时,它[作为潜能者]就被消灭了。
- 4.3.1οὐ τοῦτό μου λέγοντος, ὅτι πᾶσα ἕψησις πάντως διαλύει τὰ ἑψόμενα
此句为带有否定词 οὐ 的属格独立结构(οὐ τοῦτό μου λέγοντος),表达注疏者对自身陈述的保留与限定(“这并不是说,一切煮沸都必定会使被煮之物溶解”)。连词 ὅτι 引导一个与 τοῦτο 同位的名词性从句,以说明其具体内容。
- 4.3.1ὁρισμὸν παραδίδωσι τῆς ἑψήσεως
底本文字作 τῆς ἑψήσεως(煮沸的),但紧接着引用的定义(πέψις ἐστὶ τελείωσις...)显然是熟化(πέψις)的定义。在语境中,注疏者正在处理亚里士多德对熟化所下的定义,译文依据传抄文本译出并在义理上理解为熟化。
- 4.3.1φθείρεται γὰρ τοῦ δυνάμει γινομένου ἐνεργείᾳ
此为表示时间的属格独立结构(τοῦ δυνάμει [ὄντος] γινομένου ἐνεργείᾳ),意为“当潜能存在之物成为现实态时,[其作为潜能之物]便被消灭”。未明示主语的 φθείρεται 承接前文的 τὸ γινόμενον 作为其语法主语。
