← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§280.13-282.17

腐烂的定义与证明湿热匮乏的七个论据

奥林匹奥多罗注解了亚里士多德《气象学》第4卷第1章(379a8–379b6)中关于腐烂的定义(外来之热造成固有之热的消灭),并阐释了证明腐烂源于湿气与热的匮乏的七个论据(元素、季节、冰冻、流水、水量、海洋以及腐生动物)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.7

" Διὸ καὶ ὑγρὰ πρῶτον, εἶτα ξηρά, τέλος γίνεται σηπόμενα." Ἐντεῦθεν ἄρχεται κατασκευάζειν, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις, ἐπειδὴ καὶ τὰ νεκρὰ σώματα ἀρχόμενα σήπεσθαι ὁρῶνται διαφορούμενα τὴν ὑγρότητα1 ἰχωροειδῆ γενομένην. εἶτα μετὰ τὸ διαφορηθῆναι σήπεται καὶ διαλύεται, ὅτι ὑγρότης αἰτία ἦν τῆς ἑνώσεως τοῦ σώματος καὶ τοῦ ὁρισμοῦ τῶν γηΐνων αὐτοῦ καὶ ξηρῶν μορίων, δρώντων εἰς αὐτὸ δηλονότι τῶν ποιητικῶν στοιχείων, τοῦ θερμοῦ καὶ ψυχροῦ. ὡσαύτως δὲ καὶ ἐν τοῖς ξηροῖς καὶ γηΐνοις μορίοις.

“因此,腐烂之物亦起初变湿,随后最终变干。” 自此他开始论证,腐烂是由于湿气的匮乏而发生的,因为死去的肉体在开始腐烂时,也被观察到在湿气变成脓液状后将其蒸散。随后,在[湿气]蒸散之后,肉体便腐烂并分解,因为湿气原本是肉体结合以及限定其土质和干燥部分的原因——显然是在能动元素即热与冷对它施加作用时。在干燥和土质的部分中情况亦是如此。

§4.2.8

"Γίνεται δὲ φθορά, ὅταν κατακρατῇ τοῦ ὁρίζοντος τὸ ὁριζόμενον διὰ τὸ περιέχον." Ὁρίζον καλεῖ τὸ θερμὸν ὡς ποιητικόν, ὁριζόμενον δὲ τὸ ὑγρὸν ὡς παθητικόν. τότε οὖν γίνεται φθορά, ὅταν ὑπὸ τοῦ περιέχοντος θερμοῦ ἐκδιαφορηθῇ τὸ ἔνδον θερμὸν τὸ κατὰ φύσιν, ὡς ἔλαττον γίνεσθαι τῆς ἔνδον ὑγρότητος, μέχρις ἂν καὶ αὐτὴ διαφορηθῇ· τότε γὰρ ἡ ξηρότης ἐπικρατεῖ.

“而消灭的发生,是在被限定者由于周围环境而压倒限定者的时候。” 他将能动者意义上的热称为限定者,将受动者意义上的湿称为被限定者。因此,消灭发生在内部合乎自然的热被周围的热所彻底蒸散、以致少于内部的湿气、直至这湿气本身亦被蒸散的时候;因为那时干燥占据了支配。

§4.2.9

"Ὅταν χωρισθῇ τῆς φύσεως." Τουτέστιν ὅταν χωρισθῇ ἡ θερμότης ἡ οἰκεία ἀπὸ τοῦ συνθέτου.

“在其与自然本性分离的时候。” 换言之,即固有的热与复合体相分离的时候。

§4.2.10

"Διὸ καὶ σήπεται ἄλλα πλὴν πυρός." Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ ἐνδείᾳ θερμότητος γίνεται ἡ σῆψις, διὰ πλειόνων ἐπιχειρημάτων· πρῶτον μὲν ἀπὸ τῶν στοιχείων, δεύτερον δὲ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους, τρίτον ἀπὸ τῶν πεπηγότων, τέταρτον ἀπὸ τοῦ ῥέοντος ὕδατος, πέμπτον ἀπὸ τοῦ πολλοῦ ὕδατος, ἕκτον ἀπὸ τῆς θαλάττης, ἕβδομον ἀπὸ τῶν γινομένων ἀπὸ σήψεως ζῴων.

“因此除火之外的其他事物[所有元素]都会腐烂。” 自此,他通过数个论据表明,腐烂亦是由于热的匮乏而发生的:第一来自元素,第二来自一年的季节,第三来自冻结之物,第四来自流水,第五来自大量的水,第六来自海洋,第七来自自腐烂中生成的动物。

§4.2.11

"Σῆψις δ’ ἐστὶ φθορὰ τῆς ἐν ἑκάστῳ ὑγρῷ οἰκείας καὶ κατὰ φύσιν θερμότητος· αὕτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος." Ὁρίζεται τὴν σῆψιν. καὶ ὅρα, πῶς σαφῶς ἐδείκνυται ὑπὸ ἐνδείας θερμοῦ οἰκείου γίνεσθαι τὴν σῆψιν. ἀλλ’ ἀποροῦμεν, τί θέλει εἶναι τοιαύτη δ’ ἐστὶν ἡ τοῦ περιέχοντος, εἴ γε περὶ τοῦ ἐμφύτου θερμοῦ διαλέγεται. ἢ ῥητέον, ὅτι τοῦτο πρὸς τὸ φθορὰ δεῖ ἀποδοῦναι,2 ὡς καὶ εἰ οὕτως ἔλεγεν· ‘ἥτις φθορὰ γίνεται ἀπὸ τοῦ περιέχοντος θερμοῦ, τουτέστιν ἀλλοτρίου’. ὅθεν παρακατιὼν ἐρεῖ, ὅτι θερμῷ ἀλλοτρίῳ καὶ ψυχρῷ οἰκείῳ γίνεται ἡ σῆψις. τὸ γὰρ ἀλλότριον θερμὸν ἐπικρατοῦν αἴτιον γίνεται ἐνδείας μὲν τοῦ οἰκείου θερμοῦ καὶ ὑγροῦ καὶ * * * ψυχροῦ καὶ ξηροῦ. ἐκδιαφοροῦν γὰρ τὸ ἔμφυτον θερμὸν συνεκδιαφορεῖται μετ’ αὐτοῦ καὶ ἡ ὑγρότης. καὶ ὅσῳ ταῦτα διαφοροῦνται, τοσούτῳ ἡ ψύξις καὶ ἡ ξηρότης ἐπικρατεῖ.

“腐烂是每一湿物中固有且合乎自然的热的消灭;而这[消灭]是属于周围环境的。” 他给腐烂下了定义。请看,腐烂是由于固有之热的匮乏而发生的,这一点被表明得何等清晰。但我们产生了一个疑问:如果他确实是在讨论天赋的热,那么“而这样的是属于周围环境的”究竟意指什么?或者应当说,这[指示代词]必须归属于“消灭”,就好像他是说:“这种消灭是由周围的热即外来的热所造成的”。因此,他在下文中会说,腐烂是由外来的热和固有的冷造成的。因为外来的热一旦支配,就会成为固有的热与湿匮乏的原因,并成为[固有的]冷与干[占据支配的原因]。因为在它彻底蒸散天赋之热时,湿气亦随之被一同蒸散。而这些越被蒸散,冷却与干燥就越占据支配。

§4.2.12

"Ἄμφω ἂν αἴτια εἴη, καὶ κοινὸν τὸ πάθος ἡ σῆψις, ψυχρότητός τε οἰκείας καὶ θερμότητος ἀλλοτρίας." Ἰδού, πῶς διαρρήδην ὑπὸ ψυχρότητος καὶ θερμότητος λέγει γίνεσθαι τὴν σῆψιν.

“两者都是原因,腐烂是固有的冷与外来的热的共同承受态。” 看哪,他是何等明确地说腐烂是由冷和热引起的。

§4.2.13

"Καὶ ἐν τοῖς ψύχεσι δ’ ἧττον σήπεται." Τὸ δεύτερον ἐπιχείρημα τὸ ἀπὸ τῶν ὡρῶν τοῦ ἔτους. ἐν γὰρ τῷ χειμῶνι ἧττον γίνεται ἡ σῆψις διὰ τὸ ἐμφωλεύειν ἔνδον τὸ ἔμφυτον θερμὸν καὶ μὴ εἶναι πρόχειρον εἰς τὸ διαφορηθῆναι. ᾧ δῆλον, ὅτι ἐνδείᾳ τοῦ οἰκείου θερμοῦ γίνεται ἡ σῆψις καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου.

“而在寒冷中事物较少腐烂。” 这是来自一年季节的第二个论据。因为在冬季腐烂较少发生,这是由于天赋的热潜藏于内部而不易蒸散。由此显然,腐烂是由于固有之热的匮乏和外来[之热]的支配而发生的。

§4.2.14

"Καὶ οὔτε τὸ πεπηγός." Τὸ τρίτον ἐπιχείρημα. ἐν γὰρ τῷ πεπηγότι οὐ δρᾷ τὸ ἔξωθεν θερμόν, ἐπειδὴ δραστικωτέρα αὐτοῦ ἐστιν ἡ ἐν τῷ πεπηγότι ψύξις. καὶ διὰ τοῦτο οὐ σήπεται, ὥστε διὰ ἐπικράτειαν τοῦ ἔξωθεν θερμοῦ γίνεται ἡ σῆψις.

“冻结之物亦不[腐烂]。” 这是第三个论据。因为在冻结之物中,外部的热并不起作用,因为冻结之物中的冷比外部的热更为能动。因此它不腐烂,从而腐烂是由于外部之热的支配而发生的。

§4.2.15

"Ὁμοίως δὲ καὶ τὸ κινούμενον καὶ τὸ ῥέον ἧττον σήπεται τοῦ ἀκινητίζοντος." Τὸ τέταρτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ ῥέοντος ὕδατος. τὸ γὰρ ῥέον, φησίν, ὕδωρ ἐπειδὴ ὑπὸ τῆς κινήσεως ἀναζωπυροῦται τὸ ἔμφυτον αὐτοῦ θερμόν, οὐ σήπεται· τὸ δ’ ἱστάμενον σήπεται διὰ τὸ ἀσθενὲς εἶναι τὸ ἐν αὐτῷ θερμόν. ὅτι γὰρ καὶ τὸ ὕδωρ ἔχει ἔμφυτον θερμόν, δῆλον, ἐπειδὴ καὶ ῥεῖ· τὸ γὰρ εἶναι ῥυτὸν ὑπὸ τοῦ θερμοῦ ἐκτήσατο, ἐπεὶ ἔμελλε πεπηγὸς εἶναι.3

“同样,运动和流动之物比静止之物较少腐烂。” 这是来自流水的第四个论据。他说,流水不腐烂,是因为它的天赋之热因运动而重新激发;但停滞的水腐烂,是因为其中的热是微弱的。水亦具有天赋之热是显而易见的,因为它能流动;因为流动这一属性是它通过热而获得的,否则它本应是冻结的。

§4.2.16

"Ἡ αὐτὴ δὲ αἰτία καὶ τοῦ τὸ πολὺ ἧττον." Τὸ πέμπτον ἐπιχείρημα τὸ ἀπὸ τοῦ πλήθους. ἐπειδὴ γὰρ ἐν τῷ πολλῷ ὕδατι πολὺ περιέχεται θερμόν, ἧττον ἐν αὐτῷ γίνεται ἡ σῆψις, ἐν δὲ τῷ ὀλίγῳ μᾶλλον, ἐπειδὴ ἐνδεὲς καὶ τὸ θερμόν.

“大量[的水腐烂]较少的原因亦相同。” 这是来自数量的第五个论据。因为大量的水中包含着许多热,所以在其中腐烂较少发生,而在少量[的水]中发生得更多,因为热亦是匮乏的。

§4.2.17

"Ὡσαύτως δὲ καὶ ἐπὶ θαλάττης." Ἔχεις καὶ τὸ ἕκτον ἐπιχείρημα, * * * τὸ δ’ ἀπὸ τῶν ἐκ σήψεως γινομένων ζῴων. καὶ γὰρ ὁρῶμεν, ὅτι ἐπὶ τῇ σήψει ζῷα γίνονται, δηλονότι ἐκδιαφορουμένου τοῦ ἐμφύτου καὶ ζωογόνου θερμοῦ γίνονται. εἰ δ’ ἐκδιαφορεῖται, δῆλον ὅτι μειοῦται· ὑπὸ ἐνδείας ἄρα θερμοῦ γίνεται ἡ σῆψις.

“关于海洋亦是如此。” 你既看到了第六个论据[来自海洋],也看到了来自腐烂中生成的动物的论据。因为我们确实看到动物伴随着腐烂而生成,这显然是因为天赋的、赋予生命的热被蒸散而生成的。如果它被蒸散,显然它就减少了;因此,腐烂是由于热的匮乏而发生的。

语法注3 条
  1. 4.2.7διαφορούμενα τὴν ὑγρότητα

    被动分词 διαφορούμενα(主语为 τὰ νεκρὰ σώματα)支配宾格 τὴν ὑγρότητα。这属于表达肉体蒸散自身湿气的中动态用法,或是被动语态动词后保留宾语的宾格结构(保留宾格)。

  2. 4.2.11τοῦτο πρὸς τὸ φθορὰ δεῖ ἀποδοῦναι

    关于引文(lemma)中指示代词 αὕτη(在注解文中作 τοιαύτη)先行词的句法判定。若将其指向紧邻的阴性名词“热(θερμότης)”,就会得出“天赋的热属于周围环境”这一荒谬含义,因此注疏者将其归结回修饰主干名词“消灭(φθορά)”。

  3. 4.2.15ἐπεὶ ἔμελλε πεπηγὸς εἶναι

    连词 ἐπεί(引入假定反实条件,意为“否则”)后接未完成过去直陈式 ἔμελλε 及完成时分词与不定式。该助动词结构在不带小词 ἄν 的情况下表示与过去事实相反的推论(“否则它本应是冻结的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:280.13-282.17