← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§278.24-280.12

能动性质的作用与作为工具因的冷热

亚里士多德论述能动与受动能力的运作以及实体的单纯生成与毁灭,奥林匹奥多鲁解释称将热和冷称为动因是对工具因的借用,并阐明了形式与质料的比例及腐烂的定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.2

" Διωρισμένων δὴ τούτων ληπτέον ἂν εἴη τὰς ἐργασίας αὐτῶν, αἷς οὕτως ἐργάζονται ποιητικά, καὶ τῶν παθητικῶν τὰ εἴδη." Διορισθέντος, φησί, τοῦ λόγου καὶ δείξαντος, ποῖα μέν εἰσι ποιητικὰ στοιχεῖα, ποῖα δὲ ὑλικά, ἔλθωμεν λοιπὸν καὶ ἐπὶ τὴν ἐργασίαν αὐτῶν, ἥτις γίνεται ποιοῦντος μὲν τοῦ θερμοῦ καὶ ψυχροῦ, πάσχοντος δὲ τοῦ ὑγροῦ καὶ ξηροῦ· ταὐτὸν δ’ εἰπεῖν τὰς εἰσηγήσεις ἐπισκεψώμεθα, ἃς ποιεῖ τὸ θερμὸν καὶ ψυχρὸν εἰς τὸ ὑγρὸν καὶ ξηρόν, ἅσπερ εἴδη τῶν παθητικῶν στοιχείων ἐκάλεσε1 διὰ τὸ εἰδοποιεῖσθαι πάσχοντα ὑπὸ τῶν δραστικῶν.

“这些既然已经确定,接下来就应当把握它们作为主动者发挥作用的那些运作,以及受动者的各种形式。” 他说,在论述已经作出规定并指明了哪些是能动元素、哪些是质料元素之后,我们接下来就应当进而讨论它们的运作,这种运作是在热与冷施加作用、湿与干承受作用时发生的;换言之,让我们来考察热与冷施加于湿与干之上的那些作用,他之所以将这些作用称为受动元素的形式,是因为受动者在受到能动者的作用时获得了形式。

§4.2.3

"Πρῶτον μὲν οὖν καθόλου ἡ ἁπλῆ γένεσις καὶ ἡ φυσικὴ μεταβολὴ τούτων τῶν δυνάμεων ἔργον ἐστί, καὶ ἡ ἀντικειμένη φθορὰ κατὰ φύσιν." Τί φησιν; ὅτι ὡς καθόλου εἰπεῖν ἡ ἁπλῶς γένεσις καὶ καθόλου ἥτις κατηγορεῖται κατὰ τῶν μερικῶν γενέσεων, πέψεως λέγω καὶ ἀλλοιώσεως καὶ τῶν λοιπῶν, ὑπὸ θερμοῦ καὶ ψυχροῦ γίνεται. ἢ μᾶλλον οὕτω ῥητέον, ὅτι ἁπλῆν γένεσιν λέγει οὐ τὴν ἁπλῆν, ἥτις κατηγορεῖται κατὰ πάσης μερικῆς γενέσεως, ἀλλὰ τὴν τῶν οὐσιῶν γένεσιν, τὴν ἐκ τοῦ ἀφανοῦς εἰς τὸ ἐμφανὲς προάγουσαν τὰ ἔμψυχα σώματα. ταῦτα γὰρ ἡ φύσις ὀργάνῳ κεχρημένη τῷ θερμῷ καὶ ψυχρῷ, ὕλῃ δὲ τῷ ξηρῷ καὶ ὑγρῷ, δημιουργήσασα παρήγαγεν. ᾧ δῆλον, ὅτι κατεχρήσατο λέγων ποιητικὸν αἴτιον εἶναι τὸ θερμὸν καὶ τὸ ψυχρόν. φαίνεται γὰρ ἐν τῷ Περὶ γενέσεως καὶ φθορᾶς λέγων μὴ εἶναι ποιητικὸν αἴτιον τὸ θερμόν. εἰ γὰρ καὶ ποιητικὸν αἴτιον, χεῖρον ἂν ἦν τοῦ ὀργανικοῦ,2 ἐπειδὴ τὸ μὲν † ὀργανικὸν ὑφ’ ἑτέρου τάττεται, τουτέστι τοῦ ποιητικοῦ· τὸ δὲ θερμόν, εἴπερ ἦν ποιητικὸν αἴτιον, οὐκ ἔμελλεν ὑποτάττεσθαι, ἀλλ’ ἀεὶ προκόπτειν ἐπ’ ἄπειρον καὶ αὔξεσθαι, καὶ ἐλάνθανε φθαρτικὸν * ἤπερ ποιητικόν. νῦν οὖν κατεχρήσατο λέγων αὐτὸ ποιητικόν. ἀλλὰ τῆς μὲν ἁπλῶς γενέσεως ποιητικὸν αἴτιον λέγει εἶναι τὸ θερμὸν καὶ ψυχρόν, τῆς δὲ ἁπλῶς φθορᾶς οὔκ εἰσι ποιητικὰ αἴτια, ἀλλά τινος φθορᾶς, μόνης γὰρ τῆς ἀντικειμένης τῇ ἁπλῇ γενέσει, τουτέστι τῆς γινομένης διὰ σήψεως, ἥντινα καὶ κατὰ φύσιν καλεῖ πρὸς ἀντιδιαστολὴν τῆς κατὰ βίαν γινομένης φθορᾶς, ἢ ξίφους ἢ πυρὸς ἤ τινος τοιούτου. ὥσπερ γὰρ ἡ ἁπλῆ γένεσις περιουσίᾳ ἐμφύτου θερμοῦ καὶ ὑγροῦ γίνεται, οὕτως ἡ σῆψις ἐνδείᾳ τούτων καὶ πλεονεξίᾳ τοῦ ψυχροῦ γίνεται. ἡ ἁπλῆ δὲ γένεσις λέγεται ἡ τῶν οὐσιῶν ἀντιπαραβαλλομένη πρὸς τὴν τῶν συμβεβηκότων γένεσιν, ταὐτὸν δ’ εἰπεῖν πέψεως καὶ τῶν ὑπ’ αὐτήν, λέγω δὴ πεπάνσεως, σήψεως, ὀπτήσεως καὶ τῆς ἄλλης μεταβολῆς καὶ ἀλλοιώσεως.

“首先,普遍而言,单纯的生成和自然的变化是这些能力的作用,与此相对的合乎自然的消灭亦是如此。” 他说了什么?他说,普遍而言,单纯的生成——即普遍地就个别生成(我指的是消化、蚀变及其余各者)而言所陈述的生成——是由热和冷造成的。或者不如这样说:他所说的单纯生成,并非指那对一切个别生成所陈述的单纯生成,而是指实体的生成,即将具灵肉体从不可见引向可见的[生成]。因为自然以热和冷为工具,以干和湿为质料,塑造并产生了这些肉体。由此显然,他说热和冷是动因乃是一种借用说法。因为他在《论生成与消灭》中似乎说过热并不是动因。因为假使热是动因,它就会比工具性的因更为低劣,因为工具乃是由他者、即动因所安排的;而热若果真是动因,它就不会受制于他者,而是会永远向前推进至无穷并不断增强,并不知不觉地成为了毁灭性的因而非创造性的因。因此,他现在说它是能动者乃是借用。然而,他虽说热和冷是单纯生成的动因,却不是单纯消灭的动因,而仅仅是某种特定消灭的动因,即唯一与单纯生成相对立的消灭,换言之也就是通过腐烂而发生的消灭;他之所以称之为合乎自然的,是为了与因刀剑、烈火或诸如此类的暴力而发生的消灭相区别。因为正如单纯生成是由于天赋的热与湿的充裕而发生的,腐烂也是由于这些的匮乏以及冷的过度而发生的。而所谓单纯生成,是就实体而言的,与偶性的生成相对立,也就是与消化及其下属之物(我指的是成熟、腐败、烘烤以及其他变化和蚀变)相对立。

§4.2.4

"Αὗται μὲν οὖν τοῖς τε φυτοῖς ὑπάρχουσι καὶ τοῖς ζῴοις καὶ τοῖς μέρεσιν αὐτῶν." Ἡ εἰρημένη ἁπλῆ γένεσις καὶ ἡ κατὰ φύσιν φθορὰ τῶν ἐμψύχων ἐστίν.

“因此,这些既存在于植物中,也存在于动物中,并且存在于它们的部分中。” 上述的单纯生成与合乎自然的消灭属于具灵之物。

§4.2.5

"Ἔστι δὲ ἁπλῆ καὶ φυσικὴ γένεσις καὶ μεταβολὴ ὑπὸ τούτων τῶν δυνάμεων, ὅταν ἔχωσι λόγον ἐκ τῆς ὑποκειμένης ὕλης ἑκάστῃ φύσει.3" Οἷόν τινα ὁρισμὸν παραδίδωσι τῆς γενέσεως καὶ φθορᾶς. καί φησιν, ὅτι γένεσίς ἐστιν, ὅταν λόγον ἔχῃ τὸ ποιητικὸν αἴτιον πρὸς τὸ παθητικόν, ἵνα τὸ μὲν ποιῇ, τὸ δὲ πάσχῃ, καὶ τὸ μὲν κρατῇ, τὸ δὲ κρατῆται. εἰ δὲ τὸ ἀνάπαλιν τὸ παθητικὸν κρατεῖ, τὸ δὲ ποιητικὸν κρατεῖται, τηνικαῦτα φθορὰ γίνεται, τουτέστιν ὅταν μὴ ἔχῃ λόγον τὸ ποιητικὸν αἴτιον πρὸς τὸ παθητικόν· τηνικαῦτα γὰρ κατὰ μέρος γίνεται ἀπεψία. καὶ τελευταῖον σῆψις κατακρατουμένου τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ὑγροῦ καὶ τελευταῖον ὑπὸ τοῦ ξηροῦ, ὅτε καὶ κοπρῶδες γίνεται τὸ σῶμα.

“单纯的、自然而然的生成与变化是由这些能力引起的,只要它们对每一自然本性而言都具有源于基底质料的比例。” 他给出了关于生成与消灭的某种定义。他说,生成发生在能动原因与受动因之间具有比例的时候,以便使前者施加作用,后者承受作用,前者支配,后者被支配。但反之,如果受动者占据支配,而能动者被支配,那时便发生消灭,换言之,即当能动原因对受动者不具有比例时;因为那时会发生局部的消化不良。最终,随着固有的热被湿所压制并最终被干所压制,便发生腐烂,这时身体也变成了粪便状。

§4.2.6

"Τῇ δὲ ἁπλῇ γενέσει ἐναντίον μάλιστα κοινὸν σῆψις." Τῇ τῶν οὐσιῶν γενέσει μάλιστα ἡ διὰ σήψεως φθορά ἐστιν ἐναντίον. καλῶς δ’ εἶπε τὸ μάλιστα διὰ τὰς ἐξ αἰφνιδίου γινομένας φθορὰς τῶν σωμάτων, ὑπὸ πυρός, ἀγχόνης ἢ ξίφους· σπάνιαι γάρ εἰσιν αὗται, συνηθεστέρα δὲ καὶ κοινοτέρα ἡ διὰ τοῦ γήρως καὶ σήψεως.

“与单纯生成最普遍对立的是腐烂。” 与实体的生成最为对立的是通过腐烂而造成的消灭。他说“最”是非常贴切的,因为存在着由火、缢死或刀剑造成的突然的肉体消灭;这些是罕见的,而通过衰老和腐烂造成的消灭则是更为惯常和普遍的。

语法注3 条
  1. 4.2.2ἅσπερ εἴδη τῶν παθητικῶν στοιχείων ἐκάλεσε

    关系代名词 ἅσπερ(阴性复数宾格)指代前述先行词 τὰς εἰσηγήσεις(热和冷所引发的作用),作 ἐκάλεσε(主语为亚里士多德)的直接宾语。εἴδη 则充当其谓语宾格,构成双宾格句式(“他将这些作用称为受动元素的形式”)。

  2. 4.2.3εἰ γὰρ καὶ ποιητικὸν αἴτιον, χεῖρον ἂν ἦν τοῦ ὀργανικοῦ

    此处为一个省略了系动词 ἦν 的反事实条件从句,其中 καὶ 带有让步意味(“假使它果真是动因”)。主句为 χεῖρον ἂν ἦν(“它本会比工具因更为劣下”),随后的 ἐπειδή 从句则对这一推论阐明了理由。

  3. 4.2.5ὅταν ἔχωσι λόγον ἐκ τῆς ὑποκειμένης ὕλης ἑκάστῃ φύσει

    亚里士多德引文(词条)的句法结构。虚拟式第三人称复数 ἔχωσι 的主语承接前句的 αἱ δυνάμεις(热与冷诸能力)。介词短语 ἐκ τῆς ὑποκειμένης ὕλης(“源于基底质料的”)修饰名词 λόγον(比例),与格 ἑκάστῃ φύσει 则充当关系或利益与格(“对每一自然本性而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:278.24-280.12