- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:27.3-28.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁驳斥了关于高空不形成云的第三与第四种错误假说,讨论了中间空间的性质以及水与大地的包容关系,并基于月上第五元素及其内部纯度差异展开了真正的解答。
" Ἢ οὖν οὐκ ἐξ ἅπαντος ἀέρος πέφυκε γίνεσθαι." Ἡ τρίτη ψευδὴς ἐπίλυσις, ὅτι οὐ πᾶς ἀὴρ εἰς ὕδωρ μεταβάλλει. ἀλλὰ ταύτην ὡς πάνυ ἄτοπον οὐκ ἄξιον λῦσαι· ἀποκληρωτικὸν γάρ ἐστι τὸ οὕτω λέγειν.
“或者,并非从所有空气中生出乃是其自然本性。” 第三种错误的解答是:并非所有空气都转变为水。但这不值得去破解,因为这是完全荒谬的;这样说乃是出于毫无依据的武断。
"Ἢ εἰ ὁμοίως ἐξ ἅπαντος, περὶ τὴν γῆν οὐ μόνον ἀήρ ἐστιν, ἀλλ’ οἷον ἀτμίς, διὸ πάλιν συνίσταται εἰς ὕδωρ." Ἡ τετάρτη λύσις, ὅτι πᾶς μὲν ἀὴρ μεταβάλλει, πλὴν ὡς ἀτμιδώδης ὁ περίγειος ἴσχει συνιστάμενα νέφη.
“或者,如果是同样地从所有空气中生出,那么在大地周围的不仅是空气,而且宛如汽气,因此又凝结为水。” 第四种解答是:虽然所有空气都会转变,但近地的空气因带有汽气而容纳凝结的云。
"Ἀλλὰ μὴν εἰ τοιοῦτος ὢν ὁ ἀήρ." Ἐντεῦθεν ἀνατροπὴ τῆς τετάρτης λύσεως. εἰ γὰρ ὁ ἀὴρ ἀτμιδώδης ἐστίν, ἀὴρ δὲ ὁ περίγειος, ἀφάτῳ μέτρῳ ὑπερέξει τὸ ὕδωρ καὶ ὁ ἀὴρ τὴν γῆν τοῦ μεταξὺ ὅλου τοῦ τοιούτου ὄντος·1 οὐδὲ γὰρ πῦρ δύναται μόνον εἶναι, ὡς ἤδη δέδεικται.
“然而,如果空气既然是这样的……” 由此开始对第四种解答的颠覆。因为如果空气是带有汽气的,而近地的东西是空气,那么既然整个中间之物都是这样的,水和空气就将以不可言喻的数量超过大地;因为正如已经证明的那样,中间之物也不可能是纯粹的火。
"Καὶ γὰρ πυρὸς μὲν ἀδύνατον." Πρόσθες ‘μόνου’, ἐπεί, ὡς μέλλει εἰπεῖν, καὶ πυρὸς μετέχει τοῦ ὑπεκκαύματος ὁ μεταξὺ τόπος, ὡς ἐν τῇ ἀληθεῖ ἐπιλύσει εἴρηται.
“因为属于火是不可能的。” 应当补上“单独”,因为正如他将要说的那样,正如在真正的解答中所说的那样,中间的处所也分有作为引火物的火。
"Λείπεται δὲ ἀέρος καὶ τοῦ περὶ τὴν γῆν ἅπασαν ὕδατος." Καλῶς εἶπε καὶ τοῦ περὶ τὴν γῆν, διότι τὸ ὕδωρ, ἵνα μίαν σφαῖραν ἀποτελέσῃ, πληροῖ τὰ κοιλώματα τῆς γῆς καὶ περὶ αὐτήν ἐστι· πλὴν ἀστρονόμοι μὲν ἐκ τῶν δύο φασὶ γίνεσθαι τὴν σφαῖραν, Ἀριστοτελικὸς δὲ ἀνὴρ φαίη ἂν καὶ ἐκ τοῦ περιγείου ἀέρος. χρὴ γὰρ μὴ μόνον τὰ κοιλώματα ἀναπληροῦσθαι, ἀλλὰ καὶ τὰς ἐξοχὰς ἐξομαλίζεσθαι· καὶ κοιλότης γὰρ καὶ ἡ ἐξοχὴ φθαρτικά εἰσι τοῦ κυκλικοῦ σχήματος. ἀλλ’ εἰ περιέχεται ἐν τῇ γῇ τὸ ὕδωρ, πῶς φαμεν αὐτὸ πλεῖον εἶναι; ἀεὶ γὰρ ἐπ’ ἔλαττον τὸ περιεχόμενον τοῦ περιέχοντος.2 φαμὲν δὲ ἡμεῖς, ὅτι τὸ ὕδωρ καὶ περιέχεται καὶ περιέχει. περιέχει μέν, ἐὰν ὡς πρὸς τὸ κέντρον ἀφορῶμεν· ἔξωθεν γάρ ἐστι τοῦ κέντρου τὸ ὕδωρ καὶ περιέχει αὐτὸ τὸ κέντρον, τουτέστι τὸ μεσαίτατον τῆς γῆς. περιέχεται δέ, ἐπειδὴ ἐν κοιλότητί τινι συνίσταται· εἰ γὰρ λέγεται ὁ Ὠκεανὸς ἐμπεριέχειν τὴν γῆν καὶ κυκλοῦν αὐτήν, οἶμαι διὰ τὴν ἀτμίδα τοῦτο λέγεσθαι. τί οὖν φαμεν; ὅτι οὐ διὰ τὸ περιέχεσθαι χρείαν ἔχει τὸ ὕδωρ τῆς γῆς, ἀλλ’ οἷον σφαιρικὸν ὂν περί τι μὲν ὂν κέντρον τὴν γῆν φέρεται καὶ ὑπερέχει τὴν ἐπιφάνειαν αὐτῆς. καὶ ὅτι τοῦτο ἀληθές, δηλοῖ τὸ γινόμενον ἐν ταῖς τραπέζαις ἢ φύλλῳ ὕδατος ἐγχεομένου καὶ ἐπανάστημα ποιοῦντος.
“余下的则是属于空气和环绕整个大地的水。” 他说“以及环绕大地的”是恰当的,因为水为了构成单一的球体,填满了大地的凹陷处并位于其周围;不过天文学家虽然主张该球体是由这两者构成的,但一个亚里士多德学派的人会说它也是由近地的空气构成的。因为不仅凹陷处必须被填平,突起处也必须被削平;凹陷与突起都会破坏圆形。然而,如果水被包容在大地之中,我们怎么能说水是更多的呢?因为被包容者总是少于包容者。但我们主张,水既被包容,也起包容作用。如果朝向中心来看,它就在包容;因为水在中心之外,并包容着中心本身,即大地的正中心。但由于它汇聚在某个凹陷处,它又被包容着;因为如果大洋被说成包容着大地并环绕着它,我认为这是由于汽气而说的。那么我们该说什么呢?水并不是由于被包容而需要大地,而是宛如球形之物那样,围绕着作为中心的大地运转,并高出于大地的表面。这一点是真实的,由将水倒在桌面上或树叶上并形成隆起时所发生的情形所表明。
"Ἡμεῖς δὲ λέγομεν." Ἐντεῦθεν ἄρχεται τῆς ἐπιλύσεως.
“然而我们主张。” 解答由此开始。
"Τὸ μὲν γὰρ ἄνω καὶ μέχρι τῆς σελήνης ἕτερον εἶναι σῶμά φαμεν πυρός τε καὶ ἀέρος." Ἄνω σῶμα λέγεται τὸ οὐράνιον. τοῦτο γὰρ δέδεικται ἐξ ἑτέρου τινὸς σώματος ὑπάρχον.
“因为我们主张,上方直至月亮的部分是不同于火和空气的另一种物体。” 上方的物体指的是天体。因为这已经被证明是由某种其他的物体构成的。
"Ἀλλ’ ἐν αὐτῷ γε τὸ μὲν καθαρώτατον εἶναι, τὸ δὲ ἧττον εἰλικρινές." Τὸ γὰρ τοῦ ἡλίου καθαρώτερον, τὸ δὲ τῆς σελήνης ῥυπαρώτερον. διὸ καὶ ἀνθρακώδης φαίνεται ἡ σελήνη. αἴτιον δὲ τούτου τὸ πλησιάζειν ἢ ἀφεστάναι τοῦ ὑπεκκαύματος,3 πλὴν οὐχ, ὡς ἄν τις οἰηθείη, ἡ σελήνη ἐπιμιξίᾳ τῶν ἐνύλων στοιχείων ῥυπαρωτέρα γίνεται. καλῶς γὰρ τοῦτο διῄτησεν ὁ Ἀλέξανδρος, ὅτι ὥσπερ τὸ πῦρ ἧττον λέγεται εἶναι τῆς γῆς ξηρότερον, οὐ τῇ ἐπιμιξίᾳ τοῦ ὑγροῦ, τοῦ ἐναντίου τῷ ξηρῷ, καὶ ὥσπερ τὸ ὕδωρ λέγεται ἧττον ὑγρὸν εἶναι τοῦ ἀέρος, οὐχ ὅτι ἀὴρ ἐπιμιξίαν ἐδέξατο τοῦ ὑγροῦ, οὕτως καὶ ἡ σελήνη εἰ καὶ πλησίον ἐστὶ τῶν ὑλικῶν τούτων στοιχείων, λέγεται εἶναι ῥυπαρωτέρα οὐ τῇ ἐπιμιξίᾳ τούτων, ἀλλὰ διὰ τὸ εἶναι διαφορὰν τοῦ σώματος καὶ τὸ μὲν αὐτοῦ εἶναι καθαρώτερον, τὸ δὲ ῥυπαρώτερον.
“但在它自身之内,一部分是最纯粹的,而另一部分则纯粹度较低。” 因为太阳的部分更纯粹,而月亮的部分更浑浊。因此月亮也显得如同炭块。造成这一现象的原因是它靠近还是远离引火物;然而,月亮并不是像有人可能认为的那样,由于混入了物质性的元素而变得更加浑浊。因为亚历山大恰当地判定了这一点:正如火被说成干燥程度不及大地,并不是由于混入了干燥的相反者即湿气,又正如水被说成湿润程度不及空气,并不是因为空气接受了湿气的混入,同样地,月亮即使靠近这些物质性的元素,被说成更浑浊也不是由于混入了这些元素,而是由于该物体本身存在着差异,且它的一部分更纯粹,而另一部分更浑浊。
- 1.4.13τοῦ μεταξὺ ὅλου τοῦ τοιούτου ὄντος
这是以名词短语 τοῦ μεταξὺ ὅλου 为逻辑主语的独立属格结构。在条件句(εἰ γὰρ...)的归结从句(ἀφάτῳ μέτρῳ ὑπερέξει...)内部,它表示附加的条件或前提:“既然/如果整个中间之物都是这样的”。
- 1.4.15ἀεὶ γὰρ ἐπ’ ἔλαττον τὸ περιεχόμενον τοῦ περιέχοντος
这是省略了系动词 ἐστί 的普遍命题。介词短语 ἐπ’ ἔλαττον 作表语,意为“在范围/数量上更小(少)”,τοῦ περιέχοντος 则是比较属格(“比包容者”)。
- 1.4.18αἴτιον δὲ τούτου τὸ πλησιάζειν ἢ ἀφεστάναι τοῦ ὑπεκκαύματος
αἴτιον 作表语名词,并列的带冠词不定式短语 τὸ πλησιάζειν ἢ ἀφεστάναι 是句子的主语,τοῦ ὑπεκκαύματος 是两个不定式所要求的属格补足语(“靠近或远离引火物”)。
