- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:277.26-278.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁斯通过诸如火与其他元素、温水与流水、生肉与熟肉、季节以及冻结之物等具体事例,多角度论证了腐烂是由于固有水分和热的缺乏,以及外来热的支配和固有冷的压制而发生的。
ἔτι διὰ τὸ ἐκκριθῆναι τὸ ὑγρὸν τηνικαῦτα σήπεται τὸ σῶμα καὶ κοπρῶδες γίνεται καὶ διαπίπτει ἅτε μὴ ἔχον τινὰ ὑγρότητα διὰ τὸ μηδὲ θερμασίαν ἔχειν τὴν ἕλκουσαν αὐτὴν εἰς ἑαυτὸ ἀπὸ τοῦ περιέχοντος. ᾧ δῆλον, ὅτι δι’ ἔνδειαν ὑγρότητος γίνεται ἡ σῆψις. ἀλλὰ μὴν καὶ [ἢ] δι’ ἔνδειαν θερμότητος· καὶ τοῦτο δῆλον. τὰ γὰρ ἀνυπέρβλητον ἔχοντα θερμασίαν σώματα διαμένουσι μὴ σηπόμενα, οἷον τὸ πῦρ. τοῦ γὰρ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς σηπομένων διὰ τὸ ἔλαττον εἶναι τὸ ἐν αὐτοῖς θερμὸν καὶ τοῦ μὲν ἀέρος σηπομένου ποιεῖν ὄρτυγας, τῆς δὲ γῆς ψύλλας,1 τὸ πῦρ μόνον ὡς ἄσηπτον οὐ ποιεῖ ζῷα διὰ τὸ πλείστην ἔχειν θερμότητα. καὶ τὰ αὐτόματα δὲ θερμὰ ἧττον σήπεται διὰ τὸ ἔχειν οἰκείαν θερμασίαν· ἀλλὰ μὴν καὶ τὰ κινούμενα τῶν στασίμων ὑδάτων ἧττον σήπεται διὰ τὸ ἐκ τῆς κινήσεως ἀναρρώννυσθαι ἐν αὐτοῖς τὸ θερμόν. “κίνησις γὰρ κρατύνει, ἀργίη δὲ τήκει”, φησὶν εἷς τῶν ἰατρῶν. ἀλλὰ μὴν καὶ τὰ ὀλίγα ὕδατα μᾶλλον σήπεται ὡς ἂν ὀλίγου ὄντος τοῦ ἐν αὐτοῖς θερμοῦ· τὰ δὲ πολλὰ ἧττον σήπεται ὡς πλείονα ἔχοντα θερμασίαν. διὸ καὶ τὰ τελματώδη μᾶλλον σήπεται τῶν ποταμῶν, ἢ ὡς αὐτός φησιν, ἡ ἐν τοῖς ἀμφορεῦσι θάλασσα ὡς ὀλίγη οὖσα σήπεται. αὐτὴ δ’ οὐ σήπεται διὰ τὸ πολλοῦ μετέχειν θερμοῦ· πολλῆς γὰρ μετέχει τῆς καπνώδους ἀναθυμιάσεως. ἀλλὰ μὴν καὶ τὸ ἀποκρινόμενον θερμὸν ἐκ τῶν φθειρομένων ζῴων σημαίνει, ὅτι δι’ ἔνδειαν θερμότητος γίνεται ἡ σῆψις (μετὰ γὰρ τὴν τούτου διαφόρησιν σήπεται τὸ σῶμα, ὅπερ διὰ τὸ εἶναι ζωογόνον καὶ γενέσεως ἄλλων ζῴων αἴτιον γίνεται) καὶ τὸ εἰρημένον· ἵπποι μὲν σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν.2 εἶπον δέ σοι ἔξωθεν ἕτερον ἐπιχείρημα τοῦ ἐνδείᾳ τοῦ θερμοῦ γίνεσθαι τὴν σῆψιν. ὁρῶμεν γάρ, ὅτι τὰ ὠμὰ κρέα τῶν ἑφθῶν μᾶλλον σήπονται διὰ τὸ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, τὰ δ’ ἑφθὰ μὴ μόνον τὴν οἰκείαν ἔχειν θερμασίαν, ἀλλὰ καὶ τὴν ἐκ τῆς ἑψήσεως ἀναδεδέχθαι, ἥτις ἐν ἕξει αὐτῷ ἐγένετο ἐν τῇ ἑψήσει. ταῦτα μὲν πάντα εἴρηται πρὸς τὸ δεῖξαι, ὅτι ἐνδείᾳ θερμότητος καὶ ὑγρότητος οἰκείας γίνεται ἡ σῆψις. ὅτι δὲ καὶ ἐπικρατείᾳ τοῦ ἀλλοτρίου θερμοῦ γίνεται, κατασκευαστέον οὕτως· ὁρῶμεν γάρ, ὅτι ἐν τῷ θέρει μᾶλλον γίνεται σῆψις ἤπερ ἐν τῷ χειμῶνι. ἡ γὰρ τοῦ θέρους θερμότης ἐκδιαφορεῖ τὸ οἰκεῖον θερμὸν μετὰ τοῦ ὑγροῦ· καὶ ἐντεῦθεν γίνεται ἡ σῆψις ἐπικρατοῦντος τοῦ οἰκείου ψυχροῦ διὰ τὸ μὴ εἶναι τὴν ἕλκουσαν τὸ ὑγρὸν θερμότητα ἔνδον. ἀλλὰ μὴν καὶ τὰ πεπηγότα οὐ σήπεται διὰ τὸ μὴ δύνασθαι κατακρατεῖν τὴν ἐκτὸς θερμότητα τῆς ἔνδον καὶ διαφορεῖν διὰ τὸ ἔχειν πρόβολον τὴν ἐκτὸς ψυχρότητα.3 ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
此外,由于水分被排出,那时身体便腐烂、化作粪便般并分解崩溃,因为既然它甚至没有从周围环境中将水分吸引至自身之中的热性,它就没有任何水分。由此显然,腐烂是由于水分的缺乏而发生的。然而不仅如此,[腐烂]也是由于热的缺乏而发生的;这一点同样显然。因为具有不可超越之热性的物体,例如火,保持不腐烂。因为当空气、水和土由于其内部的热较少而腐烂——空气腐烂时产生鹌鹑,而土产生跳蚤——唯独火作为不腐之物,由于具有极多的热而不产生动物。自发温热的水也由于具有固有的热性而较少腐烂;不仅如此,流动的水比静止的水较少腐烂,因为运动使其内部的热重新振作。“因为运动使之强壮,懈怠使之消解”,一位医家如是说。不仅如此,少量的水更容易腐烂,因为其中的热较少;而多量的水较少腐烂,因为具有更多的热性。因此,沼泽之水比河流更容易腐烂,或者正如他自己所说,坛中的海水由于量少而腐烂,但大海本身不腐烂,因为它分有了大量的热;因为它分有了大量的烟状蒸发物。此外,从垂死动物身上排出的热也表明,腐烂是由于热的缺乏而发生的(因为在这热消散之后身体便腐烂,而这热因具有赋予生命的能力,也成为其他动物生成的原因),而且所说的那句话〔也表明这一点〕:“马是黄蜂的生成,公牛是蜜蜂的生成”。我也从外部向你讲了另一个证明腐烂因热的缺乏而发生的论点。因为我们看到,生肉比熟肉更容易腐烂,这是因为生肉仅具有固有的热性,而熟肉不仅具有固有的热性,还接受了来自烹煮的热,这热在烹煮中成了它的稳固状态。说所有这些,都是为了表明腐烂是由于固有热与水分的缺乏而发生的。而它也是由于外来热的支配而发生的,则必须这样来论证:因为我们看到,夏天的腐烂比冬天的腐烂更常发生。因为夏天的热将固有的热连同水分一同消散;于是,由于内部不再有吸引水分的热,腐烂便在固有的冷占据支配地位时发生。不仅如此,冻结之物并不腐烂,因为外部的热无法压制并消散内部的热,这是由于它拥有外部的冷作为防壁。手头的文本所传达的就是这些内容。
- 4.2.1τοῦ γὰρ ἀέρος καὶ τοῦ ὕδατος καὶ τῆς γῆς σηπομένων διὰ τὸ ἔλαττον εἶναι τὸ ἐν αὐτοῖς θερμὸν καὶ τοῦ μὲν ἀέρος σηπομένου ποιεῖν ὄρτυγας, τῆς δὲ γῆς ψύλλας
不定词 ποιεῖν 通过连词 καί 松散地并列于属格独立结构(τοῦ ... ἀέρος ... σηπομένων)之中。它或者作为依赖于省略的言说动词(如 λέγουσι)的间接引语不定词,或者作为表示结果的不定词。无论何种情况,其含义都是表明空气腐烂时产生鹌鹑,而土产生跳蚤。
- 4.2.1καὶ τὸ εἰρημένον· ἵπποι μὲν σφηκῶν γένεσις, ταῦροι δὲ μελισσῶν
καὶ τὸ εἰρημένον 作为附加主语并列于前述动词 σημαίνει(“从垂死动物排出的热表明……,所说的那句话同样表明……”)。冒号后的引语(“马是黄蜂的生成,公牛是蜜蜂的[生成]”)作为同格成分说明所引言论的内容。
- 4.2.1διά τὸ ἔχειν πρόβολον τὴν ἐκτὸς ψυχρότητα
ἔχειν 带双宾格结构,其中 τὴν ἐκτὸς ψυχρότητα 是直接宾语,πρόβολον 作谓语宾格(“因具有外部的冷作为防壁”)。定冠词的有无是区分宾语与谓语的标志。
