← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§276.17-277.26

生成中冷热的作用与腐烂的机制

奥林匹奥多鲁解释了热与冷在有灵魂者生成及陶器制作中的能动作用,继而详细论述了腐烂作为自然毁灭的发生机制(固有热和水分的丧失与外来热和固有冷的支配),并在回应医家异见的同时用尸体现象加以证实。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.2.1#1

" Διωρισμένων δὴ τούτων ληπτέον τὰς ἐργασίας αὐτῶν." Διὰ τούτων δείκνυσιν ὁ Ἀριστοτέλης, ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν. καί φησιν, ὅτι τὸ θερμὸν αἴτιόν ἐστι γενέσεως καὶ πέψεως καὶ αὐξήσεως καὶ ἀλλοιώσεως καὶ πάσης ἄλλης μεταβολῆς ἐπὶ τῶν ἐμψύχων. καὶ τὰ ζῷα μᾶλλον ἀποκλίνουσι πρὸς τὸ θερμόν· ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν αἴτιόν ἐστι, φησί, γενέσεως, ὥσπερ ἐπὶ τῶν κεράμων. δεῖ γὰρ πρῶτον ὑπὸ ψύξεως παγῆναι τὸν πηλόν, εἶθ’ οὕτως ἐν τῇ καμίνῳ ὀπτηθῆναι· εἰ μὴ γὰρ ἐπάγη πρῶτον, οὐκ ἠδύνατο ῥυθμισθῆναι τὸ σχῆμα τοῦ κεράμου, ὅπου γε καὶ μετὰ τὸ παγῆναι κατ’ ἀρχὰς ἐν τῇ ὀπτήσει διαστρέφεται πολλάκις χεομένης τῆς ἐν αὐτῷ ὑγρότητος, ὕστερον δὲ διαφορουμένης ταύτης ἐν τῇ τελείᾳ ὀπτήσει κατορθοῦται τὸ σχῆμα. ἀλλὰ μὴν καὶ φθορᾶς αἰτία γίνεται ἡ θερμότης. διαφορουμένου γὰρ τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι κατὰ φύσιν θερμοῦ καὶ συνυπάγοντος ἑαυτῷ ὑγρότητα,1 ἥτις ὄχημα ἑαυτῷ γίνεται, καταλιμπάνεται ψυχρότης πλέον οὖσα ἢ κατὰ τὴν συνοῦσαν θερμότητα,2 καὶ λοιπὸν κρατοῦντος ἐν τούτοις τοῦ ψυχροῦ φθορὰ γίνεται ἡ κατὰ φύσιν. κατὰ φύσιν δὲ καλοῦμεν τὴν κατὰ σῆψιν, ἥτις γίνεται τοῦ μὲν οἰκείου θερμοῦ ἀσθενοῦντος καὶ τῆς φυσικῆς ὑγρότητος ὀλιγουμένης διὰ τὸ συνδιαφορεῖσθαι τῷ οἰκείῳ θερμῷ, κρατοῦντος δὲ τοῦ παρὰ φύσιν θερμοῦ καὶ ἀλλοτρίου καὶ τοῦ οἰκείου ψυχροῦ· κατὰ φύσιν ταύτην καλοῦμεν τὴν φθοράν. λέγω δὴ τὴν κατὰ σῆψιν γινομένην πρὸς ἀντιδιαστολὴν τῆς δι’ ἔγκαυσιν γινομένης· ἐκείνη γὰρ βίαιός ἐστι καὶ παρὰ φύσιν. καὶ οὕτω μὲν ἡμεῖς τὴν διὰ σήψεως φθορὰν φαμεν ἐγγίνεσθαι ἀσθενοῦντος μὲν τοῦ οἰκείου θερμοῦ καὶ ὑγροῦ, κατακρατοῦντος δὲ τοῦ ἀλλοτρίου θερμοῦ καὶ τοῦ οἰκείου ψυχροῦ. οἱ μέντοι ἰατρικοὶ οὐκ ἀνέχονται ὑπὸ τῆς πλεονεξίας τοῦ οἰκείου ψυχροῦ καὶ ἀσθενείας τοῦ οἰκείου θερμοῦ γίνεσθαι τὴν σῆψιν. οὐ γὰρ πάντως, φασίν, ἡ ἀσθένεια τοῦ οἰκείου θερμοῦ τὴν ψῦξιν εἰσάγει· ἀντεισάγεται γὰρ αὐτῆς ἡ πλεονεξία τοῦ ἀλλοτρίου θερμοῦ,3 ἥτις οὐκ ἐᾷ γίνεσθαι ψῦξιν ἐν τῷ σώματι. εἶτα ἐπειδὴ ὁ Ἀριστοτέλης εἶπεν ἀπὸ σήψεως τὴν κατὰ φύσιν φθορὰν γίνεσθαι, ἐπίτηδες ταύτης μνημονεύσας, ἵνα δείξῃ, ὅτι καὶ ὑπὸ θερμότητος καὶ ὑπὸ ψύξεως γίνεται, θερμότητος μὲν ἀλλοτρίας, ψυχρότητος δὲ οἰκείας, εἰκότως καὶ περὶ σήψεως διαλέγεται. καί φησιν, ὅτι γίνεται αὕτη ἐνδείᾳ θερμότητος οἰκείας διαφορουμένης ὑπὸ τῆς τοῦ περιέχοντος θερμασίας καὶ συνυπαγομένης αὐτῇ τῆς ἔνδον ὑγρότητος, ἥτις ὄχημα γίνεται τῆς θερμότητος· εἶθ’ οὕτω κατακρατεῖ τὸ ἔνδον ψυχρόν, ὡς εἶναι δῆλον, ὅτι ἐνδείᾳ θερμότητος οἰκείας καὶ ὑγρότητος γίνεται ἡ σῆψις. καὶ ὅτι τοῦτο ἀληθές, κατασκευάζει διὰ πλειόνων, καὶ πρῶτον γε ὅτι δι’ ὑγρότητος ἔνδειαν, ὡς δηλοῖ τὰ νεκρὰ τῶν σωμάτων, ἐφ’ ὧν * * *. καὶ πρῶτον μὲν ἰχωροειδὴς ὑγρότης τούτων ἀποστάζει καὶ διαφορεῖται διὰ τὸ ἔτι εἶναι τὸ θερμόν, ὅπερ συνυπάγεται τὴν ὑγρότητα.

“既然这些已被界定,就必须把握它们的功用。” 通过这些,亚里士多德表明热与冷是动力因。他说,热是有灵魂之物中生成、消化、生长、质变以及一切其他变化的原因。动物也更偏向于热;但是他说,冷同样也是生成的原因,正如在陶器上的情形一样。因为黏土必须首先通过冷却而凝固,然后才这样在窑中烘烤;因为如果它没有首先凝固,陶器的形状便无法塑成,既然即便在凝固之后,在刚开始烘烤时,随着其内部的水分融化,它常常变形,而后来在烘烤彻底完成时随着这水分消散,形状才得以端正。然而,热性也成为毁灭的原因。因为当固有的热被周围环境中自然的热消散,并随自身带走成为其载体的水分时,便留下了比伴随的热所对应的程度更多的冷性,此后随着冷在这些东西中占据支配地位,自然的毁灭便发生。我们所谓的自然毁灭,是指因腐烂而发生的那种毁灭,它发生在固有的热衰弱、且自然的水分因与固有的热一同消散而减少,同时违反自然的、外来的热和固有的冷占据支配地位之时;我们称这种毁灭为自然的毁灭。我说因腐烂而发生,是为了与因焦灼而发生相区分;因为后者是暴力的且违反自然的。因此我们说,通过腐烂的毁灭是由于固有的热与湿衰弱,而外来的热与固有的冷占据支配地位而产生的。然而,医家们不接受腐烂是由于固有的冷的过剩和固有的热的衰弱而产生的。因为他们说,固有热的衰弱绝不必然引入冷却;因为取而代之引入的是外来热的过剩,它不容许体内产生冷却。继而,由于亚里士多德说过自然的毁灭源于腐烂,特意提及腐烂是为了表明它既由热引起也由冷引起——由外来的热和固有的冷引起——因而他理所当然地也讨论了腐烂。他说,腐烂的产生是由于固有热的缺乏——它被周围环境的热消散——以及内部的水分——它成为热的载体——随之被带走;于是内部的冷便这样占据支配,以致显然,腐烂是由于固有热与水分的缺乏而发生的。而他通过多个论点来确立这是真实的,首先是由于水分的缺乏,正如尸体所表明的,在它们身上[……]。首先,从它们身上滴出并消散一种浆液样的水分,这是因为那带走水分的热仍旧存在的缘故。

语法注3 条
  1. 4.2.1διαφορουμένου γὰρ τοῦ οἰκείου θερμοῦ ὑπὸ τοῦ ἐν τῷ περιέχοντι κατὰ φύσιν θερμοῦ καὶ συνυπάγοντος ἑαυτῷ ὑγρότητα

    在此属格独立结构中,现在分词主动态形式 συνυπάγοντος 的逻辑主语是 τοῦ οἰκείου θερμοῦ,与前面的被动态分词 διαφορουμένου 并列修饰同一主语,即“当固有的热被消散……并且它自身带走水分时”。

  2. 4.2.1πλέον οὖσα ἢ κατὰ τὴν συνοῦσαν θερμότητα

    比较级 πλέον 与介词短语 ἢ κατὰ ... 连用,表示超出与之相适应的基准,即“多于与伴随之热相对应的程度”。

  3. 4.2.1ἀντεισάγεται γὰρ αὐτῆς ἡ πλεονεξία τοῦ ἀλλοτρίου θερμοῦ

    代词属格 αὐτῆς 指代前句中的固有热之衰弱(或其导致的冷却),与复合动词 ἀντεισάγεται(作为替代而引入)搭配,表示替代关系的属格,即“取而代之引入的是外来热的过剩”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:276.17-277.26