← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§272.4-274.10

复合同质部分的主题界定与四性质划分

奥林匹奥多罗确立了《气象学》第四卷的主题是由四元素构成的单纯同质部分,阐明了同质部分与异质部分的分类逻辑以及本书在全书中的编排顺序之疑难,并进而引入了四种性质的能动与受动划分。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1.1#1

" Ἐπειδὴ τέτταρα διώρισται αἴτια τῶν στοιχείων." Σκοπὸς τοῦ παρόντος βιβλίου διαλεχθῆναι περὶ πάντων τῶν ὁμοιομερῶν. ἀλλ’ ἐπειδὴ τοῦτο ψεῦδος (ὁμοιομερὴς γὰρ καὶ ὁ οὐρανός, ὁμοιομερῆ δὲ καὶ τὰ τέσσαρα στοιχεῖα, περὶ ὧν ἐνταῦθα οὐ διαλέγεται), χρὴ προσθεῖναι τῷ λόγῳ, ὅτι περὶ πάντων ὁμοιομερῶν συνθέτων. ἀλλ’ ἐπειδὴ ὁ οὐρανὸς σύνθετος καὶ τὰ στοιχεῖα δὲ σύνθετα (ἐξ ὕλης γὰρ καὶ εἴδους εἰσί), χρὴ προσθεῖναι ‘τῶν ὁμοιομερῶν συνθέτων τῶν ἐκ τεσσάρων στοιχείων συγκειμένων’. ἀλλ’ ἀπορία διαδέχεται τὸν λόγον. εἰ γὰρ περὶ τῶν ὁμοιομερῶν τῶν συγκειμένων ἐκ τῶν τεσσάρων στοιχείων, πῶς ἔτι περὶ μετεώρων τῶν τεσσάρων ἡ πραγματεία ἢ περὶ τῶν ἐξ ἀμφοτέρων τῶν ἀναθυμιάσεων γινομένων, τῆς τε καπνώδους καὶ ἀτμιδώδους, λέγεται, εἴ γε σὰρξ καὶ ὀστέον καὶ τὰ τοιαῦτα ὁμοιομερῆ εἰσι σύνθετα ἐκ τῶν τεσσάρων στοιχείων συγκείμενα, οὐκ ἐκ τῶν ἀναθυμιάσεων; λέγομεν πρὸς τοῦτο, ὅτι περὶ μὲν τῶν ἐκ τῶν ἀναθυμιάσεων γινομένων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου, ἔνθα ἔλεγε διττὰ εἶναι ταῦτα, τὰ μὲν ὀρυκτά, τὰ δὲ μεταλλευτά. ἐπειδὴ δὲ περὶ τούτων διαλεγόμενος ᾔσθετο καὶ ἄλλα ὄντα ὁμοιομερῆ ἐκ τῆς συνθέσεως τῶν στοιχείων γινόμενα, διὰ τοῦτο κατὰ τὸ εἰωθὸς αὐτῷ ἀπὸ τῶν μερικωτέρων ἐπὶ τὰ καθόλου ἀναγόμενος ἐνταῦθα περὶ τῶν ἁπλῶς ὁμοιομερῶν διαλέγεται. ἓξ γὰρ ὄντων τινῶν, ἁπλῶν ὁμοιομερῶν, ἁπλῶν ἀνομοιομερῶν, 〈ἀψύχων ὁμοιομερῶν,〉 ἀψύχων ἀνομοιομερῶν, ἐμψύχων ὁμοιομερῶν, ἐμψύχων ἀνομοιομερῶν, περὶ μὲν τῶν ἀψύχων ὁμοιομερῶν διείλεκται ἐν τῷ πέρατι τοῦ τρίτου βιβλίου· περὶ δὲ τῶν ἁπλῶς ὁμοιομερῶν ἐνταῦθα διαλέγεται ἐν τῷ τετάρτῳ βιβλίῳ· περὶ μέντοι τῶν ἐμψύχων ὁμοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων [ἱστορίᾳ]. περὶ δὲ τῶν ἀνομοιομερῶν τῶν ἀψύχων οὐ διαλαμβάνει, διότι οὐκ εἰσὶν ἄψυχα ἀνομοιομερῆ, ἔμψυχα ἡμῶν καλούντων τὰ ὀργανικά. διότι καὶ τὴν ψυχὴν ὁριζόμενοι ἐλέγομεν ἐντελέχειαν εἶναι σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος. ὥσπερ οὖν ἄψυχα ἀνομοιομερῆ ὀργανικὰ οὐκ εἰσί, καὶ διὰ ταύτην τὴν αἰτίαν περὶ αὐτῶν οὐ διαλέγεται, εἰ μήτοι γέ τις ὁμώνυμα θέλει λέγειν ὀργανικὰ ὁμωνύμως, οἷον θρόνον καὶ κλίνας καὶ τὰ τοιαῦτα. οὔτε μὴν περὶ τῶν ἁπλῶς ἀνομοιομερῶν διαλέγεται· πρῶτον μὲν ἐπειδὴ οὐκ εἰσὶν ἁπλῶς ἀνομοιομερῆ, εἴ γε τὰ ἄψυχα οὐκ εἰσίν, ἀλλὰ μόνα τὰ ἔμψυχα (τὸ δὲ καθ’ ἑνὸς εἴδους λεγόμενον οὐ δύναται εἶναι ἁπλῶς,1 ἀλλ’ αὐτὸ μόνον εἶδος τοῦ ἁπλῶς ἐπὶ πλειόνων θέλοντος ὑπάρχειν εἰδῶν)· δεύτερον δὲ καὶ ὅτι οὐχ εὑρίσκει κοινοὺς λόγους ὑπάρχοντας ἐπὶ πάντων ἀνομοιομερῶν. περὶ μέντοι τῶν ἐμψύχων ἀνομοιομερῶν διαλέγεται ἐν τῇ Περὶ ζῴων μορίων· ὥστε κοινῶς ἐν ἐκείνῃ τῇ πραγματείᾳ διαλαμβάνει περὶ πάντων τῶν ἐμψύχων ὁμοιομερῶν τε καὶ ἀνομοιομερῶν, ὥστε σκοπὸν εἶναι ἐνταῦθα τῷ φιλοσόφῳ διαλεχθῆναι περὶ πάντων ἁπλῶς ὁμοιομερῶν τῶν γινομένων ἐκ τῶν τεσσάρων στοιχείων. ἀλλ’ εἰ τοῦτο ἀληθές, ἀποροῦσι λοιπὸν περὶ τῆς τάξεως, καὶ διὰ ποίαν αἰτίαν μὴ τῇ Περὶ γενέσεως καὶ φθορᾶς συνετάττετο τὰ ἐνταῦθα λεγόμενα, εἰ γὰρ ἐν ἐκείνῳ διαλέγεται περὶ τῶν τεσσάρων στοιχείων καὶ ἐχρῆν διὰ τοῦτο καὶ περὶ τῶν γινομένων ἐξ αὐτῶν διαλεχθῆναι.2 καὶ εἰκότως ἠπατήθησαν, ἐπειδὴ ἐκ προοιμίων εὐθὺς ὁ Ἀριστοτέλης οἷον ἀνακεφαλαίωσιν ποιεῖται τῶν εἰρημένων ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς περὶ τῶν στοιχείων. ὅθεν καὶ ὁ ἐξηγητὴς τοῦ παρόντος βιβλίου Ἀλέξανδρος ἐκείνῃ τῇ πραγματείᾳ τὸ παρὸν βιβλίον ἠξίου συνάπτεσθαι. λέγομεν δ’ ἡμεῖς, ὅτι τριῶν οὐσῶν πραγματειῶν περὶ τῶν στοιχείων καὶ ἐν μὲν τῇ Περὶ οὐρανοῦ διδάσκοντος αὐτοῦ, ὅτι οὐ γίνονται τὰ στοιχεῖα, ἐν δὲ τῇ Περὶ γενέσεως καὶ φθορᾶς, ὅπως † εἰδοποιεῖται, ἐν δὲ ταύτῃ, ὅπως παθαίνεται, εἴπερ προετάττετο οὗτος ὁ λόγος τῶν ἄλλων τριῶν βιβλίων τῶν Μετεώρων, ἔμελλε διακόπτεσθαι ἡ θεωρία3 ἡ περὶ τῶν † εἰδοποιουμένων παθαινομένων στοιχείων. ἐχρῆν γὰρ μεταξὺ τοῦ ὅπως οὐ γίνεται τὰ στοιχεῖα καὶ ὅπως εἰδοποιεῖται εἶναι τὴν περὶ τοῦ ὅπως παθαίνονται· πρότερον γὰρ παθαίνεται καὶ οὕτως εἰδοποιεῖται. καὶ ταῦτα μὲν περὶ τῆς λέξεως. Περὶ δὲ τεσσάρων τινῶν διαλέγεται ἐνταῦθα ὁ φιλόσοφος· πρῶτον μὲν ὅτι τεσσάρων οὐσῶν ποιοτήτων δύο μέν εἰσι ποιητικὰ αἴτια, τό τε θερμὸν καὶ ψυχρὸν ποιητικὰ ὄντα καὶ δραστικά (ἑτοίμως μεταβάλλουσι, καὶ τούτων ὑπερβολαὶ φθείρουσι τὸ ζῷον), τὸ δὲ ξηρὸν καὶ ὑγρὸν ὑλικὰ ὄντα καὶ παθητικά. ἐν τούτοις ὑλικωτέρα μᾶλλον ἡ ὑγρότης ἤπερ ἡ ξηρότης ὡς καὶ μᾶλλον εἴκουσα· ὕλης μὲν γὰρ τὸ εἴκειν, ποιητικῆς δὲ αἰτίας τὸ ἀντιβαίνειν. οὕτω γοῦν καὶ ἰατρῶν παῖδές φασιν, ὅτι ῥᾷον τὰ ὑγρανθέντα ξηραίνειν ἤπερ τὰ ξηρανθέντα ὑγρᾶναι.

“既然已对各元素的四个原因作了规定。” 本书的主旨是论述一切同质部分。但既然这是不真实的(因为天也是同质部分,四元素也是同质部分,而在此处并没有论述它们),就应当在这一陈述中加上“论述一切复合的同质部分”。但既然天是复合的,元素也是复合的(因为它们是由质料和形式构成的),就应当加上“由四元素构成的复合同质部分”。然而,一个疑难随之而来。因为若是论述由四元素构成的同质部分,这四〔卷〕的论著又怎能还被称为是关于气象现象的,或者是关于由烟状和汽状两种蒸发所生成之物的呢?如果肌肉、骨骼及此类同质部分是由四元素构成的复合体,而不是由蒸发构成的,那就更是如此了。对此我们回答说:关于由蒸发所生成的同质部分,他在第三卷末尾已经论述过,在那里他说这些是双重的,一类是被开采出来的,另一类是在矿山中掘出的。但既然在论述这些的过程中,他察觉到还有其他由元素的合成而生成的同质部分,因此按照他的习惯,由较为个别的上升到普遍的,他在此处论述单纯意义上的同质部分。因为在存在的六种事物中——单纯同质部分、单纯异质部分、〈无灵同质部分、〉无灵异质部分、有灵同质部分、有灵异质部分——关于无灵同质部分,他在第三卷末尾已论述过;而关于单纯意义上的同质部分,他在此处第四卷中论述;至于有灵同质部分,他在《论动物的部分》中论述。但他不处理无灵异质部分,因为不存在无灵的异质部分,我们是将具有器官之物称为有灵的。因为在定义灵魂时,我们也说过它是潜在具有生命的器官性自然实体的现实。正如无灵异质部分不是器官性的,正是由于这个原因他不对它们进行论述,除非有人想同名异义地称同名异义的器官性之物,例如宝座、卧榻及此类之物。他也决不讨论单纯意义上的异质部分;首先是因为既然无灵异质部分不存在,而只有有灵的,就不存在单纯意义上的异质部分(因为就单一物种而言之物不可能是单纯意义上的,而只是该物种本身,“单纯意义上的”要求存在于多个物种之上);其次也因为他在一切异质部分上找不到共同的定义。不过,关于有灵异质部分,他在《论动物的部分》中予以论述;因此在那部论著中普遍地探讨了一切有灵的同质部分与异质部分,以致哲学家在此处的主旨是论述由四元素生成的一切单纯意义上的同质部分。但如果这是真的,人们接下来会对编排次序提出疑难,即究竟出于何种原因,此处所言之事没有与《论生成与消灭》编排在一起;因为若在那部著作中论述了四元素,因此也理应论述由它们所生成之物。而他们受欺骗也是合情合理的,因为亚里士多德一开篇就对《论生成与消灭》中关于元素所言之事作了类似概括。因此本书的注解家亚历山大也主张应当将本书与那部论著相联结。但我们说:关于元素有三部论著,在《论天》中他教导元素不生成,在《论生成与消灭》中教导如何被赋予形式,而在此〔论著〕中教导如何经受状态变化,如果这一论述被置于《气象学》其他三卷之前,关于被赋予形式且经受状态变化的元素的理论考察就势必会被打断。因为在元素如何不生成与如何被赋予形式之间,本应当存在关于它们如何经受状态变化的考察;因为元素首先经受状态变化,然后才被赋予形式。关于文句就讨论到这里。在此处哲学家讨论了四件事:首先,在存在的四种性质中,两种是能动原因,热与冷是能动的和作用性的(它们极易产生变化,并且它们的过度会摧毁动物),而干与湿则是质料性的和受动性的。在这些之中,湿性由于更顺从而比干性更加质料性;因为顺从属于质料,而抵抗属于能动原因。无论如何,医家弟子们也正是这样说的:使被浸湿之物变干,比使被干燥之物变湿更为容易。

语法注3 条
  1. 4.1.1τὸ δὲ καθ’ ἑνὸς εἴδους λεγόμενον οὐ δύναται εἶναι ἁπλῶς

    主语是中性实体化分词短语 τὸ καθ’ ἑνὸς εἴδους λεγόμενον(就单一物种而言者)。谓语中的 ἁπλῶς 作表语用法,意为“单纯意义上的”(即普遍属概念)。紧随其后的 ἀλλ’ αὐτὸ μόνον εἶδος 省略了系词[ἐστίν],而 τοῦ ἁπλῶς...ὑπάρχειν εἰδῶν 为独立属格结构,表示因果原因(“因为‘单纯意义上的’要求在多个物种中成立”)。

  2. 4.1.1εἰ γὰρ ἐν ἐκείνῳ διαλέγεται περὶ τῶν τεσσάρων στοιχείων καὶ ἐχρῆν διὰ τοῦτο καὶ περὶ τῶν γινομένων ἐξ αὐτῶν διαλεχθῆναι

    在条件从句 εἰ...διαλέγεται 的后件中,未完成过去时 ἐχρῆν 表达未履行的义务或虚拟推论(“本应当也论述”)。连词 καὶ 强调整个后件(“也理应”)。

  3. 4.1.1εἴπερ προετάττετο οὗτος ὁ λόγος τῶν ἄλλων τριῶν βιβλίων τῶν Μετεώρων, ἔμελλε διακόπτεσθαι ἡ θεωρία

    反事实过去条件句结构。条件从句 εἴπερ προετάττετο(未完成过去直陈语气)与主句中由 ἔμελλε(未完成过去直陈语气)搭配不定词 διακόπτεσθαι 构成的后件相呼应,无需语气助词 ἄν 即可表达反事实的推论结果(“理论考察就势必会被打断”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:272.4-274.10