- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:274.10-275.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者概述了第四卷的四个主要论题(能动原因与质料原因的区分、热与冷的诸项功用、施动与受动的关系、凝固等的辨别准则),并通过归纳与演绎论证两方面确立了开篇命题(热与冷为能动原因,干与湿为质料原因)。
καὶ ἡ μὲν ὑγρότης ἐκλύει, εἴτε τοῖς κούφοις προστεθῇ καὶ ἀνωφόροις, ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι,1 ἔν τε τοῖς βάρεσιν αὐτὰ ἀργότερον ποιοῦσα κάτω φέρεσθαι. τὸ μέντοι ξηρὸν ἐν ἑκατέρῳ τούτων προτιθέμενον ἐπιτείνει αὐτοῦ τὴν φοράν. ᾧ δῆλον, ὅτι ὑλικὸν τὸ ὑγρόν, τὸ δὲ ξηρὸν ἧττον. καὶ ἐν τοῖς ποιητικοῖς δὲ μᾶλλον ποιητικὸν αἴτιον τὸ θερμὸν ἤπερ τὸ ψυχρόν. καὶ τοῦτο μὲν πρῶτον παραδίδωσιν ἐν τῷ παρόντι βιβλίῳ. δεύτερον δὲ παραδίδωσι τὰ ἔργα τοῦ θερμοῦ καὶ ψυχροῦ. τῷ μὲν θερμῷ γίνεται ἡ πέψις, ᾗ ἕπεται τρία τινά· πέπανσις, ἕψησις, ὄπτησις· τῷ δὲ ψυχρῷ γίνεται ἡ ἀπεψία, ᾗ παράκειται τρία τινά· ὠμότης, μόλυνσις, πάχυνσις. καὶ ἡ μὲν ὠμότης ἀντίκειται τῇ πεπάνσει· οὕτω γὰρ λέγομεν ἐπὶ τῶν καρπῶν, ὅτι ἢ πέπειροί εἰσιν ἢ ὠμοί. ἡ δὲ μόλυνσις ἀντίκειται τῇ ἑψήσει· τὰ γὰρ μὴ ἑψηθέντα μεμολύνθαι λέγομεν μόνον πρὸς ἀντιδιαστολὴν τῶν ἑψομένων. ἡ δὲ πάχυνσις ἀντίκειται τῇ ὀπτήσει στάσιν ἐργαζομένη τοῦ πυρὸς καὶ παύουσα αὐτό. τοῦτο μὲν δεύτερον παραδίδωσι. τρίτον, ὅτι ποιεῖ μὲν τὸ θερμὸν καὶ ψυχρόν, πάσχει δὲ τὸ ξηρὸν καὶ ὑγρόν. τέταρτον διαγνωστικοὺς κανόνας παραδίδωσι τῶν γινομένων ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ, καὶ τίνα μὲν θερμῷ πήγνυται, τίνα δὲ ψυχρῷ, καὶ ποῖαι τούτων διαγνώσεις, καὶ τίνα μὲν ξηρῷ, τίνα δὲ ὑγρῷ, τίνα δ’ ἐξ ἀμφοῖν τούτων. καὶ αὕτη μὲν ἡ περιπέτεια2 τοῦ τετάρτου λόγου. ἡ δὲ προκειμένη λέξις τὴν κατασκευὴν τοῦ πρώτου παραδίδωσιν, ὅτι δύο μὲν τὰ ποιητικὰ αἴτια, τὸ θερμὸν καὶ ψυχρόν, δύο δὲ τὰ ὑλικά, ξηρὸν καὶ ὑγρόν. καὶ ὅτι ποιητικά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν, κατασκευάζει πρῶτον μὲν ἐκ τῆς ἐπαγωγῆς, ὅτι ἑκάτερον τῶν δύο, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, ἑπτά τινα ἔχει. πρῶτον μὲν ὅτι τὸ θερμὸν ὁρίζει τὸ ὑγρόν, ὥσπερ τὰ ᾠά, ὧν εἰσι τὰ ὑγρὰ ἐν τῇ ἑψήσει περιορίζει πηγνύον. ἀλλὰ μὴν καὶ τὸ ψυχρὸν περιορίζει τὸ ὑγρὸν ἐν τῷ πηγνύειν τὸ κρύσταλλον. δεύτερον δὲ ὅτι τὸ θερμὸν συμφύει. ἀλλὰ μὴν τὸ μὲν θερμὸν τὰ ὁμοιοειδῆ μόνα συμφύει, οὐκέτι δὲ καὶ τὰ ἀνομοιοειδῆ συνέρχεται τῶν ἀνομοιοειδῶν ὑφιζανόντων καὶ μενόντων καὶ ταύτῃ μὴ συμφυομένων· ὅθεν τὸν ἄργυρον διακρίνει ἀπὸ τοῦ χρυσοῦ. τὸ μέντοι ψυχρὸν καὶ ὁμοιοειδῶν καὶ ἀνομοιοειδῶν ἐστι συμφυτικόν, ὅθεν ἐν τῇ χιόνι καὶ κάρφη τινὰ εὑρίσκεται. τρίτον, ὅτι τὸ θερμὸν μεταβάλλει εἰς ξηρὸν τὸ ὑγρόν· ὁμοίως δὲ καὶ τὸ ψυχρόν. τέταρτον, ὅτι τὸ θερμὸν ὑγραίνει διὰ τὸ χεῖν· ἀλλὰ καὶ τὸ ψυχρὸν ὑγραίνει διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. πέμπτον, ὅτι τὸ θερμὸν ξηραίνει, ὡς δηλοῦσι τὰ ἐν θερμῷ ἀέρι τιθέμενα ἱμάτια· ἀλλὰ καὶ τὸ ψυχρὸν ξηραίνει· ὁρῶμεν γὰρ τὰ ὑγρὰ ἱμάτια καὶ ἐν ψύξει ξηραινόμενα. ἕκτον, ὅτι τὸ θερμὸν σκληρύνει, ὥσπερ ἐπὶ τῶν ἑψομένων ᾠῶν· ἀλλὰ καὶ τὸ ψυχρόν, ὡς ἐπὶ κρυστάλλου· κατ’ ἄλλην γὰρ ἰδιότητα ταῦτα ὁρίζει καὶ κατ’ ἄλλην σκληρύνει. ἕβδομον, ὅτι τὸ θερμὸν μαλάττει, ὥσπερ ἐπὶ ξύλων καὶ κεράτων διὰ τὸ χεῖν τὴν ὑγρότητα τούτων· ἀλλὰ καὶ τὸ ψυχρὸν διὰ τὸ ἀποκλείειν τὴν ὑγρότητα. ὥστε ἑπτὰ εἶναι τὰ πάντα, πλὴν εἰ μὴ θελήσει τὸ μεταβάλλειν περιγράψαι καὶ ἓξ αὐτὰ ἀπαριθμήσασθαι, ὅτι μεταβάλλει ταῦτα διὰ τὸ ξηραίνειν καὶ ὑγραίνειν ἤτοι μαλάττειν, ὡς τὸ μεταβάλλειν ἐν τούτοις τοῖς δύο περιέχεσθαι, τῷ τε ξηραίνειν καὶ μαλάττειν. ὅταν δὲ λέγω, ὅτι ταῦτα ἐργάζεται τὸ θερμὸν καὶ ψυχρόν, καὶ τὸ μὲν θερμὸν ψύχει ἢ ὑγραίνει, τὸ δὲ ψυχρὸν θερμαίνει ἢ ξηραίνει ἤ τι τοιοῦτον ποιεῖ, οὐ κατὰ πρῶτον λόγον ταῦτα ποιεῖν λέγω αὐτά, ἀλλὰ κατὰ συμβεβηκὸς διὰ μέσου τινός,3 ἐπεί τοί γε καθ’ αὑτὸ καὶ πρώτως τὸ μὲν θερμὸν θερμαίνει, τὸ ψυχρὸν ψύχει. καὶ οὕτω μὲν ἐκ τῆς ἐπαγωγῆς δείκνυσιν ὁ φιλόσοφος ποιητικὰ ὄντα τὸ θερμὸν καὶ τὸ ψυχρόν. λοιπὸν δὲ καὶ ἐκ τοῦ λόγου δείκνυσιν οὕτως, ὅτι εἰ τὸ θερμὸν καὶ ψυχρὸν ὁριστικά τε καὶ συγκριτικά εἰσι τοῦ ξηροῦ καὶ τοῦ ὑγροῦ, τὸ δὲ ὁρίζειν καὶ συγκρίνειν ποιητικῶν αἰτιῶν ἴδιόν ἐστι, δῆλον ὅτι ποιητικὰ αἴτιά εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρόν. καὶ πάλιν εἰ τὸ ξηρὸν καὶ ὑγρὸν ὁρίζονται παρὰ τοῦ ψυχροῦ καὶ θερμοῦ, καὶ τὸ μὲν ὑγρὸν τῷ οἰκείῳ ἐστὶ δυσόριστον, τῷ δὲ ἀλλοτρίῳ εὐόριστον, τὸ δὲ ξηρὸν τῷ μὲν οἰκείῳ ὅρῳ εὐόριστον, τῷ δὲ ἀλλοτρίῳ δυσόριστον, τὸ δὲ ὁρίζεσθαι ὑλικῶν παθητικῶν ἐστι στοιχείων, δῆλον ὅτι ὑλικά εἰσιν αἴτια τὸ ξηρὸν καὶ τὸ ὑγρόν. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
湿性使运动减缓,无论它是被加在轻的且向上运动之物上,使其运动减弱,还是在重物中使其向下运动更加迟缓。然而,干性施加于这两者中的任一者上时,都会增强其运动。由此显然,湿是质料性的,而干则较少如此。在能动性质之中,热比冷更是能动原因。这是他在本书中所传授的第一件事。第二,他传授热与冷的功用。熟化由热产生,随之而来的是三件事:成熟、煮熟、焙烤;而不熟由冷产生,与之对应的是三件事:生、半生不熟、硬化。生与成熟相对立;因为我们在果实上就是这样说的,它们要么是成熟的,要么是生的。半生不熟与煮熟相对立;因为我们说未被煮熟之物只是半生不熟的,仅仅是为了与被煮熟之物相对照。而硬化与焙烤相对立,它造成火的停滞并扑灭火。这是他传授的第二件事。第三,热与冷施动,而干与湿受动。第四,他传授关于由热和冷所生成之物的辨别准则,以及哪些事物因热而凝固,哪些因冷而凝固,这些事物的辨别特征是什么,以及哪些因干、哪些因湿、哪些因这两者而凝固。这就是第四篇论述的全局轮廓。而眼前的经文传授了第一点的确立:即两个是能动原因,热与冷;两个是质料原因,干与湿。关于热与冷是能动原因,他首先从归纳来确立,因为热与冷两者各自拥有七种特性。第一,热界定湿,如同在蛋的例子中,在煮熟时热通过凝固而界定其中的液体。然而,冷在凝固冰时确实也界定湿。第二,热使〔物〕结合。但是,热仅使同类之物结合,不同类之物则不再一同聚集,因为不同类之物会下沉并留存,以此方式不结合;因此热将银从金中分离开来。然而冷能结合同类之物和不同类之物,因此在雪中也能发现草屑等物。第三,热将湿转化为干;同样,冷也如此。第四,热通过使其流动而致湿;但冷也通过封闭湿气而致湿。第五,热致干,如置于温暖空气中的衣物所表明的那样;但冷也致干;因为我们看到潮湿的衣物在寒冷中也会变干。第六,热致硬,如同在被煮的蛋的例子中;但冷也致硬,如同在冰的例子中;因为按照一种特性界定它们,按照另一种特性使它们硬化。第七,热致软,如同在木头和兽角上通过使其湿气流动而致软;但冷也通过封闭湿气而致软。因此总共是七项,除非有人希望把转化排除在外并将其计算为六项,因为通过致干和致湿即致软来转化它们,以致转化包含在致干和致软这两者之中。但是,当我说热与冷产生这些效果,且热致冷或致湿,而冷致热或致干或作类似之事时,我并不是说它们首要地作这些事,而是说它们通过某种中介而附带地作这些事;因为就自身而言且首要地,热致热,冷致冷。哲学家就是这样通过归纳表明热与冷是能动原因的。接下来,他也通过理性论证如下表明:如果热与冷是对干与湿的界定者和结合者,而界定和结合是能动原因所固有的,显然热与冷是能动原因。再者,如果干与湿由冷与热所界定,且湿以自身的界限难以界定、以异己的界限易于界定,而干以自身的界限易于界定、以异己的界限难以界定,并且被界定属于质料性的受动元素,显然干与湿是质料原因。手头的经文传授了这些内容。
- 4.1.1καὶ ἡ μὲν ὑγρότης ἐκλύει, εἴτε τοῖς κούφοις προστεθῇ καὶ ἀνωφόροις, ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι, ἔν τε τοῖς βάρεσιν αὐτὰ ἀργότερον ποιοῦσα κάτω φέρεσθαι.
由条件连词 εἴτε 引导的从句与后接的介词短语 ἔν τε... 形成了不对称的呼应。此外,在前半句(ἧττον αὐτοῖς ποιοῦσα φέρεσθαι)中,表示致使的分词 ποιοῦσα 的逻辑宾语采用了与格(αὐτοῖς),而在后半句中则转换为宾格(αὐτά)。
- 4.1.1περιπέτεια
此处该词并非取诗学中戏剧性的“突转/突变”之义,而是用于晚期希腊语及注解文献中,指论著的“整体脉络”、“全盘展开”或“总览”。
- 4.1.1οὐ κατὰ πρῶτον λόγον ταῦτα ποιεῖν λέγω αὐτά, ἀλλὰ κατὰ συμβεβηκὸς διὰ μέσου τινός
在对比结构“οὐ... ἀλλά...”中,“κατὰ πρῶτον λόγον”(首要地/原初地)与“κατὰ συμβεβηκὸς διὰ μέσου τινός”(通过中介偶性地)形成对立。该句在句法上限制了前文归纳中所述的诸效应(如热致湿或致冷),表明它们并非本性固有(καθ' αὑτό)的作用,而是伴随性的。
