← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§269.22-272.1

汽状蒸发生成金属的过程与其性质

注解亚里士多德《气象学》378a26–378b4,通过比较阿佛洛狄西亚的亚历山大与大哲学家的观点,论述受困于地下的湿性(汽状)蒸发生成金属的过程。阐明金属在潜能上是水,但现实上是汽的凝固,因混有烟状蒸发而具有可燃性与生锈性质,并解释唯独黄金因质料纯净而不受火烧毁的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.11

" Τῆς δὲ ἀναθυμιάσεως τῆς ἀτμιδώδους,1 ὅσα μεταλλεύεται, καὶ ἔστι χυτὰ ἢ ἐλατά, οἷον σίδηρος, χρυσός, χαλκὸς καὶ τὰ τοιαῦτα." Τί φησιν; ὅτι ἡ ἀτμιδώδης ἀναθυμίασις ἐγκατακλειομένη τῇ γῇ, καὶ μάλιστα ὅταν ἐν λιθώδεσι μέρεσι καὶ ψυχροῖς τῆς γῆς ἀποκλεισθῇ, πήγνυταί τε καὶ ποιεῖ τὰ μέταλλα. καὶ διὰ τοῦτο ταῦτα θερμῷ λύονται ὡς ὑπὸ ψύξεως παγέντα. μέγιστον δὲ τεκμήριον τοῦ ὑπὸ ψύξεως ἀναπήγνυσθαι τὸ ἐν καταψύχροις τόποις γίνεσθαι τὰ τοιαῦτα μέταλλα.

“而由汽状的蒸发,生成一切被开采出来的、可熔或具延展性的东西,例如铁、金、铜及此类之物。” 他说了什么?他说汽状的蒸发被封闭在地下,尤其是当它被封闭在地下的石质且寒冷的部分时,就会凝固并生成矿物。因此,由于是被冷气所凝固的,这些东西就被热所消解。而它们被冷气凝结的最大证据,乃是此类矿物生成于极寒之地。

§3.9.12

"Οἷον δρόσος ἢ πάχνη, ὅταν ἀποκριθῇ. ἐνταῦθα δὲ καὶ πρὶν ἀποκριθῆναι γεννᾶται ταῦτα." Ταύτην τὴν λέξιν ἐξηγεῖται ὁ Ἀφροδισιεὺς οὕτως· πήγνυται ὑπὸ γῆν ταῦτα, ὥσπερ ἐν τοῖς ὑπὲρ γῆν χωρίοις πάχνη καὶ κρύσταλλος, ὅταν ἀποκριθῇ ἀτμιδώδης ἀναθυμίασις ἀπὸ τοῦ πρὸς γῆν εἰς τὸν ὑπὲρ γῆν τόπον. καὶ πῆξιν εὐθὺς δεξαμένη ποιεῖ πάχνην, μεταβληθεῖσα δὲ ποιεῖ δρόσον, μεταβληθεῖσα δὲ καὶ παγεῖσα ποιεῖ κρύσταλλον, μήπω δὲ ἀποκριθεῖσα, ἀλλ’ ἔτι ὑπὸ γῆν οὖσα καὶ παγεῖσα ὑπὸ ψύξεως ποιεῖ τὰ μέταλλα. ἀποροῦσι δὲ † αὐτῶν τινες ὡς μὴ δεόντως ἐξηγησάμενοι. οὔτε γὰρ ὥσπερ ὁ κρύσταλλος πήγνυται, οὕτω καὶ τὰ μέταλλα λέγει. ὁ γὰρ Ἀριστοτέλης κατιὼν λέγει, ὅτι μήπω τῆς ἀτμιδώδους ἀναθυμιάσεως μεταβληθείσης πήγνυται καὶ ποιεῖ τὰ μέταλλα· ὁ δὲ κρύσταλλος μετὰ τὸ μεταβληθῆναι αὐτὴν γίνεται. † καλῶς δ’ ἄτοπον ἀπὸ τοῦ τῶν μετάλλων τὰ πλεῖστα καίεσθαι καὶ ἰοῦν διὰ τὸ μετέχειν γεώδους οὐσίας, ἥτις ἐστὶν αὐτοῖς ἀπὸ τῆς καπνώδους ἀναθυμιάσεως. αὕτη δ’ ἡ γεώδης οὐσία χωρίζεται τῆς ἀτμιδώδους ἐπὶ κρυστάλλου καὶ πάχνης. κάλλιον οὖν ἐξηγήσατο ὁ μέγας φιλόσοφος εἰρηκώς, ὅτι ἐξέρχονται πρὸς ἀλλήλας αἱ ἀναθυμιάσεις2 ἀπὸ τοῦ ὑπὸ γῆν εἰς τὸ ὑπὲρ γῆν. καὶ εἰ κατακρατήσει ἡ ψύξις, τηνικαῦτα ἀποκρίνεται ἡ καπνώδης ἐκ τῆς ἀτμιδώδους καὶ ἐᾷ αὐτὴν ὥσπερ τι ἄχθος. καὶ αὕτη μὲν ἀναχωρεῖ· ἡ δὲ ἀτμίς, εἰ μὲν παγῇ πρὸ τοῦ μεταβληθῆναι εἰς ὕδωρ, ποιεῖ πάχνην· εἰ δὲ μεταβληθῇ, ποιεῖ δρόσον· εἰ δὲ μεταβληθῇ καὶ παγῇ, ποιεῖ κρύσταλλον. ἐπὶ δὲ τῶν μετάλλων ὑπὸ γῆν οὐσῶν τῶν δύο ἀναθυμιάσεων γίνεται τὰ μέταλλα ἐπιπηγνυμένης τῆς ἀτμιδώδους ἀναθυμιάσεως πρινὴ ἀποκριθῆναι ἀπ’ αὐτῆς τὴν καπνώδη ἀναθυμίασιν. ἐντεῦθεν τὸ κάεσθαι καὶ ἰοῦσθαι ἔχουσι τὰ μέταλλα.

“正如分离时的露或霜。但在此处,甚至在分离之前,这些东西就已生成。” 阿佛洛狄西亚的亚历山大如此解释这句文句:正如汽状蒸发从贴近地面之处分离到地上空间时,在地上各处会生成霜和冰,这些[矿物]同样在地下凝固。并且它一旦受到凝固就生成霜,转变了则生成露,转变且凝固了则生成冰;但当它尚未分离,仍处于地下且被冷气凝固时,就生成矿物。然而他们中的某些人提出了疑问,认为解释得不妥当。因为他并不是说矿物就像冰凝固那样凝固。因为亚里士多德随后说到,在汽状蒸发尚未转变之前它就凝固并生成矿物;而冰则是在它转变之后生成的。并且,从大多数矿物由于分有来自烟状蒸发的土质实体因而能被燃烧和生锈这一事实,恰当地产生了一个疑难。而在冰和霜的情况下,这种土质实体是与汽状蒸发相分离的。因此,大哲学家作了更好的解释,他说:诸蒸发从地下共同向地上空间升出。如果冷气占据了上风,那时烟状蒸发就从汽状蒸发中分离出来,并将后者如重负一般丢下。这[烟状蒸发]便退去;而汽若是尚未转变为水便凝固,就生成霜;若是转变了,就生成露;若是转变了且凝固,就生成冰。但在矿物的情况下,当两种蒸发都在地下时,在烟状蒸发从汽状蒸发中分离出来之前,由于汽状蒸发凝固,便生成了矿物。矿物之所以具有被燃烧和生锈的性质,就是由于这一点。

§3.9.13

"Διὸ ἔστιν ὡς ὕδωρ ταῦτα, ἔστι δ’ ὡς οὔ. δυνάμει μὲν γὰρ ἡ ὕλη ὕδατος, ἔστι δ’ οὐκέτι, οὐδ’ ἐξ ὕδατος γενομένου διὰ τὸ βάθος." Τοῦτό ἐστιν, ὅπερ ἐν τῇ θεωρίᾳ ἐλέγομεν, ὅτι ὁ μὲν Πλάτων πῆξιν ὕδατος λέγει εἶναι τὰ μέταλλα, ὁ δ’ Ἀριστοτέλης πῆξιν ἀτμοῦ. τί γάρ φησιν; ὅτι κατά τι μὲν ὕδατος πῆξίς ἐστι ταῦτα, κατά τι δὲ οὔ. καθὸ μὲν γὰρ καὶ ὁ ἀτμὸς ὁ πηγνύμενος ἐξ ὕδατός ἐστι, κατὰ τοῦτο καὶ τὰ μέταλλα ὕδωρ3 ἐστὶ πεπηγὸς ὑπὸ ψύξεως· καθὸ δ’ ἄντικρυς, ὕδωρ ἐστίν, ἀλλὰ δυνάμει ὕδωρ, λεπτομερέστερον τοῦ ἐνεργείᾳ ὕδατος· ἀτμὸς γάρ ἐστι μήπω μεταβληθεὶς εἰς ὕδωρ διά τινα περίστασιν. καὶ τοῦτο οὐκ ἔστιν ὕδατος πῆξις, ἀλλ’ ἀτμοῦ, ὥσπερ οἱ χυμοί. οὐκ ἔστι τὰ μέταλλα ἐξ ὕδατος ἤδη ἀπὸ τοῦ ἀτμοῦ μεταβάλλοντος εἰς ὕδωρ διά τινα αἰτίαν, ὥσπερ ἐπὶ χυμῶν γίνεται. καὶ γὰρ ἐπὶ τῶν χυμῶν μεταβάλλεται οἷον ἀτμὸς εἰς ὕδωρ. καὶ μετὰ τὸ γενέσθαι ὕδωρ τηνικαῦτα ἐπιγίνεταί τις ἰδιότης ποιότητος τῷ ὑγρῷ, καὶ γίνεται χυμὸς πρότερον οὐ χυμὸς ὑπάρχων. οὐχ οὕτως οὖν γίνεται ἐνταῦθα.

“因此这些东西在某种意义上是水,在某种意义上不是。因为在潜能上其质料是水的质料,但它已不再是水,也不是由于深度的缘故从已生成的水而来的。” 这就是我们在总论中所说过的:柏拉图称矿物是水的凝固,而亚里士多德称是汽的凝固。因为他说了什么?他说在某个方面这些是水的凝固,而在某个方面则不是。因为就凝固的汽也是来自水而言,在这方面矿物也是被冷气凝固的水;但若直接来看,它不是水,而是在潜能上的水,由比现实的水更微细的部分组成;因为它是由于某种境况尚未转变为水之汽。而这并不是水的凝固,而是汽的凝固,正如汁液一样。矿物不是像汁液那样,来自由于某种原因已经由汽转变为水之水。因为在汁液的情况下,也是像汽一样的东西转变为水;并且在水生成之后,那时某种特有的性质便附加在液体上,原先不是汁液的便成了汁液。因此在这里并不是如此生成的。

§3.9.14

"Ἀλλὰ πρὶν γενέσθαι παγείσης τῆς ἀναθυμιάσεως ἑκάστης τούτων.4" Ἀλλὰ πρὶν εἰς ὕδωρ μεταβληθῆναι τὴν ἀτμίδα πήγνυται καὶ ποιεῖ ἕκαστον τῶν μετάλλων.

“而是在这些蒸发各自成为[水]之前凝固。” 也就是说,在汽转变为水之前,它就凝固并生成每一种矿物。

§3.9.15

"Διὸ καὶ πυροῦται πάντα καὶ γῆν ἔχει· ξηρὰν γὰρ ἔχει ἀναθυμίασιν." Ὅτι γὰρ μήπω μεταβληθέντος τοῦ ἀτμοῦ εἰς ὕδωρ πήγνυται καὶ ποιεῖ τὰ μέταλλα, δῆλον ἐκ τοῦ ἔχειν αὐτὰ γεῶδες καὶ χεῖσθαι ἐκ πυρώσεως πρὸς κάθαρσιν. τὸ δὲ γεῶδες οὐκ ἄλλοθεν ἔχει εἰ μὴ ἐκ τῆς συμμεμιγμένης τῷ ἀτμῷ καπνώδους ἀναθυμιάσεως. οὐκ ἂν δ’ αὐτὸ συνεμέμικτο ἤδη μεταβληθείσης εἰς ὕδωρ· ἐν γὰρ τῇ εἰς ὕδωρ μεταβολῇ τοῦ ἀτμοῦ χωρίζεται ἀπ’ αὐτοῦ ἡ καπνώδης ἀναθυμίασις.

“因此所有这些都被火作用且含有土;因为它们含有干燥的蒸发。” 因为在汽尚未转变为水之前它就凝固并生成矿物,这一点从它们含有土质之物以及为了净化而经受由火引起的熔化就可以看出来。而它们含有土质之物不是来自别处,正是来自与汽混合的烟状蒸发。但若[汽]已经转变为水,它就不会与土质之物混在一起;因为在汽向水转变的过程中,烟状蒸发就从其中分离出去了。

§3.9.16

"Ὁ δὲ χρυσὸς μόνος οὐ πυροῦται." Ἀντὶ τοῦ οὐ κάεται διὰ τὸ μὴ ἔχειν συμμεμιγμένην καπνώδη ἀναθυμίασιν τῷ ἀτμῷ ἐν τῇ τούτου γενέσει, ἀλλ’ εἶναι ἀπὸ καθαρᾶς ὕλης. καὶ ὅτι τοῦτο ἀληθές, * ἀπὸ τῶν χωρίων, ἐν οἷς γίνεται· περὶ γὰρ τὸν Πακτωλόν. καθαρὸν γὰρ καὶ ἀθολώτατόν ἐστι τοῦτο τὸ χωρίον· διὸ οὔτε ἰοῦται οὔτε φθείρεται. ΟΛΥΜΠΙΟΔΩΡΟΥ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΜΕΤΕΩΡΟΛΟΓΙΚΩΝ

“唯独黄金不受火的作用[不化为灰]。” 这是用来代替说它不会被烧焦,因为在它的生成中,汽并未混有烟状蒸发,而是由纯粹的质料所构成的。而这一点是真实的,从它生成的地方也可以看出来;因为它产于帕克托罗斯河一带。因为这个地方纯净且完全没有浑浊;因此黄金既不生锈也不朽坏。奥林匹奥多罗对亚里士多德《气象学》的注解。

语法注4 条
  1. 3.9.11Τῆς δὲ ἀναθυμιάσεως τῆς ἀτμιδώδους

    位于引文(词元)开头的属格短语。谓语动词(如 ἐστί 或 γίνεται)被省略,作为表示来源或出处的属格(或指示主题的部分属格)统辖随后的主语从句 ὅσα μεταλλεύεται(“由汽状的蒸发,生成一切被开采出来的……”)。

  2. 3.9.12ἐξέρχονται πρὸς ἀλλήλας αἱ ἀναθυμιάσεις

    介词短语 πρὸς ἀλλήλας 不仅表示空间上的相互接近,更表示相伴(“彼此一同”、“共同”)。它表明两种蒸发(汽状与烟状)以交织的状态从地下共同升起。

  3. 3.9.13καθὸ δ’ ἄντικρυς, ὕδωρ ἐστίν, ἀλλὰ δυνάμει ὕδωρ

    与前文 καθὸ μὲν...(就……而言)相对比的分句。在 καθὸ δ’ ἄντικρυς 之后,或者脱落了否定词 οὐκ(“直接来看它并不是水”),或者需要补充省略的对比义:“若直接来看,它[并不是现实的水,]而是潜能上的水”。

  4. 3.9.14παγείσης τῆς ἀναθυμιάσεως ἑκάστης τούτων

    亚里士多德原文中的独立属格短语。ἑκάστης τούτων(“这些当中的每一者”)作为 τῆς ἀναθυμιάσεως 的同位成分充当逻辑主语,παγείσης(“通过凝固”)表示时间或手段方式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:269.22-272.1