- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:25.1-27.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗在回顾亚里士多德对恩培多克勒关于元素不可变且相等的学说的驳斥后,进而探讨空气与火的排列,并引入对为何高空不形成云的两种错误解答(基于距天体之远近降温说与地面反射光线生热说)的批判性考察。
" Διαφέρει γὰρ οὐδέν, οὐδὲ εἴ τις φήσει μὲν μὴ γίνεσθαι ταῦτα ἐξ ἀλλήλων, ἴσα μέντοι τὴν δύναμιν εἶναι." Ταῦτα φίλη ἀλήθεια τῆς προλαβούσης ἐστὶ πράξεως. τί δὲ ἄρα ἔφη τῇ προτεραίᾳ; ὅτι ὃν λόγον ἔχει τὸ μερικὸν ὕδωρ πρὸς τὴν μερικὴν γῆν, τὸν αὐτὸν λόγον ἔχει καὶ ἡ ὁλότης πρὸς τὴν ὁλότητα· ὁμοίως καὶ ἐπὶ ἀέρος καὶ πυρός, καὶ ἀνάγκη, φησίν, ὀλίγην γῆν εἰς πολὺ ὕδωρ ἀναλύεσθαι. ἵνα μή τις αὐτῷ ἀπορήσῃ λέγων, ὅτι τοῦτο ἀληθὲς κατά σε μεταβλητὰ εἶναι λέγοντα τὰ στοιχεῖα, ἐπεὶ κατὰ τὸν Ἐμπεδοκλέα ἀμετάβλητα ὑποτιθέμενον οὐκ ἔχει χώραν ὁ λόγος, διὰ τοῦτό φησιν,1 ὅτι κἂν ἀμετάβλητα ὑπόθῃ, οὐδὲν διαφέρει. δι’ ἣν αἰτίαν; ἐπειδὴ οὐ μόνον ἀμετάβλητα ἀλλὰ καὶ ἴσα Ἐμπεδοκλῆς ἔλεγεν εἶναι τὰ στοιχεῖα. εἰ δὲ ἴσα, τί δήποτε ὁρῶμεν ἐξ ὀλίγου ὕδατος πολὺν ἀέρα γινόμενον ἢ ἐξ ὀλίγης γῆς πολὺ ὕδωρ; ἄτοπον γὰρ ἴσων ὄντων τῶν στοιχείων μὴ εἰς ἴσον μέγεθος γίνεσθαι τὴν ἀνάλυσιν αὐτῶν. ἀναιρεῖ οὖν ὁ Ἐμπεδοκλῆς αὐτὸς ἑαυτόν· εἰ γὰρ ἀμετάβλητα, πῶς ἴσα, καὶ εἰ ἴσα, πῶς ἀμετάβλητα;
“因为毫无区别,即使有人主张这些元素并非互生,但在能力上是相等的。” 亲爱的真理啊,这些属于前一次讲授的内容。那么,他在前一天到底说了什么呢?即,局部的具体之水对局部的具体大地具有何种比例,整体对整体也具有相同的比例;在空气与火的情形下同样如此,而且必然是,他说,少量的土分解为大量的水。为了不让人向他提出疑难说:对于你这个主张元素可变的人而言这是真的,然而对于假定元素不可变的恩培多克勒而言,这番论说便无立足之地;正因如此他说,即使你假定它们不可变,也毫无区别。出于何种原因呢?因为恩培多克勒不仅主张元素不可变,而且主张它们是相等的。然而若它们是相等的,我们究竟为何看到少量的水生成大量的空气,或少量的土生成大量的水呢?因为若元素是相等的,它们的分解却不化为相等的体积,这便是荒谬的。因此恩培多克勒自相否定:因为如果它们不可变,怎么会相等;而如果相等,又怎么会不可变?
"Κατὰ μὲν οὖν τοῦτον τὸν τρόπον ἀνάγκη τὴν ἰσότητα τῆς δυνάμεως ὑπάρχειν τοῖς μεγέθεσιν αὐτῶν, ὥσπερ καὶ γιγνόμενα ἐξ ἀλλήλων ὑπῆρξεν." Εἰ ἀμετάβλητα, φησίν, ὑποθώμεθα τὰ στοιχεῖα, ἐχρῆν πρὸς τὸ ἴσον μέγεθος ἴσην εἶναι καὶ τὴν δύναμιν. καὶ τί δήποτε ὀλίγον ὕδωρ πολὺς γίνεται ἀήρ, εἰ μὴ ὅτι συνῆκται μὲν πολλὴ ποιότης ἐν ὀλίγῳ ἐπὶ τοῦ ὕδατος, ἐξήπλωται δὲ ἐπὶ τοῦ ἀέρος;
“因此按照这种方式,其体积必然具备能力的相等性,正如它们互生时所具备的那样。” 他说,如果我们假定元素不可变,相对于相等的体积,能力也应当是相等的。而且究竟为何少量的水会成为大量的空气呢,若不是因为在水的情形下诸多性质凝聚于微小之中,而在空气的情形下展开了呢?
"Ὅτι μὲν οὖν οὕτως ἀὴρ συμπεπλήρωκε καὶ τὰ ἑξῆς." Καλῶς δὲ συμπέρασμα· τοῦτο γὰρ ἦν τὸ ζητούμενον, εἰ ἀήρ ἐστι τὸ μεταξύ.
“因此,空气正是以这种方式充满的,以及接下来的文句。” 妙极的结论;因为这正是所探求的事情,即中间之物是否为空气。
"Λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν,2 πῶς τέτακται πρὸς τὴν τοῦ πρώτου σώματος θέσιν." Ἐντεῦθεν ἐθεωρήσαμεν. ἰστέον δέ, ὅτι προτίθεται περὶ ὧν εἰρήκαμεν εἰπεῖν, ἀλλὰ μὴν καὶ περὶ ὧν ἐν τῇ ἐφεξῆς μέλλει λέγειν πράξει. πρότερον γάρ, φησί, δεῖ ἀπορῆσαι περὶ τῶν νεφῶν, καὶ διὰ τί ἐν τῷ ἀπογείῳ οὐ συνίστανται, καὶ εἶθ’ οὕτως ζητῆσαι περὶ τῶν δύο, πυρός φημι καὶ ἀέρος, ὅπως εἰσὶ τεταγμένα πρὸς ἄλληλα, καὶ τελευταῖον ζητῆσαι, πῶς ἡ θερμασία γίνεται ἐν τῇ γῇ ἀπὸ τῶν ἄστρων. τούτων δὲ τῶν τριῶν τὰ μὲν δύο ἡ παροῦσα ἐκδιδάσκει θεωρία, τὸ δ’ ἕτερον ἐφεξῆς διδάξει.
“余下的则是,在穷尽疑难之后说明,相对于第一物体的空间位置它是如何被安排的。” 从这里我们展开了理论考察。应当知道,他不仅打算谈论我们已经说过的那些事情,而且也打算谈论他在接下来的讲授中所要说的那些事情。因为他说,首先必须就云以及为何在远离大地的空气中云不形成提出疑难,然后依此探求关于那两者(我指火与空气)它们彼此之间是如何被安排的,最后探求热是如何从星辰产生于大地之上的。而在这三者之中,目前的理论考察详尽传授了前两项,另一项则将在接下来的讲授中传授。
"Περὶ ἀέρος οὖν εἰπόντες πρότερον." Τουτέστιν ἀπορήσαντες περὶ αὐτοῦ, διὰ τί ἐν τῷδε μὲν συνίσταται νέφη, ἐν τῷδε δὲ οὐ συνίσταται.
“因此在首先论述了关于空气之后。” 这就是说,在就空气提出疑难之后,探讨为何在此处云形成而在彼处却不形成。
"Ἐπειδὴ γίνεται ὕδωρ ἐξ ἀέρος, καὶ τὰ λοιπά." Ἄρχεται ἐντεῦθεν τῆς ἀπορίας.
“既然水从空气中生成,以及余下的文句。” 疑难便由此开始。
"Κατὰ τὸν ἀνώτατον τόπον." Ἀνώτατον καλεῖ τόπον τὸν ἀπόγειον ἀέρα.
“在最上方的处所。” 他把远离大地的空气称为最上方的处所。
"Προσήκει γὰρ μᾶλλον ὅσῳ πορρώτερος ὁ τόπος τῆς γῆς καὶ ψυχρότερος." Ἡ πρώτη ψευδὴς ἐπίλυσις, ὅτι προσήκει μᾶλλον ἐν τῷ περιγείῳ ἀέρι γίνεσθαι τὰ νέφη ἤπερ ἐν τῷ ἀπογείῳ, ἐπειδὴ ὁ περίγειος ἀὴρ ψυχρός ἐστι, διότι πορρωτέρω ἐστὶ τῶν ἄστρων θερμῶν ὄντων καὶ οὐ πλησίον ὡς ὁ ἀπόγειος. πλὴν ὁ Ἀριστοτέλης ὡς βραχυλόγος οὐ διελέγχει ταύτην ὡς ἄτοπον καὶ ἤδη ἐλεγχθεῖσαν ἀνωτέρω, ὅταν ἐκ πέμπτου σώματος ἐδείξαμεν τὰ ἄστρα, καὶ ἐν τῇ Περὶ οὐρανοῦ.
“因为处所距离大地越远且越冷,就越相宜。” 第一种错误的解答是:云生成于近地的空气中比生成于远离大地的空气中更为相宜,因为近地的空气是冷的,这是由于它距离那些炎热的星辰更远,而不是像远离大地的空气那样邻近。不过,言辞简略的亚里士多德并未驳斥这一解答,将其视为荒谬且早已在上文中(当我们指出星辰由第五种物体构成时)以及在《论天》中被驳斥过的。
"Μήτε τῶν ἀπὸ τῆς γῆς ἀνακλωμένων ἀκτίνων κωλυουσῶν πλησίον τῆς γῆς συνίστασθαι, διακρινουσῶν τῇ θερμότητι τὰς συστάσεις· γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις, οὐ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανές.3" Ἡ δευτέρα ψευδὴς ἐπίλυσις. ὑπὸ δὲ πολλῆς συντομίας ὁ Ἀριστοτέλης τὴν ἀνατροπὴν λέγει τῆς ἐπιλύσεως καὶ οὐκ εἶπε τὴν ἐπίλυσιν ὅλως. τί γάρ φησιν; ὅτι οὐδὲ αἱ ἀκτῖνες κωλύουσι γίνεσθαι ἐν τῷ ἀπογείῳ ἀέρι νέφη· μᾶλλον γὰρ ὡς διὰ ταύτας ἔδει ἐκεῖ γενέσθαι ἤπερ ἐν τῷ περιγείῳ, διότι πλησίον τῆς γῆς μᾶλλον παρατρίβονται ἤπερ ἐν τῷ ἀπογείῳ. ἐχρῆν δὲ ὅπου λήγουσιν αἱ ἀκτῖνες γίνεσθαι νέφη διὰ τὸ εἰς ἀχανὲς αὐτὰς καταντᾶν ἤπερ ὅπου παρατρίβονται διὰ τὸ εἰς κέντρον συνάγεσθαι.
“从大地反射的光线也没有因其热量离散凝结物而阻碍其在大地附近形成;云的汇聚发生在其因分裂入虚空而已然终止之处。” 第二种错误的解答。由于极度简练,亚里士多德陈述了对该解答的颠覆,却根本没有陈述该解答本身。因为他说了什么呢?即光线也绝不阻碍云在远离大地的空气中生成;因为若是由于这些光线,云生成于彼处倒比生成于近地的空气中更为合理,因为光线在大地附近比在远离大地的空气中摩擦得更剧烈。而云本应生成在光线因归于虚空而终止之处,而不是生成在光线因汇聚于中心而产生摩擦之处。
- 1.4.2ἵνα μή τις αὐτῷ ἀπορήσῃ λέγων, ὅτι τοῦτο ἀληθὲς κατά σε μεταβλητὰ εἶναι λέγοντα τὰ στοιχεῖα, ἐπεὶ κατὰ τὸν Ἐμπεδοκλέα ἀμετάβλητα ὑποτιθέμενον οὐκ ἔχει χώραν ὁ λόγος, διὰ τοῦτό φησιν
否定目的从句 ἵνα μή τις... ἀπορήσῃ(“为了不让人提出疑难……”)前置于主句,随后由主句 διὰ τοῦτό φησιν(“正因如此他说……”)接引。在目的从句内部,由 λέγων 引出的宾语从句(ὅτι τοῦτο ἀληθές...)中嵌套了由连词 ἐπεί(“因为/既然……”)引导的对比分句;整句的核心结构为“为了不让人提出……的疑难,正因如此他说……”。
- 1.4.5Λοιπὸν δὲ διαπορήσαντας εἰπεῖν
宾格分词 διαπορήσαντας 作不定式 εἰπεῖν 的逻辑主语,整个结构由无人称表语 λοιπόν [ἐστι](“剩下的事情是……”)所支配。此构式应理解为非人称动词支配的“宾格加不定式”结构(“剩下的便是[我们]在穷尽疑难之后说明……”)。
- 1.4.10γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις, οὐ λήγουσιν ἤδη διὰ τὸ σχίζεσθαι εἰς ἀχανές
在引文(lemma)中,οὐ λήγουσιν 实际上是处所关系副词 οὗ 与动词 λήγουσιν 的结合(“在[光线]因分裂入虚空而已然终止之处”),这由后文注释者本人的转述(ἐχρῆν δὲ ὅπου λήγουσιν αἱ ἀκτῖνες...)明确证实。因此句中的 οὐ 并非否定词,而是作为引出地点状语的关系词 οὗ(“在……之处”),修饰主句 γίνονται αἱ τῶν νεφῶν ἀθροίσεις。
