← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§267.12-269.21

幻日与光棒的成因及地下矿物的分类

奥林匹奥多鲁斯注解《气象论》卷三第六章及该部分末尾,解释了幻日与光棒的生成机理、作为天气征兆的差异,以及地下矿物与石类的生成原因与分类。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.2

" Ταύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων." Ποίας; ἢ δηλονότι τὰς ἀνακλάσεις.

“关于幻日和光棒,也应当设定这些原因。” 哪些原因?显然是折射(反射)。

§3.9.3

"Γίνεται γὰρ παρήλιος μὲν ἀνακλωμένης τῆς ὄψεως πρὸς τὸν ἥλιον, ῥάβδοι δὲ διὰ τὸ προσπίπτειν τοιαύτην οὖσαν τὴν ὄψιν, οἵαν εἴπομεν ἀεὶ γίνεσθαι πρὸς τὸν ἥλιον." Τὰς δὲ ῥάβδους γίνεσθαι1 οὐ τῇ πρὸς τὸν ἥλιον ἀνακλάσει, ἀλλὰ τῇ πρὸς ἕτερον νέφος λευκόν, τουτέστιν ὑπὸ τοῦ ἡλίου λελεπτυσμένον, ὥσπερ ἐπὶ τῶν νεφῶν αὐτὸς εἰς παράδειγμα φέρει τῶν ὁρωμένων διὰ ὕδατος. εἰ μὲν γὰρ ἄντικρυς τὰ νέφη θεάσαιο, οὐκ * * * ὀφθήσονται ῥάβδοι ἰριοειδεῖς ἐν τῷ νέφει. ἡ αὐτὴ οὖν ἀναλογία καὶ ἐπὶ τῶν ἐν τῷ μεταρσίῳ ῥάβδων φυλάττεται, ὡς καὶ χωρὶς ἡλίου γίνεσθαι.

“因为幻日是由于视线向太阳折射而生成的,而光棒则是由于视线——具有我们所说总是朝向太阳生成的性质——射入而生成的。” [他说]光棒的生成不是由于朝向太阳的折射,而是由于朝向另一片白云,即被太阳稀疏化的云[的折射],正如他自己就透过水被看见的事物作为云的例子所提出的那样。因为如果你正对着观看云,在云中将不会看见虹状的光棒。因此,对于高空中的光棒也保持着同样的比例,以至于即使没有太阳也能生成。

§3.9.4

"Γίνεται δὲ τοῦτο, ὅταν ἀνώμαλος ᾖ τοῦ νέφους σύστασις." Ὁρᾷς, πῶς τὴν ἀνωμαλίαν τῶν νεφῶν αἰτιᾶται ἐπὶ τῶν ῥάβδων. διὰ τοῦτο γὰρ καὶ ποικίλα χρώματα γίνονται, διὰ τὸ τινὰ μὲν αὐτῶν εἶναι πυκνά, τινὰ δὲ μανά, καὶ ἄλλα ἔτι μανότερα, ὡς λευκὰ εἶναι. εἰ μὲν γὰρ πρὸς μέλαν νέφος προσπεσοῦσα ἡ ὄψις ἀνακλασθῇ πρὸς λευκὸν μὴ διὰ πολλοῦ ἀχλυώδους ἀέρος, γίνεται φοινικοῦν χρῶμα· εἰ δὲ διὰ πλείονος ἀχλύος, πράσινον· ἐκ δὲ τῆς τούτων κράσεως τὸ ξανθόν· εἰ δ’ ἔτι πλείονος ἀχλύος, τὸ ἁλουργόν.

“而当云的凝结不均匀时,就会发生这种情况。” 你看,关于光棒,他是如何将原因归咎于云的不均匀的。正是因此也产生了多样的颜色,因为它们的一部分是浓密的,一部分是稀薄的,另一些部分还要更稀薄,以至于变白。因为如果视线射向黑云,并朝向白云折射而不经过大量昏暗的空气,就会产生绯红色;若经过更多的阴翳,则产生绿色;由这些混合则产生黄色;若经过还要更多的阴翳,则产生紫色。

§3.9.5

"Διαφέρει γὰρ οὐδὲν διὰ τοιούτων ὁρᾶν ἢ ἀπὸ τοιούτων." Οὐδὲν διαφέρει ἢ ἀπὸ νεφῶν ὁρᾶν τὰ ἰριοειδῆ χρώματα ἢ διὰ νεφῶν. διὰ μὲν νεφῶν, ἵνα εἴπῃ τὴν ἐν τῷ μεταρσίῳ φαντασίαν τῶν ῥάβδων· ἀπὸ δὲ νεφῶν τὴν ἐν ὕδατι, ὅταν κατὰ ἀνάκλασιν τὴν ἀπὸ τοῦ ὕδατος ὁρῶνται. ἡ μὲν γὰρ ὁμαλότης τοῦ ἐνόπτρου ποιεῖ χροιὰν μίαν· διὰ δὲ τὴν ὁμαλότητα τοῦ νέφους φαίνεται μονόχρους ὁ παρήλιος· διὰ δὲ τὸ στερεὸν καὶ πυκνὸν ἀθρόως αἱ ὄψεις ἀνακλῶνται καὶ ἀκριβῶς τοῦ ἰριοειδούς χρώματος ἀντιλαμβάνονται· καὶ διὰ τοῦτο λευκὸς ὁρᾶται.

“因为透过这样的东西观看,与从这样的东西[反射]观看,毫无区别。” 从云观看虹状的颜色,与透过云观看,毫无区别。透过云,是为了表明高空中光棒的现象;而从云,则是指在水中透过来自水的折射被观看时的[现象]。因为镜子的平滑产生单一的颜色;由于云的平滑,幻日显现为单一颜色;而由于其坚硬和浓密,视线被一并折射,并准确地把握虹状的颜色;因此它看起来是白色的。

§3.9.6

"Διὰ δὲ τοῦτο μᾶλλον ὕδατος σημεῖον ὁ παρήλιος τῶν ῥάβδων." Διὰ ποίαν αἰτίαν; ἐπειδὴ ἐπὶ παχεῖ καὶ σκληρῷ νέφει γίνεται, ὡς δηλοῖ ἡ ῥωμαλέα ἀνάκλασις. ἀεὶ δὲ τὰ παχέα νέφη τοῦ λεπτοῦ μᾶλλον ἐπιτηδείως ἔχουσι πρὸς γένεσιν ὕδατος.

“因此,幻日比光棒更能作为有雨的征兆。” 由于什么原因?因为正如强有力的折射所表明的,它生成在浓厚且坚硬的云上。而浓厚的云比起稀薄的云,始终更适宜于生成水。

§3.9.7

"Ὁ δὲ νότιος τοῦ βορείου μᾶλλον, ὅτι μᾶλλον ὁ νότιος ἀὴρ εἰς ὕδωρ μεταβάλλει τοῦ πρὸς ἄρκτον." Ὁ νότιος δὲ παρήλιος μᾶλλόν ἐστιν ὕδατος σημαντικός. νότιον δὲ λέγει οὐ τῇ θέσει, ἀλλὰ τὸν ὑπὸ νοτίων πνευμάτων γινόμενον. ταῦτα γὰρ ὠθοῦσι τὰ νέφη πρὸς ἄρκτον, κἀκεῖ ψυχόμενα καὶ παχυνόμενα ἐπιτήδεια γίνεται πρὸς ὕδωρ, ἐπεί τοί γε ἐν τῷ νότῳ οὐκ εὐχερῶς·2 † συνίσταται γὰρ ὁ ἥλιος διὰ τὴν θερμότητα τοῦ κλίματος· διαλύεται γὰρ τὸ νέφος, δι’ οὗ γίνεται ἡ φαντασία ἡ τοιαύτη.

“而南方的[幻日]比北方的更甚,因为南方的空气比朝向北方的空气更转变为水。” 南方的幻日更指示水。他所说的南方不是指方位,而是指由南风所生成的。因为南风将云推向北方,云在那里受冷变厚,变得适于成水,因为在南方并不轻易[成水];由于气候的炎热,太阳消散了[云];因为产生这种表象的云被消解了。

§3.9.8

"Ὅσα μὲν οὖν ἔργα συμβαίνει παρέρχεσθαι τὴν ἔκκρισιν ἐν τοῖς τόποις τοῖς ὑπὲρ γῆν, σχεδόν ἐστι τοσαῦτα." Ἐνταῦθα τὸ συμπέρασμα τῶν ἐν τῷ μεταρσίῳ τόπῳ γινομένων ὑπὸ τῆς διττῆς ἀναθυμιάσεως. λοιπὸν διαλέγεται καὶ περὶ τῶν γινομένων ὑπ’ αὐτῶν ὑπὸ γῆν κρατουμένων καὶ μὴ διαφορουμένων. προσέθηκε δὲ τὸ σχεδὸν ἢ διὰ φιλοσοφίας εὐλάβειαν ἢ διὰ τὸ μὴ πάντα εἰρηκέναι τὰ σχήματα τῶν κομητῶν.

“因此,排泄物在地表之上的各处所产生的效果,大概就这么多。” 这里是由双重蒸发在高空之处所生成的事物的总结。余下的则是讨论由它们受困于地下且未分散时所生成的事物。他加上“大概”,或者是出于哲学的谨慎,或者是由于他并未言明彗星的所有形状。

§3.9.9

"Ἡ μὲν οὖν ξηρὰ ἀναθυμίασις ἐκπυροῦσα ποιεῖ τὰ ὀρυκτὰ πάντα, οἷον λίθων τε γένη καὶ ὅσα τηκτά, καὶ σανδαράχην καὶ ὤχραν καὶ μίλτον καὶ θεῖον καὶ τὰ ἄλλα τὰ τοιαῦτα." Ἡ καπνώδης ἀναθυμίασις ἐκπυρουμένη καὶ περιφρυττομένη ποιεῖ πάντα τὰ λιθώδη, οἷον κρύσταλλον ἢ ἄλλους λίθους τινάς· ποιεῖ δὲ καὶ τὰ νῦν λεγόμενα, ἅπερ βούλεται τήκεσθαι. διὰ γὰρ τοῦ εἰπεῖν, ὅτι ποιεῖ λίθων γένη τὰ ἄτηκτα, ποιεῖ δὲ καὶ σανδαράχην καὶ τὰ λοιπά, δῆλός ἐστιν ἐνδιδοὺς τῷ λόγῳ ὡς τηκομένων αὐτῶν.3 ἀλλὰ τὸ μὲν θεῖον ἴσμεν τηκόμενον, περὶ δὲ τῶν ἄλλων ζητητέον. μήτις δὲ ἀπορείτω, πῶς ταῦτα τῆς καπνώδους ἀναθυμιάσεως ὄντα τήκονται. συνάγεται γὰρ ὑπὸ ψύξεως αὐτὰ πεπῆχθαι· λέγομεν γάρ, ὅτι τὰ μέταλλα χεῖται, ταῦτα δὲ τήκονται· καὶ ἴσως κατὰ τὴν συνεκτικὴν αὐτῶν ὑγρότητα τήκονται.

“干燥的蒸发由于燃着而生成一切开采之物,比如诸类石头和一切可熔之物,如雄黄、黄土、赭石、硫磺以及其他此类之物。” 烟状的蒸发燃着并四周被烘烤,便生成一切石质之物,比如水晶或某些其他的石头;并且它也生成现在所说的这些事物,即他认为可以熔化之物。因为通过说它生成不可熔化的各类石头,又生成雄黄等物,他显然在论证中承认它们是可熔化的。但是硫磺我们已知是可以熔化的,关于其他的事物则必须探讨。任何人都不应对这些属于烟状蒸发之物如何熔化感到困惑。因为可以推知它们是由于受冷而凝固的;因为我们说,金属是化开,而这些是熔化;或许它们是依照其凝聚性的湿气而熔化的。

§3.9.10

"Τὰ δὲ πλεῖστα τῶν ὀρυκτῶν τὰ μὲν κονία κεχρωματισμένη, τὰ δὲ λίθος ἐκ τοιαύτης γέγονε συστάσεως, οἷον τὸ κιννάβαρι." Τὰ πλεῖστα, φησί, τῶν ὀρυκτῶν ἐστι κονία κεχρωματισμένη ἀντὶ τοῦ ‘κονιώδη κεχρωσμένα’, οἷον μίλτος καὶ ὤχρα· ψαμμώδη γάρ εἰσι καὶ εὐδιάλυτα, ὥσπερ κόνις. τινὰ δὲ λιθώδη εἰσίν, ὥσπερ τὸ κιννάβαρι, ὅπερ ἐστὶν ἐρυθρὸν καὶ λιθῶδες· ὡς ὁρῶμεν καὶ ἄλλους τινὰς κεχρωσμένους λίθους, ὧν ἡ μὲν σύστασις ἐκ τῆς καπνώδους ἀναθυμιάσεως γίνεται, τὰ δὲ χρώματα αὐτῶν ἐκ τῶν ἀναθυμιωμένων τόπων.

“大多数开采之物,一部分是有色的粉末,另一部分是由此类凝结生成的石头,例如朱砂。” 他说,大多数开采之物是有色的粉末,用来代替“有色的粉状之物”,例如赭石和黄土;因为它们像砂一样,并且如粉末般易于碎裂。另一些则是石质的,正如朱砂,它是红色的且呈石质;正如我们也看到其他某些有色的石头,它们的凝结是由烟状的蒸发生成的,而它们的颜色则是来自散发蒸发的诸地。

语法注3 条
  1. 3.9.3Τὰς δὲ ῥάβδους γίνεσθαι

    间接引语的宾格加不定式结构,句首虽未显明主语和主动词,但承接前文亚里士多德的论断,理解为“[他说]……的生成是……”。

  2. 3.9.7ἐπεί τοί γε ἐν τῷ νότῳ οὐκ εὐχερῶς

    由 ἐπεί τοί γε 引导的省略分句,省略了动词(如 γίνεται ὕδωρ),根据上下文应补足理解为“因为在南方并不轻易[形成水/雨]”。

  3. 3.9.9δῆλός ἐστιν ἐνδιδοὺς τῷ λόγῳ ὡς τηκομένων αὐτῶν

    人称句式 δῆλός ἐστιν 加分词 ἐνδιδούς,意为“他显然承认……”,后接由 ὡς 引导的属格绝对结构(τηκομένων αὐτῶν)以表达其在论证中所承认的内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:267.12-269.21