← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§262.27-264.18

幻日与光棒的次序及光棒的成因

在亚里士多德转入对幻日和光棒的考察之际,奥林匹奥多罗阐明了排列次序的理由(因色彩多样性而将光棒列于前),并驳斥了亚历山大认为光棒源于向太阳反射的观点,进而提出并论证了阿摩尼奥斯关于光棒由云层之间相互反射所形成的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1#1

" Ταύτας δὲ τὰς αἰτίας ὑποληπτέον καὶ περὶ παρηλίων καὶ ῥάβδων." Συμπληρώσας ὁ Ἀριστοτέλης τὸν περὶ ἅλω καὶ ἴριδος λόγον τρέπεται καὶ ἐπὶ τὰ συγγενῆ αὐτοῖς, παρηλίους φημὶ καὶ ῥάβδους, διὰ τὴν ἐν ἀρχῇ περὶ τούτων εἰρημένην ὑφ’ ἡμῶν τάξιν. ὀφείλων δ’ ἐντεῦθεν προτάξαι τοὺς παρηλίους1 διὰ τὸ τίμιον τοῦ σχήματος — κύκλος γάρ τις ὅμοιος τῷ ἡλίῳ δοκεῖ φαίνεσθαι, αἱ δὲ ῥάβδοι εὐθεῖαι. ὁ δὲ κύκλος ἀεί ἐστιν ὅμοιος ἑαυτῷ καὶ οὔτε ἀφαίρεσιν οὔτε πρόσθεσιν ἐπιδέχεται, ὡς ἐν τῇ Περὶ οὐρανοῦ πραγματείᾳ ἀποδείκνυσι, καὶ διὰ τοῦτο τίμιόν ἐστι τὸ κυκλικὸν σχῆμα· καὶ γὰρ εἴτε προσθήκην εἴτε ἀφαίρεσιν θελήσομεν τοῦ κύκλου ποιῆσαι, ὅλον αὐτὸν ἀμείβομεν, ἡ δ’ εὐθεῖα καὶ πρόσθεσιν καὶ ἀφαίρεσιν ἐπιδέχεται μὴ ἀμειβομένη καθ’ ἑαυτήν. διὰ οὖν τὸ τοῦ σχήματος τίμιον ἔδει προτετάχθαι τοὺς παρηλίους τῶν ῥάβδων. αὐτὸς δὲ διὰ τὸ ὁμοχρόους εἶναι τὰς ῥάβδους τῇ ἴριδι προτάττει αὐτὰς τῶν παρηλίων· αἱ γὰρ ῥάβδοι ποικίλαι εἰσὶ τοῖς χρώμασιν, ὁ δὲ παρήλιος μονόχρους· λευκὸς γάρ, ὥσπερ ἡ ἅλως. γίνεται δέ, ὡς πολλάκις εἴρηται, καὶ ταῦτα κατὰ ἀνάκλασιν· ἀνακλωμένη γὰρ ἡ ὄψις τοιούτων σχημάτων καὶ χρωμάτων ἴσχει φαντασίαν. ἀλλ’ ὁ μὲν Ἀλέξανδρός φησιν ἐπὶ τῶν ῥάβδων, ὅτι προσπίπτει ἡ ὄψις τῷ νέφει κἀκεῖθεν ἀνακλᾶται πρὸς τὸν ἥλιον, καὶ τοῦ 〈νέφους〉 συνεχοῦς γινομένου φαίνονται πολλαὶ ῥάβδοι. οὕτω γὰρ γίνονται καὶ ἐν ὕδατι καὶ ἀνακλωμένης ὄψεως ἐπὶ τὸ νέφος· ἡ γὰρ ἀπὸ κάτωθεν ἐπὶ τὰ ἄνω γινομένη ἀνάκλασις ῥάβδων ἐν τῷ ὕδατι δόκησιν παρέχει. οὕτω μὲν ὁ Ἀφροδισιεύς. ὁ μέντοι μέγας φιλόσοφος ἄριστα καὶ περὶ τούτων φερόμενος οὐκ ἀνέχεται τοῦ ἐξηγητοῦ διὰ τὸ εἰς ἄτοπα περιβάλλεσθαι τὰ Ἀριστοτέλους. ἔδει γὰρ μὴ ῥάβδους φαίνεσθαι, ἀλλὰ κυκλικὸν σχῆμα διὰ τὸ κάτοπτρον, ἐφ’ ὃ ἀνακλᾶται, κυκλικὸν εἶναι. τάχα γὰρ οὐ δι’ ἄλλο ἡ ἶρις καὶ ἡ ἅλως κυκλικὰ ἐφαίνετο εἰ μὴ διὰ τοῦτο. καὶ ἔχεις φυσικὴν αἰτίαν τοῦ κυκλικοῦ καὶ τῆς ἅλω καὶ τῆς ἴριδος σχήματος, ὡς μηδὲ τῆς γραμμικῆς ἐκείνης ἀποδείξεως δεῖσθαι τῆς κυκλικὰ ταῦτα δεικνυούσης. οὕτως ἀπορήσας πρὸς τὴν Ἀλεξάνδρου ἐξήγησιν ἐπάγει τὴν οἰκείαν περὶ τούτου κρίσιν καί φησιν, ὅτι αἱ ῥάβδοι γίνονται οὐ προσπιπτούσης τῆς ὄψεως πρὸς τὸ νέφος κἀκεῖθεν ἀνακλωμένης πρὸς τὸν ἥλιον, ἀλλ’ ἀπὸ νέφος εἰς νέφος προσπιπτούσης τῆς ὄψεως κἀκεῖθεν ἀνακλωμένης πρὸς ἕτερον νέφος λευκόν. τοῦτο δὲ κατασκευάζει ἐκ δύο τρόπων, ἑνὸς μὲν τοῦ ἐκ τῆς ἀναλογίας τῆς λεγούσης, ὅτι ὥσπερ ἐν τῷ ὕδατι προσπιπτούσης τῆς ὄψεως καὶ ἀνακλωμένης πρὸς τὸ νέφος γίνονται ῥάβδοι χωρὶς ἡλίου, οὕτω καὶ ἐνταῦθα χρὴ κατὰ τὴν αὐτὴν τάξιν χωρὶς ἡλίου ῥάβδους γίνεσθαι, ὡς καὶ τὰ φαινόμενα μαρτυρεῖ· καὶ γὰρ χωρὶς ἡλίου ῥάβδοι ὤφθησαν πολλάκις. οὕτω μὲν ἐκ τῆς ἀναλογίας τοῦ Ἀριστοτελικοῦ παραδείγματος, πρὸς ὅ τινες πειρῶνται ἀντιλέγειν, ὅτι Ἀριστοτέλης ἔφη πρὸς τὸν ἥλιον ἀνακλᾶσθαι· ὅμως μέντοι σύμφωνα καὶ τῷ φιλοσόφῳ λέγειν οὐκ ἠπόρησεν ὁ μέγας οὗτος ἀνήρ. φησὶ γοῦν, ὅτι ἥλιον νῦν ἐκάλεσεν Ἀριστοτέλης τὸ λευκὸν νέφος. καὶ ὅτι τοῦτο οὐκ ἄτοπον, δῆλον ἐκ τῆς ἀναλογίας, ὡς ληφθέντος παραδείγματος τοῦ ἐν τῷ ὕδατι.2 λοιπὸν δὲ καὶ ἐκ τῆς συνηθείας εἰώθαμεν τὰ καταλαμβανόμενα ὑπὸ τοῦ ἡλίου ἥλιον καλεῖν. οὕτω γὰρ ἐξατμίζεσθαί τι ἢ θερμαίνεσθαι βουλόμενοι ἐπιτρέπομεν ἐν τῷ ἡλίῳ ἀποτίθεσθαι τὸν ὑπὸ τοῦ ἡλίου καταλαμβανόμενον τόπον ἥλιον καλοῦντες. καὶ ἐκ τῆς συστάσεως δὲ τῶν νεφῶν τὸ αὐτὸ δείκνυσι. βούλεται γὰρ ὁ Ἀριστοτέλης τὰς μὲν ῥάβδους ἐπὶ ἀνωμάλοις νέφεσι συνίστασθαι καὶ μὴ πυκνοῖς· ὅπερ καὶ αὐτὸ δῆλόν ἐστιν αἴτιον τοῦ μὴ ἀνακλᾶσθαι πρὸς τὸν ἥλιον τὴν ὄψιν ἐπὶ τῶν ῥάβδων. προσπίπτουσα γὰρ ἡ ὄψις ἄλλῳ νέφει, ἂν οὕτω τύχῃ μέλανι, καὶ ἀνακλωμένη ἐπὶ τὸ λευκὸν νέφος ποιεῖ τὰς ῥάβδους διὰ ταύτην τὴν ἀνωμαλίαν τῶν νεφῶν καὶ ποικίλλονται κατὰ τὴν χροιὰν αἱ ῥάβδοι. εἰ γὰρ πρὸς λευκὸν † ἀνακλασθεῖσα ἡ ὄψις προσπεσοῦσα μέλανι, ποιεῖ τὸ φοινικοῦν χρῶμα·3 εἰ δὲ κατὰ ἄλλο ἀπὸ λευκοῦ μὴ κατακρατοῦντος, τὸ ξανθόν· κρατουμένου δὲ τοῦ λευκοῦ ὑπὸ τοῦ μέλανος τὸ πράσινον· ἔτι μᾶλλον κρατουμένου τὸ ἁλουργόν. ἀνώμαλα δὲ ἔφη τὰ νέφη κατὰ τὸ χρῶμα, οὐ κατὰ τὸ σχῆμα, ἐπειδή ἐστι καὶ κατὰ τὸ σχῆμα ἀνώμαλα ἔνοπτρα, ὥσπερ τὰ ὀπισθοφανῆ λεγόμενα ὑπὸ τῶν κατοπτρικῶν καὶ τὰ δεξιοφανῆ.

“关于幻日和光棒,也必须假定同样的这些原因。” 亚里士多德在完成了关于晕和彩虹的论述后,转向与它们同类的现象,我指的是幻日和光棒,这是根据我们在开篇时关于它们所陈述的顺序。按理说,他原本应当从这里起因形状的高贵而把幻日排在前面——因为〔幻日〕似乎显现为某种类似于太阳的圆,而光棒则是直线。圆始终与自身相似,既不接受删减也不接受增加,正如他在《论天》的著作中所证明的那样,因而圆形是高贵的;因为如果我们想对圆作任何增加或删减,就会使它整个改变,而直线则既接受增加也接受删减,自身并不发生改变;因此,由于形状的高贵,幻日本应被置于光棒之前。但他本人由于光棒与彩虹具有相同的颜色,便将光棒排在幻日之前;因为光棒在色彩上是多样的,而幻日则是单色的,就像晕一样是白色的。并且正如多次说过的那样,这些现象也是由于反射而产生的;因为反射的视线获得了这种形状和颜色的表象。然而,亚历山大关于光棒声称:视线投射在云上,并从那里向太阳反射,而当云成为连续的时,便显现出许多光棒。因为在水中当视线向云反射时也是这样产生的;自下而上的反射在水中提供了光棒的表象。阿佛洛狄西亚的亚历山大便是如此主张的。然而,那位在这类问题上也论述得极其卓越的伟大哲学家并不容忍这位注解家,因为亚里士多德的学说由此陷入了荒谬。因为[如果反射向太阳],本不应显现为光棒,而应显现为圆形,因为反射所依凭的镜面是圆形的。或许彩虹和晕显现为圆形不是因为别的,正是因为这个缘故。于是你便有了晕和彩虹呈圆形的自然学原因,以至于根本不需要证明它们是圆形的那个线形几何证明。他在对亚历山大的解释提出质疑之后,便引出了关于此事的自身判定,并说:光棒的产生并不是由于视线投射在云上并从那里向太阳反射,而是由于视线从云投射到云上,并从那里向另一团白云反射。他通过两种方式确立这一点:其一来自于类比,该类比指出,正如视线投射在水中并向云反射时无须太阳便产生光棒一样,在此处也应当按照同样的顺序无须太阳而产生光棒,正如现象所证实的那样(事实上,在没有太阳的情况下也常常看见光棒)。亚里士多德例证的类比正是如此,对此有些人试图反驳说亚里士多德说了是“向太阳反射”;然而,这位伟大人物在说出与哲学家相吻合的见解时并没有感到困窘。无论如何他说,亚里士多德在此把白云称为“太阳”。而这并非荒谬,既然采用了水中的例证,从该类比来看便是显而易见的。此外,从日常习惯来看,我们也惯于把被太阳照亮的事物称为“太阳”。因为当我们想要蒸发或加热某物时,便吩咐把它放在太阳下,把被太阳照亮的地方称为“太阳”。并且他也从云的构成证明了同样的事情。因为亚里士多德认为光棒是在不均匀且不稠密的云上构成的;这本身也是在光棒现象中视线不向太阳反射的明显原因。因为视线投射在另一团云上(如果是黑云的话),并向白云反射,由于云的这种不均匀性而产生了光棒,且光棒在色彩上变得多样。因为视线投射在黑云上并向白云反射时,便产生深红色;如果是按照来自并不占优的白色的另一种〔混合〕,则产生黄色;当白被黑压倒时产生绿色;当被进一步压倒时产生紫色。他说云在颜色上是不均匀的,而不是在形状上,因为也存在形状上不均匀的面镜,正如被反射光学家称为“现后像的”和“现右像的”镜子一样。

语法注3 条
  1. 3.9.1ὀφείλων δ’ ἐντεῦθεν προτάξαι τοὺς παρηλίους

    分词 ὀφείλων 相对于主句动词 προτάττει 带有让步或对比含义(“本应把幻日排在前面”),并与后面的 αὐτὸς δὲ ... προτάττει 相呼应。整个句子的主语是亚里士多德。

  2. 3.9.1ὡς ληφθέντος παραδείγματος τοῦ ἐν τῷ ὕδατι

    带有 ὡς 的独立属格结构,为前面的 δῆλον ἐκ τῆς ἀναλογίας 提供了论据或理由(“既然水中的例证已被采用”)。

  3. 3.9.1εἰ γὰρ πρὸς λευκὸν † ἀνακλασθεῖσα ἡ ὄψις προσπεσοῦσα μέλανι, ποιεῖ τὸ φοινικοῦν χρῶμα

    尽管底本有残损标记,但构架上由两个修饰 ἡ ὄψις 的分词组成:先行动作 προσπεσοῦσα μέλανι(“投射在黑云上”)和随后的动作 πρὸς λευκὸν ἀνακλασθεῖσα(“向白云反射”),共同构成修饰主动词 ποιεῖ 的条件从句结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:262.27-264.18