← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§264.18-265.39

光棒与幻日的云层差异及出现位置

奥林匹奥多鲁斯阐明了引发光棒与幻日的云在物理构成上的差异,对比了两者所预示的气象征兆,并从几何和光学条件论述了它们出现的空间位置(位于侧方及接近地平线处),从而总结了关于高空大气现象的论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.9.1#2

ἔστιν οὖν τοιαύτην κατασκευὴν *, ὡς ποιεῖν τὰ μὲν δεξιὰ φαίνεσθαι ἐν τοῖς ἀριστεροῖς, τὰ δ’ ἀριστερὰ ἐν τοῖς δεξιοῖς· ἀνωμάλοις κατὰ τὸ σχῆμα τῶν κατόπτρων, ὥς ποτε καὶ ἄλλῃ κατασκευῇ ἐνόπτρου χρώμενος ποιεῖν φαίνεσθαι τὴν μὲν κεφαλὴν κάτω, τὸ δὲ γένειον * * * ἐνόπτρου ἐπέχειν τάξιν ὑπέθετο1 κατὰ τὸ χρῶμα καὶ κατὰ τὴν σύνταξιν. οὐ κατὰ τὸ σχῆμα. ὥστε δέδεικται, ὅτι αἱ ῥάβδοι γίνονται ἀπὸ νέφους εἰς νέφος τῆς ἀντανακλάσεως γινομένης, καὶ ὅτι ἐν ἀνωμάλοις κατὰ τὸ χρῶμα. καὶ ταῦτα μὲν περὶ ῥάβδων. περὶ δὲ τῶν παρηλίων ἐκεῖνο χρὴ εἰδέναι, ὅτι ἡ ἀνάκλασις ἀπὸ τοῦ νέφους γίνεται πρὸς τὸν ἥλιον τοῦ νέφους πυκνοτέρου ὄντος καὶ στερεμνίου ἢ κατὰ τὸ ἐν ταῖς ῥάβδοις2 καὶ ὁμαλοῦ. διὰ γὰρ τοῦτο καὶ λευκὸς φαίνεται ὁ παρήλιος, ἐπειδὴ ἐπὶ πυκνοῦ ἡ ὄψις ῥᾳδίως μᾶλλον ἀνακλᾶται καὶ συντόμως, ἀπὸ δὲ ὁμαλοῦ ἓν καὶ ταὐτὸν τὸ χρῶμα διασῴζεται. ἐπειδὴ οὖν ἡ ἀνάκλασις ἀπὸ πυκνοῦ καὶ ὁμαλοῦ πρὸς λευκὸν τὸν ἥλιον γίνεται, καὶ ὁ παρήλιος ἄρα ὁμόχρους τῷ ἡλίῳ φανήσεται, τουτέστι λευκός. οὕτω οὖν γίνεται ἡ ἀνάκλασις ἐπὶ παρηλίων ὡς ἀπὸ πυκνοῦ χαλκοῦ καὶ λείου, τουτέστιν ἐνόπτρου· τὸ γὰρ ἔνοπτρον χαλκοῦν ὠνόμασεν ὁ φιλόσοφος. χρὴ οὖν ἐκ τῶν εἰρημένων συλλογίζεσθαι κἀκεῖνο, ὅτι ἐπὶ μὲν τῆς ἴριδος ὑετὸν προμαντευόμεθα, ἐπὶ δὲ τῆς ἅλω εὐδίαν, ἐπὶ μέντοι τῶν παρηλίων καὶ ῥάβδων τὸ ἀνάπαλιν· αἱ μὲν ῥάβδοι εὐδιῶν εἰσὶ σημαντικαί, ὁ δὲ παρήλιος ὑετοῦ. καὶ ἡ αἰτία πρόδηλος. εἰ γὰρ μανοτέρων νεφῶν χρεία εἰς γένεσιν καὶ οὐ πυκνῶν, δῆλον ὅτι πολλὴ ἀτμίς ἐστιν ἐν αὐτοῖς περιεχομένη· ἐπὶ δὲ τοῦ παρηλίου πολλὴ οὖσα πυκνότης τοῦ νέφους ὕδατος περιουσίαν δηλοῖ, ὑφ’ οὗ καὶ ἡ πύκνωσις. ἀλλ’ ἐπειδὴ τὸν τρόπον τῶν παρηλίων καὶ ῥάβδων τῆς συστάσεως μεμαθήκαμεν, φέρε καὶ τὸν τόπον, ἐν ᾧ συστῆναι δύνανται, πολυπραγμονήσωμεν κατακολουθοῦντες τῇ λέξει. γίνονται οὖν αἱ ῥάβδοι καὶ οἱ παρήλιοι οὔτε κατὰ διάμετρον οὔτε κατὰ κάθετον. κατὰ διάμετρον γὰρ οὐ γίνονται διὰ τὸ μὴ δύνασθαι ἀπὸ τοσούτου ἀνακλᾶσθαι τὴν ὄψιν· ἀλλὰ μὴν οὐδὲ κατὰ κάθετον διὰ τὸ λύεσθαι τὴν τῶν νεφῶν σύστασιν. καὶ πῶς ἐπὶ τῆς ἴριδος κατὰ διάμετρον τὴν ἀνάκλασιν ἐλέγομεν γίνεσθαι; ἢ ῥητέον, ὅτι ἐπὶ μὲν τῆς ἴριδος πολὺ καὶ πυκνὸν τὸ νέφος ἤπερ ἐπὶ παρηλίου, καὶ ταύτῃ κατὰ διάμετρον ἡ ἀνάκλασις ἐγίνετο. ὁπότε δὲ καὶ κατὰ διάμετρον ἐγίνετο, ἔμελλεν ἶρις φαίνεσθαι καὶ οὐδὲν τούτων. ὁμοίως καὶ ἐπὶ τῆς ἅλω πλείων ἦν ἡ σύστασις τοῦ νέφους καὶ κατὰ κάθετον αὕτη συνίστατο. ἡ γὰρ σύστασις τῶν νεφῶν ἢ πολλή ἐστι καὶ κατὰ κάθετον καὶ γίνεται ἅλως, ἢ πολλὴ καὶ κατὰ διάμετρον καὶ γίνεται ἶρις 〈ἢ〉 ἐν ἑκατέρῳ ὀλίγη. καὶ εἰ ἐν ἑκατέρῳ ὀλίγη, ἢ λεπτὴ καὶ διεσπασμένη καὶ ποιεῖ τὰς ῥάβδους, ἢ παχεῖα καὶ συνηθροισμένη καὶ ποιεῖ τοὺς παρηλίους. ἀλλὰ μὴν οὐδ’ ἐν τοῖς προηγουμένοις ἢ ἑπομένοις τοῦ ἡλίου γίνονται αἱ ῥάβδοι ἢ οἱ παρήλιοι. ἐν μὲν γὰρ τοῖς προηγουμένοις οὐ γίνονται διὰ τὸ καταλαμβάνεσθαι ὑπὸ τοῦ ἡλίου, οὔτε δ’ ἐν τοῖς ἑπομένοις διὰ τὸ ἀφίστασθαι αὐτῶν τὸν ἥλιον, ἀλλ’ ἐν τοῖς πλαγίοις. τουτέστιν ἐν τοῖς βορείοις καὶ ἐν τοῖς νοτίοις· καὶ οὔτε πόρρω πάνυ διὰ τὸ ἀπὸ σμικροῦ ἐνόπτρου μὴ δύνασθαι ἀνακλᾶσθαι τὴν ὄψιν (μικρὰ δὲ ἐπὶ τούτων τὰ κάτοπτρα ἀνάλογον ἔφη), οὔτε μὴν ἐγγὺς διὰ τὸ φθάνειν διαλῦσαι, ἀλλ’ ἀπὸ συμμέτρου διαστήματος, ὡς ἂν μᾶλλον τῶν ὄψεων ἐκεῖ ἀντιλαμβανομένων. γίνονται δὲ καὶ πρὸς τῷ ἀνατολικῷ ὁρίζοντι καὶ πρὸς τῷ δυτικῷ, οὐκέτι δὲ καὶ ἐν τῷ μεσουρανήματι. καὶ ἡ αἰτία πρόδηλος. πρὸς γὰρ τῷ ὁρίζοντι ὄντος τοῦ ἡλίου, τουτέστι πρὸς ἀνατολὰς ἢ δυσμάς, ὡς διὰ στενοῦ πρὸς τῇ γῇ φέρεται ἡ ὄψις καὶ δοκεῖ συγκροτεῖσθαι καὶ μᾶλλον ἀντιλαμβάνεσθαι. καὶ διὰ τὴν τοιαύτην αἰτίαν καὶ αἱ διόπτραι ὑπὸ τῶν μηχανικῶν ἐπινενόηνται, ὡς ἂν διὰ στενοῦ φερομένη ἡ ὄψις ἐξιθύνοιτο καὶ μὴ μένοι περιπλανωμένη. πρὸς δὲ μεσημβρίαν ὄντος τοῦ ἡλίου εἰς τὸν μεσουράνιον ὑπ’ αὐτοῦ καλούμενον τόπον, * * διὰ τὸ ὑπὸ τοῦ ἡλίου3 ἀμβλύνεσθαι τὰς ὄψεις καὶ πρὸς τούτοις διαχεῖσθαι τὴν ὄψιν καὶ φέρεσθαι πεπλανημένως εἰς ἀχανίαν τῶν ἀκτίνων χωρουσῶν. καὶ ταῦτα μὲν περὶ παρηλίων καὶ ῥάβδων. Ἐφ’ οἷς ὁ φιλόσοφος μετὰ τὸ πληρῶσαι τὰ ἐν τῷ μετεώρῳ γινόμενα πάθη ὑπὸ τῆς διττῆς ἀναθυμιάσεως μέτεισι καὶ ἐπὶ τὰ γινόμενα πάθη ὑπὸ κατεχομένων ἐν τῇ γῇ τῶν δύο ἀναθυμιάσεων. καὶ μὴ ἀπορήσῃς, πῶς Μετέωρα τὸ βιβλίον ἐπιγέγραπται, εἴ γε τῶν ὑπὸ γῆν νῦν ποιεῖται λόγον.

因此,[造出]这样一种构造也是可能的,从而使右侧的显现在左侧,左侧的显现在右侧,这是通过在形状上不均匀的面镜实现的;正如曾经使用面镜的另一种构造,使头部显现在下,下巴显现在[上一样。然而亚里士多德]假定[云]承担面镜的功用,是在颜色和排列上,而不是在形状上。由此证明,光棒是由于从云向云发生反射而产生的,并且产生于在颜色上不均匀的[云]中。关于光棒就说这么多。但关于幻日,应当了解这一点:反射是从云向太阳产生的,此时的云比在光棒的情况中更稠密、更坚实,并且是平滑的。因为幻日显现为白色也正由于此,因为在稠密之物上视线更容易且迅速地反射,而从平滑之物上则保持着单一且相同的颜色。既然反射是从稠密且平滑之物向白色的太阳产生的,那么幻日也就显现出与太阳相同的颜色,即白色。因此,幻日情况下的反射如同从稠密而平滑的青铜,即面镜产生一样;因为这位哲学家曾把面镜称为青铜。由此,根据上述内容也应当推论出:虽然在彩虹的情况下我们预报降雨,在晕的情况下预报晴朗,然而在幻日和光棒的情况下却恰恰相反——光棒是晴朗的征兆,而幻日则是降雨的征兆。其原因显而易见。因为如果生成[光棒]需要较稀薄而非稠密的云,显然其中包含着大量蒸汽;而在幻日的情况下,云的高度稠密则表明水分充盈,浓聚也正是由此而来的。但是,既然我们已经了解了幻日和光棒的构成方式,那么来吧,让我们顺着文本也探讨一下它们能够构成的场所。因此,光棒和幻日既不生成在正相对的位置,也不生成在垂直正下的位置。在正相对的位置不生成,是因为视线无法从如此遥远的距离反射;而在垂直正下的位置也不生成,是因为云的聚集会消散。那么,在彩虹的情况下我们为何又说是正相对地产生反射呢?或者是否应当说,在彩虹的情况下云比在幻日的情况下更厚重且稠密,反射正由此在正相对的位置产生?而每当反射正相对地产生时,显现的就必定是彩虹而非这些现象中的任何一种。同样,在晕的情况下,云的构成也更厚重,并且是在垂直正下的位置构成的。因为云的构成,要么厚重且在垂直正下而形成晕,要么厚重且在正相对位置而形成彩虹,要么在两处都微少。若在两处都微少,则要么轻薄分散而产生光棒,要么厚实聚积而产生幻日。此外,在太阳先行或后随的区域中也不生成光棒或幻日。在先行区域中不生成,是因为被太阳占据;在后随区域中也不生成,是因为太阳正在离开它们;它们只生成在侧方区域,即北侧和南侧的区域。它们既不生成在极远之处,因为视线无法从小面镜反射(他说在这些现象中面镜是按比例微小的);也不生成在很近之处,因为消散会抢先发生;而是生成在适度的距离上,以便视线在那里更好地被接收。它们也生成在东方地平线和西方地平线附近,但不再生成在中天。其原因显而易见。因为当太阳位于地平线附近,即在东方或西方时,视线如同穿过大地附近的狭窄空间行进,似乎紧凑起来并能更好地接收。也正是由于这种原因,机械师们发明了经纬仪,以便视线穿过狭窄空间行进时得以被校直,而不至于保持游移漫散。但当太阳位于正午,即位于被他称为中天的场所时,[光棒和幻日并不生成,]因为视线被太阳削弱,此外视线随着光线进入空旷之处而散开并漫无目的地行进。关于幻日和光棒就说这么多。在此之后,哲学家在完成了由双重蒸发在高空产生的各种受动状态后,也转入研究由滞留在地下的两种蒸发所产生的受动状态。如果他现在探讨地下之物,你也切莫疑惑为何这本著作被题为《气象论》。

语法注3 条
  1. 3.9.1τὸ δὲ γένειον * * * ἐνόπτρου ἐπέχειν τάξιν ὑπέθετο

    此处的底本带有星号标记,表明文本存在脱落。除了在 τὸ δὲ γένειον(“下巴”)之后需补出与“在下”相对的 ἄνω(“在上”)之外,主句动词 ὑπέθετο 的主语以及不定式短语 ἐνόπτρου ἐπέχειν τάξιν 的宾格主语(推测为类似“亚里士多德假定云……”)亦有缺失。注解者的主旨在于强调亚里士多德将云视为镜子是就色彩和排列而言,而非就几何形状的不规则性而言。

  2. 3.9.1ἢ κατὰ τὸ ἐν ταῖς ῥάβδοις

    由比较级 πυκνοτέρου ὄντος καὶ στερεμνίου 引出的比较结构。连接词 ἤ 之后接介词短语 κατά 以及中性单数冠词短语 τὸ ἐν ταῖς ῥάβδοις,表示“相比于光棒[云层]的情况而言”。

  3. 3.9.1εἰς τὸν μεσουράνιον ὑπ’ αὐτοῦ καλούμενον τόπον, * * διὰ τὸ ὑπὸ τοῦ ἡλίου

    底本中带有星号标记的脱落处。与前句所述“当太阳在地平线附近时视线紧凑集中”相对比,此处脱落了主句谓语(如 οὐ γίνονται,“光棒和幻日并不产生”)。其后由 διὰ τὸ... 引出的短语则解释了因正午阳光使视线削弱、扩散而无法成象的原因。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:264.18-265.39