- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:261.16-262.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《气象学》376b28–377a1,从几何学和光学上解释太阳升起时彩虹为何显现为较大圆的弓形,并通过天球运动与不同气候带的区分,解决了关于地平圈标示的疑难。
ἡ δὲ κύκλησις γίνεται ἐπὶ τὰ μέρη, ἐφ’ ἃ ὁ πόλος ὑπὸ γῆν τυγχάνει, ὥσπερ ἔστιν ἰδεῖν ἐπὶ τῆς κρικωτῆς σφαίρας. καὶ δῆλον ὅτι ὡς ἐπὶ τὸν πόλον γίνεται ὀξεῖα γωνία. ὅτι δὲ καὶ μείζονος κύκλου φαίνεται τμῆμα, συλλογιστέον οὕτως· ὅταν ἐστὶ τὸ λαμπρὸν ἐπὶ τοῦ ὁρίζοντος, δέδεικται, ὅτι ἡμικύκλιον φαίνεται ἡ ἶρις. καὶ δῆλον ὅτι ἀπόγειόν ἐστι τότε τὸ ἡμικύκλιον ὡς πρὸς τὸ ἔλασσον τοῦ ἡμικυκλίου, ὥστε ὅταν φαίνηται ἔλασσον ἡμικυκλίου τὸ φαινόμενον μέρος, περιγειότερον τυγχάνει. ἐπεὶ οὖν περιγειότερον τυγχάνει, ἔχομεν τὸ ζητούμενον. ἐπειδὴ γὰρ μᾶλλον πρὸς τοῖς περιγειοτέροις πλεονάζουσιν οἱ ἀτμοί, δοκεῖ ταύτῃ μείζων φαίνεσθαι· τὰ γὰρ ἐν ὕδατι ὁρώμενα μείζονα φαίνεται. ἢ τὸ ἀληθέστερον· περιγειότερον τυγχάνον τὸ τμῆμα μᾶλλον τῇ ὄψει ὑποπίπτει διὰ τὸ δεύτερον λημμάτιον τὸ λέγον, ὅτι τὸ ἐκ πολλοῦ διαστήματος ἡ ὄψις ἐλάσσονα οἴεται, τὰ δ’ ἐγγὺς μείζονα. ἀπορῆσαι δ’ ἄξιον πρὸς τὸν Ἀριστοτέλην, πῶς ὁρίζοντα εἰπὼν τὸν ΑΒΓ κύκλον καὶ ἐξῃρημένον τὸν ἥλιον ἐκ τοῦ ὁρίζοντος ἔλαβε τὸν ἥλιον ἐπὶ τοῦ Η, ὅ ἐστιν ἐπὶ τοῦ ΑΒΓ ὁρίζοντος. εἰ γὰρ ἐπὶ τοῦ ΑΒΓ ἐστὶ τὸ Η, οὐκέτι ἐξῄρηται· καὶ εἰ ἐξῄρηται τὸ Η, οὐκέτι ἐστὶν ἐπὶ τοῦ ΑΒΓ ὁρίζοντος. ἢ ῥητέον, ὅτι οὐκ ἔστιν ὁ ΑΒΓ ὁρίζων ἀκίνητος, ἀλλὰ συγκινούμενος τῷ παντί· ἔστι γὰρ καὶ ὁρίζων κινούμενος ἐν τῇ σφαίρᾳ. καὶ τοῦτο οἶδεν ὁ Πτολεμαῖος· τὸν γὰρ τοιοῦτον ὁρίζοντα ἑκτημόριον ὀνομάζει· διὰ τὸ ἓξ θέσεις λαμβάνειν τῆς ἡμέρας. ἔστι γὰρ ἡ πρώτη ιβ ὧραι· καὶ ἡ δευτέρα ια καὶ ἑξῆς ἴσαι· καὶ οὕτως ὁ κύκλος κατὰ τὰς ὥρας τὰς αὐτὰς τὴν αὐτὴν ἴσχει θέσιν. ὥστε οὐδὲν ἄτοπον ὑπέθετο ὁ Ἀριστοτέλης, ἀλλ’ ἐπειδὴ ἔδειξεν, ὡς καὶ πότε ἐλάττων ἡμικυκλίου φαίνεται ἡ ἶρις καὶ εἰπών, ὅτι ὅταν γένηται ὁ ἥλιος πρὸς τῷ μεσημβρινῷ, καταπίνεται καὶ οὐ φαίνεται ἡ ἶρις, ὥς τινος ἀπορήσαντος,1 ὅτι οὐδέποτε πρὸς τῷ μεσημβρινῷ ὄντος τοῦ ἡλίου γίνεται ἶρις, εἰ μὴ ὅταν ἐν τῷ ὁρίζοντί ἐστιν ὁ ἥλιος ἢ μικρὸν ἀρθῇ ἀπὸ τοῦ ὁρίζοντος — εἰ γὰρ εἴη ἐπὶ τοῦ μεσημβρινοῦ, γίνεται διὰ τὸ τὰ προσάρκτια μέρη τῶν κύκλων ὡς ἐπὶ τῆς ἐγκεκλεισμένης σφαίρας μείζονα εἶναι ἡμικύκλων καὶ πολὺ αἴρεσθαι τὸ λαμπρόν, καὶ ταύτῃ ἀφανίζεσθαι τὴν ἶριν. ἐν γὰρ ταῖς μεγίσταις ἡμέραις ὁ ἥλιος τὰ προσάρκτια τμήματα διώκει, ἐν δὲ ταῖς χειμεριναῖς τὰ νότια κλίματα, ἅπερ ἐστὶν ὑπὲρ γῆς μὲν ἐλάχιστα, ὑπὸ γῆν δὲ μέγιστα· ἡ γὰρ ἔγκλισις τοῦ γίνεσθαι παρασκευάζει.2 ἐλαχίστων οὖν ὄντων πρὸς τῷ χειμερινῷ ὑπὲρ γῆς τμημάτων φανερόν, ὅτι ὁ ἥλιος ὅτε γένηται ἐπὶ τοῦ μεσημβρινοῦ, ὀλίγον ἦρται ἀπὸ τοῦ ὁρίζοντος. καὶ ταύτῃ δύναται ἐν πάσῃ ὥρᾳ καὶ ἐπὶ τοῦ μεσημβρινοῦ ὄντος τοῦ ἡλίου γίνεσθαι ἶρις ἐν τῷ νοτίῳ κλίματι. ταῦτα παραδίδωσιν ἡ μετὰ χεῖρα λέξις.
环状的弯曲朝向极处于地下的那一部分产生,正如在浑天仪上所能见到的那样。并且显然,在朝向极的一侧形成锐角。至于它显现为较大圆的弓形,则必须按如下方式推论:当发光体[太阳]处于地平圈上时,已证明彩虹显现为半圆。并且显然,与小于半圆的弓形相比,此时的半圆离地更远(处于远地点),因此当所见部分显现为小于半圆时,它便离地更近(处于近地点)。因此,既然它离地更近,我们便得到了所探求的结论。因为水汽在离地更近之处更为充盈,所以借此显得更大(因为在水中见到的东西显得更大)。或者更真实的原因是:由于该弓形离地更近,因而更完全地落入视线之中,这是根据第二条补题所言:“视线认为相距遥远之物较小,而临近之物较大”。然而,值得对亚里士多德提出质疑:他既然称圆ΑΒΓ为地平圈,又说太阳从地平圈上升起,又怎能把太阳取在处于地平圈ΑΒΓ上的Η处?因为如果Η在ΑΒΓ上,它就不再是升起的;而如果Η已升起,它就不再在地平圈ΑΒΓ上。或者应当说,地平圈ΑΒΓ并非静止不动,而是随全宇宙一同运动的;因为在天球中也有运动的地平圈。托勒密也知晓这一点:他将这样的地平圈称为“六分圈”,因为它在一天中取得六个位置。因为第一个位置是12小时,第二个是11小时,依此类推均等;这样,该圆在相同的时辰便保持相同的位置。因此亚里士多德并未假定任何荒谬之事,而是在指明了彩虹如何以及何时显现为小于半圆,并说了当太阳处于子午圈时彩虹被吞没而不显现之后,正如有人提出质疑,认为除非太阳处于地平圈上或从地平圈稍稍升起,否则当太阳处于子午圈时决不会产生彩虹一样〔展开了论述〕——因为如果它处于子午圈上,〔此事〕便会发生,这是由于正如在倾斜天球上那样,各圆的偏北部分大于半圆,发光体升得很高,彩虹借此隐没消逝。因为在最长的日子里太阳运行于偏北的区段,而在冬日则运行于南方的气候区,这些区段在地上极小,在地下却极大;因为倾斜导致了这种现象的产生。因此,在接近冬至时地上区段极小的情况下,显然当太阳处于子午圈时,它从地平圈升起得很少。并且借此,在南方气候区,在任何时辰,即使当太阳处于子午圈上时,也能够产生彩虹。手头的原文传达了这些内容。
"Ὁ δὲ ἄξων ἔστω νῦν ἐφ’ ὧν τὸ ΗΠ." † Ἄρα ὅτι τὸ ΗΠ καλεῖ ὁ Ἀριστοτέλης, ἐφ’ οὗ ἐστι τὸ Ο κέντρον καὶ ὁ Π πόλος. ἐπειδὴ οὖν ταῦτα ὑπὸ γῆν εἰσι, δῆλον ὅτι ἔλαττον ἡμικυκλίου φαίνεται καὶ τὸ ΓΥΨ τμῆμα ἔλαττόν ἐστιν ἡμικυκλίου.
“现在设轴为ΗΠ所在的直线。” 这就是说,亚里士多德将中心Ο与极Π所在的直线称为ΗΠ。既然这些处于地下,显然它显现为小于半圆,并且弓形ΓΥΨ小于半圆。
"Τὰ μὲν οὖν ἄλλα πάντα ὁμοίως δειχθήσεται." Τὰ ἄλλα, ποῖα; τὸ σχῆμα τῆς ἴριδος ὅτι κυκλικὸν καὶ ὅτι κατὰ ἀνάκλασιν· ταῦτα γὰρ ἀπεδείχθη, καὶ κατὰ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς νῦν πτώσεως, ὅταν ἐλάττων ἐστὶν ἡμικυκλίου, δειχθήσεται.
“其余一切将同样得到证明。” 其余的事指什么?指彩虹的形状是圆形的,以及它是由于反射而产生的;因为这些已经得到了证明,并且在如今小于半圆的这种情况下,也将以同样的方式得到证明。
"Ἐπὶ γὰρ τῆς αὐτῆς ὅ τε πόλος καὶ τὸ κέντρον." Τοῦτό φησιν, ὅτι ἐπὶ τῆς ΗΚΟΠΞ, τουτέστιν ἐπὶ τοῦ ἄξονος γίνεται τέσσαρά τινα· ὁ ἥλιος, τὸ κέντρον τοῦ ὁρίζοντος τὸ Κ, καὶ τὸ κέντρον τῆς ἴριδος τὸ Ο, καὶ ὁ Π πόλος.
“因为在同一[直线]上有极也有中心。” 他说的是:在ΗΚΟΠΞ上,也就是在轴线上,有四样东西:太阳、地平圈的中心Κ、彩虹的中心Ο以及极Π。
- 3.8.1ἀλλ’ ἐπειδὴ ἔδειξεν, ὡς καὶ πότε ἐλάττων ἡμικυκλίου φαίνεται ἡ ἶρις καὶ εἰπών, ὅτι ὅταν γένηται ὁ ἥλιος πρὸς τῷ μεσημβρινῷ, καταπίνεται καὶ οὐ φαίνεται ἡ ἶρις, ὥς τινος ἀπορήσαντος
在句法上,连词 ἐπειδή 引导的从句并列了限定动词 ἔδειξεν 与分词 εἰπών,随后缺少形式上的主节,直接转入由 ὥς τινος ἀπορήσαντος 构成的属格独立结构,以引入假设的反驳(破格句/破式衔接)。此处采取补足主句动作的解释:“正如有人提出质疑那样[展开了论述]”。
- 3.8.1ἡ γὰρ ἔγκλισις τοῦ γίνεσθαι παρασκευάζει
带属格冠词的不定式 τοῦ γίνεσθαι 在此处充当动词 παρασκευάζει 的直接宾语(“致使/促成此事发生”)。在古典后期希腊语散文中,属格定冠词加不定式常用于表示结果、目的,或直接充当及物动词的补足成分。
