- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:260.15-261.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗注解《气象论》376b28的提要,从几何学上解释了随着太阳升至地平圈之上,彩虹的中心和极下沉至地下,致使彩虹显现为小于半圆并最终消失的原因,以及彩虹呈现倾斜的理由。
" Πάλιν ἔστω ὁρίζων καὶ τὰ ἑξῆς." Διδάξας ἡμᾶς ὁ Ἀριστοτέλης τὴν αἰτίαν τοῦ κυκλικοῦ τῆς ἴριδος σχήματος, καὶ ὅτι τοῦ ἡλίου ὄντος ἐπὶ τοῦ ὁρίζοντος ἡμικύκλιον1 φαίνεται, ἔτι πρὸς τούτοις καὶ τὸν ἕτερον πόλον τῆς ἴριδος ὄντα μεταξὺ τοῦ κέντρου τῆς ἴριδος καὶ τοῦ ἐξ ἐναντίας πέρατος τῆς διαμέτρου, νῦν πάλιν ἀρθέντος ἀπὸ τοῦ ὁρίζοντος τοῦ ἡλίου ζητεῖ τὸ σχῆμα τῆς ἴριδος, ὅπερ ἐστὶν ἡμικύκλιον. οὐκέτι δὲ ἡμικύκλιον φαίνεται ἡ ἶρις,2 ἀλλ’ ἐλάττων ἡμικυκλίου· ἀρθέντος γὰρ τοῦ ἡλίου ἀπὸ τοῦ ὁρίζοντος φαίνεται ἡ ἶρις ἐλάττων ἡμικυκλίου, καὶ γίνεται τὸ κέντρον αὐτῆς ὑπὸ γῆν καὶ ὁ πόλος. καὶ ὅσον ἐξαίρεται ὁ ἥλιος, τοσοῦτον ἐλαχίστη φαίνεται ἡ ἶρις· καὶ ὅταν γένηται πρὸς τῷ μεσημβρινῷ, καταπίνεται. πρὸς τούτοις δὲ καὶ ἄλλα δύο σημαίνειν ἔφη ὁ μέγας φιλόσοφος· τὸ κλίνεσθαι τὴν ἶριν ἐπὶ τὰ μέρη, ἐφ’ ἃ καὶ ὁ πόλος γέγονεν, ὑπὸ γῆν· πρὸς τούτοις δὲ καὶ τὴν αἰτίαν, δι’ ἣν ὅτε μέν ἐστιν ἡμικύκλιον ἡ ἶρις, ἐλάττονος τμῆμα κύκλου εἶναι δοκεῖ, ὅτε δ’ ἐλάττων ἡμικυκλίου φαίνεται, μείζονος κύκλου. ταῦτα δείκνυται οὕτως, καὶ πρῶτον τὰ Ἀριστοτέλους εἴπωμεν· ἔστω ὁρίζων κύκλος ἡ ΑΒΓ καὶ ἐξῃρήσθω ὁ ἥλιος ἀπὸ τοῦ ὁρίζοντος καὶ ἔστω ὡς κατὰ τὸ Η. ἡ δὲ τοῦ ὁρίζοντος διάμετρος ἔστω ἡ ΑΓ, τὸ δὲ κέντρον τὸ Κ. ἀρθέντος οὖν τοῦ ἡλίου τὸ κέντρον τῆς ἴριδος καὶ ὁ πόλος ὑπὸ γῆν γίνεται τοῦ Κ ὑπὲρ γῆς ὄντος, καινοῦ ὄντος τοῦ ἄξονος τοῦ ΗΚΟΠ, ἐφ’ οὗ ἐστι τὸ κέντρον τῆς ἴριδος τὸ Ο καὶ ὁ Π πόλος. † ἐπεί ἐστι τὸ Κ κέντρον ἐπάνω καὶ ἤρθη ὁ ἥλιος, εἴη ἂν τὸ κέντρον τῆς ἴριδος καὶ ὁ Π πόλος ὑποκάτω ἐπὶ τῆς ΗΚΟΠ, ἐφ’ ᾗ ἐστι τὸ κέντρον τῆς ἴριδος τὸ Ο καὶ ὁ Π πόλος. καὶ ἐπειδὴ κέντρου ὑποκειμένου τοῦ ἡλίου τῆς ἴριδος ἡμικύκλιόν ἐστι τὸ † ΒΥΨ, φανερόν, ὅτι κάτω ὄντος τοῦ Ο κέντρου τὸ ὑπὲρ γῆς τμῆμα τῆς ἴριδος ἔλαττόν ἐστι ἡμικυκλίου, καί ἐστιν ὑπὲρ γῆς τὸ Ψ τμῆμα τῆς ἴριδος ἔλαττον τυγχάνον ἡμικυκλίου. καὶ φανερόν, ὅτι ὅσῳ μετεωρίζεται ὁ ἥλιος, τοσούτῳ ἐλαχίστη φαίνεται ἡ ἶρις· καὶ ὅταν γένηται ἐπὶ τοῦ μεσημβρινοῦ, καταπίνεται καὶ οὐ φαίνεται κατωτέρου γινομένου τοῦ κέντρου αὐτῆς καὶ πόλου. καὶ ἔχεις ἐνταῦθα, ὅτι καὶ τὸ σχῆμα τῆς ἴριδος ὥρισται· ἢ γὰρ ἡμικύκλιον φαίνεται, ὅταν ἀνατέλλῃ ὁ ἥλιος, ἢ ἔλαττον ἡμικυκλίου, ὅταν ἀρθῇ ἐκ τοῦ ὁρίζοντος, ἢ καταπίνεται, ὅταν ἐν τῷ μεσημβρινῷ γένηται. φανερὸν δέ, ὅτι καὶ κέκλιται ἡ ἶρις, ὅταν ἐξαίρηται ὁ ἥλιος διὰ τὸ τὸν πόλον κάτω εἶναι. τούτου δὲ κανόνα ἔχομεν, ὅτι ἐὰν διὰ πολλῶν τέμνηται κύκλος, δίχα τέμνεται καὶ πρὸς ὀρθάς. διὰ τοῦτο οὖν κέκλιται νῦν, ἐπειδὴ ὁ ΑΒΓ ὁρίζων οὐκ ἔστι τῆς ἴριδος διὰ τὸν πόλον·3 κάτω γάρ ἐστιν ὁ πόλος, οὐδὲ γὰρ κατὰ τὸ Υ.
“再次设地平圈为……等等。” 亚里士多德在向我们教授了彩虹呈圆形的原因,以及当太阳处于地平圈上时它显现为半圆,此外还有彩虹的另一个极位于彩虹的中心与直径对向的端点之间以后,现在再次探讨当太阳从地平圈上升起时彩虹的形状,这形状[先前]本是半圆。但彩虹不再显现为半圆,而是小于半圆;因为当太阳从地平圈上升起时,彩虹显现为小于半圆,它的中心和极便进入地下。太阳升得越高,彩虹显现得越小;当〔太阳〕处于子午圈时,〔彩虹〕就被吞没消失。此外,这位伟大的哲学家说他还指出了另外两件事:彩虹朝向极也已进入的那一部分即朝向地下倾斜;除此以外,还有为何当彩虹是半圆时它似乎是较小圆的弓形,而当它显现为小于半圆时似乎是较大圆[的弓形]的原因。这些通过如下方式得到证明,首先让我们叙述亚里士多德的原论:设地平圈为ΑΒΓ,且太阳从地平圈上升起,处于如同Η处。设地平圈的直径为ΑΓ,中心为Κ。因此,随着太阳升起,在Κ处于地上时,彩虹的中心和极进入地下,此时轴线ΗΚΟΠ是新的,其上有彩虹的中心Ο和极Π。既然中心Κ在上方且太阳已升起,彩虹的中心和极Π就会在ΗΚΟΠ线上处于下方,在其上有彩虹的中心Ο和极Π。并且,既然当假定太阳为中心时彩虹是半圆ΒΥΨ,显然当中心Ο处于下方时,彩虹在地上的一部分便小于半圆,而在地上的彩虹的弓形Ψ恰好小于半圆。并且显然,太阳升得越高,彩虹显现得越小;当〔太阳〕处于子午圈上时,由于它〔彩虹〕的中心和极进入更下方,它便被吞没而不显现。由此你可知彩虹的形状也是被规定了的:因为它要么在太阳初升时显现为半圆,要么在〔太阳〕脱离地平圈升起时显现为小于半圆,要么在〔太阳〕处于子午圈时被吞没。并且显然,当太阳升起时,由于极处于下方,彩虹也是倾斜的。对此我们有一条规则:如果一个圆穿过[极]被截开,它就会被平分且成直角被截开。因此,现在正是由于地平圈ΑΒΓ并不通过极属于彩虹(因为极处于下方,并不在Υ处),[彩虹]才倾斜。
- 3.8.1Διδάξας ἡμᾶς ὁ Ἀριστοτέλης ... νῦν πάλιν ἀρθέντος ἀπὸ τοῦ ὁρίζοντος τοῦ ἡλίου ζητεῖ τὸ σχῆμα τῆς ἴριδος, ὅπερ ἐστὶν ἡμικύκλιον.
该长句的骨干为 Διδάξας ἡμᾶς ὁ Ἀριστοτέλης... ζητεῖ...。在由分词 Διδάξας 所统辖的一系列宾语成分(τὴν αἰτίαν..., καὶ ὅτι..., ἔτι... καὶ τὸν ἕτερον πόλον...)之后,插入独立属格短语 ἀρθέντος... τοῦ ἡλίου,随后引出主要动词 ζητεῖ。关系从句 ὅπερ ἐστὶν ἡμικύκλιον 以 τὸ σχῆμα τῆς ἴριδος 为先行词,指代在前文(太阳处于地平线上时)所确定的半圆形状,并与下文的 οὐκέτι δὲ ἡμικύκλιον φαίνεται 构成对比。
- 3.8.1καὶ ὅσον ἐξαίρεται ὁ ἥλιος, τοσοῦτον ἐλαχίστη φαίνεται ἡ ἶρις
在相关结构 ὅσον... τοσοῦτον(“越……就越……”)中,使用了最高级 ἐλαχίστη 而非比较级。这与后文的 ὅσῳ μετεωρίζεται ὁ ἥλιος, τοσούτῳ ἐλαχίστη φαίνεται 平行,体现了晚期希腊语中用最高级来表示比例增减的用法。
- 3.8.1ὁ ΑΒΓ ὁρίζων οὐκ ἔστι τῆς ἴριδος διὰ τὸν πόλον
属格 τῆς ἴριδος 作表语,表示所属(“属于彩虹[的平面]”)。介词短语 διὰ τὸν πόλον 承接前文的几何学定理(关于圆穿过极 διὰ τῶν πόλων 被切开),意为“通过极”;即地平圈ΑΒΓ并未通过极来截开彩虹的圆。
