← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§259.15-260.13

虹呈半圆形之因与月虹之罕见

奥林匹奥多罗解释了为何因强烈的垂直光线消散地平圈附近的云层而使彩虹仅显现为半圆(376b22),随后提出并解答了关于月虹在夜间罕见出现之难题(376b24)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.7

" Τῶν μὲν γὰρ ἄνω τὸν ἥλιον οὐ κρατεῖν, τῶν δὲ πρὸς τῇ γῇ στηριζομένων κρατεῖν, καὶ διαχεῖν τὸν ἀέρα." Ἐνταῦθα τὴν αἰτίαν λέγει τοῦ ἡμικύκλιον φαίνεσθαι τὴν ἶριν. ἐπειδὴ γὰρ οὐδὲν ἄλλο ἐστὶν ἡ ἶρις ἢ τὸ κρατεῖσθαι τὸν ἥλιον ὑπὸ τοῦ νέφους (ὅταν γὰρ αὐτὸς κρατήσῃ, διαλύει τὸ νέφος, καὶ οὐ γίνεται ἶρις), ὅταν οὖν ἀνατέλλῃ ὁ ἥλιος, δηλονότι ἐκπεμπόμεναι ἀπ’ αὐτοῦ ἀκτῖνες ἡ μέν ἐστι κάθετος, αἱ δὲ πρὸς τῇ καθέτῳ, αἱ δὲ πόρρω τῆς καθέτου. ἐπειδὴ οὖν κάτω αὐτοῦ ὄντος ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ κατὰ διάμετρον πίπτουσιν ἐπὶ τοῦ ὁρίζοντος1 καὶ περὶ τὸν ὁρίζοντα, αὗται ἐντονώτεραι οὖσαι διαλύουσι τὰ περὶ τὸν ὁρίζοντα νέφη καὶ οὐκ ἐῶσιν ἐκεῖ συστῆναι τὴν ἶριν· αἱ δὲ πόρρω τῆς καθέτου, τουτέστιν ὑπεράνω τοῦ ὁρίζοντος πίπτουσαι, ἐπειδὴ οὐκ εἰσὶν ἐκεῖναι ἔντονοι διὰ τὸ ἐπὶ πλέον διίστασθαι καὶ εἰς ἀχανὲς λοιπὸν χωρεῖν, οὐ διαλύουσι τὰ νέφη· καὶ λοιπὸν ἐκεῖ μόνον γίνεται ἡ ἶρις, οὐκέτι δὲ καὶ κάτω περὶ τὸν ὁρίζοντα. ἔνθεν οὐ γίνεται κύκλος ἡ ἶρις ἐφαπτόμενος τοῦ ὁρίζοντος, ἀλλὰ ἡμικύκλιον μόνον, ἐπειδὴ οὐ συγχωροῦσιν αἱ κάθετοι ἀκτῖνες συστῆναι κάτω νέφος μέλαν.

“因为太阳并不压倒上方之物,却压倒停驻于大地之物,并消散空气。” 在此他说明了彩虹显现为半圆的原因。因为既然彩虹不是别的,正是太阳被云所压倒(因为每当太阳自身压倒时,它便消散云层,而彩虹不会产生),所以当太阳升起时,显而易见,从它发射出的光线中,一条是垂直的,另一些在垂线附近,还有一些远离垂线。因此,当太阳处于低处时,垂线以及垂线附近的光线沿径向落在地平圈上及地平圈周围,这些光线由于更为强烈,消散了地平圈周围的云层,不允许彩虹在那里构成;而远离垂线的光线,即落在地平圈上方的光线,由于相隔更远且进而行入广袤空间因而不强烈,便不消散云层;于是彩虹仅在那里产生,而不再在地平圈周围的下方产生。由此,彩虹并没有成为切于地平圈的圆,而仅仅成为半圆,因为垂直的光线不允许下方形成黑云。

§3.7.8

"Γίνεσθαι δὲ καὶ νέφος νυκτῶν ἀπὸ τῆς σελήνης ὀλιγάκις." Τοῦτο ὡς πρὸς ἀπόδειξίν τινα ἐπήγαγε τοῦ τὴν ἶριν γίνεσθαι κρατουμένου τοῦ ἡλίου, ἐπειδὴ γὰρ καὶ ἀπὸ τῆς σελήνης ἶρις γίνεται διὰ τὸ εἶναι αὐτὴν ψυχροτέραν τοῦ ἡλίου καὶ μὴ ἰσχύειν τὰ νέφη διαλύειν. ἄλλως τε καὶ νὺξ ἀντιπράττει τῇ διαλύσει τῶν νεφῶν, καὶ λοιπὸν τὰ νέφη ἐπικρατοῦντα τῆς σελήνης ποιοῦσιν ἀνακλᾶσθαι τὰς ὄψεις ἐπ’ αὐτῆς, καὶ γίνεται ἡ ἶρις. δηλονότι ἐπὶ τοῦ ἡλίου τότε γίνεται ἶρις, ὅταν κατακρατήσαντα τοῦ ἡλίου παχυνθῶσι τὰ νέφη, * προσπιπτούσας αὐτοῖς τὰς ὄψεις μὴ διιέναι,2 ἀλλ’ ἀνακλᾶσθαι ὡς πρὸς τὸν ἥλιον καὶ γίνεσθαι τὴν ἶριν. ἀλλ’ εἴποις ἄν· οὐκοῦν ἔδει συνεχῶς τε γίνεσθαι ἐπὶ τῆς σελήνης ἶριν, ἐπειδὴ ὡς ἐπὶ τὸ πλεῖστον κατακρατοῦσι τὰ νέφη τῆς σελήνης, ἅμα τε διὰ τὴν φύσιν αὐτῆς, ἅμα τε ὅτι καὶ νύκτωρ γίνεται. ἢ ῥητέον, ὅτι ὅσον μὲν καὶ τοῦτο ἔδει συχνότερον γίνεσθαι, ἀλλ’ ἔστιν ἄλλο τι τὸ ἐμποδίζον.3 τὰ γὰρ ἰριοειδῆ χρώματα μελάντερα ὄντα ἐν μέλανι τῷ νέφει καὶ ἐν τῷ σκοτεινῷ ἀέρι λανθάνουσι· τὰ γὰρ ὅμοια πέφυκε λανθάνειν ἐν τοῖς ὁμοίοις.

“而在夜间由月亮也会罕见地形成云。” 他提出此点,作为太阳被压倒时彩虹产生的一种证明;因为月亮也会产生彩虹,这是由于月亮比太阳更冷,没有力量消散云层。况且夜晚也阻碍云层的消散,于是云层压倒月亮,使视线向其反射,从而产生彩虹。显然,对于太阳而言,只有当云层压倒太阳而变浓密、[以致]落于其上的视线不能穿透而是向着太阳反射并产生彩虹时,彩虹才产生。但有人或许会说:“那么岂不是应该在月亮的情况下持续产生彩虹吗?因为在大多数情况下云层都压倒月亮,既由于它的本性,又由于这发生在夜间。”对此应当说,就这一点而言确实应该更频繁地产生,但另有阻碍它的因素。因为虹样的色彩由于较为暗淡,在黑云中和黑暗的空气中便隐没不显;因为相似之物天然容易在相似之物中隐没。

语法注3 条
  1. 3.7.7ἐπειδὴ οὖν κάτω αὐτοῦ ὄντος ἡ κάθετος καὶ αἱ πρὸς τῇ καθέτῳ κατὰ διάμετρον πίπτουσιν ἐπὶ τοῦ ὁρίζοντος

    独立属格 κάτω αὐτοῦ ὄντος(当太阳处于低处时)嵌入由 ἐπειδή 引导的原因从句中。主句由 αὗται ἐντονώτεραι οὖσαι διαλύουσι... 开始,与后文的 αἱ δὲ πόρρω... οὐ διαλύουσι 形成对照。

  2. 3.7.8ὅταν κατακρατήσαντα τοῦ ἡλίου παχυνθῶσι τὰ νέφη, * προσπιπτούσας αὐτοῖς τὰς ὄψεις μὴ διιέναι

    文本中星号(*)处推定脱落了表结果的连词(如 ὥστε)。在句法上,连词脱落后的带不定式复合结构(μὴ διιέναι ... ἀλλʼ ἀνακλᾶσθαι ... καὶ γίνεσθαι)紧跟在 παχυνθῶσι 之后表示结果。

  3. 3.7.8ὅσον μὲν καὶ τοῦτο ἔδει συχνότερον γίνεσθαι, ἀλλ’ ἔστιν ἄλλο τι τὸ ἐμποδίζον

    ὅσον 作限制或让步用法(“就此而言”),与主句中的 ἀλλά 相应,构成“就这一点而言固然应当……,但是……”的句式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:259.15-260.13