← 小奥林匹奥多罗斯

亚里士多德《天象论》注释

§258.6-259.14

以极点作圆与通过旋转生成彩虹锥面

注解亚里士多德《气象学》376b1–376b18,在阐明此前几何引理之作用的基础上,解释了以极点Π为基础作圆,并通过旋转半球与三角形以产生具有相同角度、边长和垂线的彩虹锥面的几何机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.7.2

" Ὥστε ἀπὸ τῶν ΗΚ σημείων οὐ μόνον πρὸς τῇ ΜΝ περιφερείᾳ συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον,1 ἀλλὰ καὶ ἄλλοθι· ὅπερ ἀδύνατον." Ἰδοὺ ἐντεῦθεν ἐδημοσίευσε τὴν χρείαν τοῦ προληφθέντος λήμματος.

“因此从Η与Κ两点出发,不仅在ΜΝ圆周上,而且在别处也将构成保持相同比的[直线];而这是不可能的。” 看,从这里他公开了此前所假定之引理的功用。

§3.7.3

"Ἐὰν οὖν τούτῳ ἐφ’ ᾧ τὸ Π πόλῳ χρώμενος, διαστήματι δὲ τῷ ἐφ’ ᾧ ΠΜ, κύκλος γραφῇ, ἁπασῶν ἐφάψεται τῶν γωνιῶν, ἃς ἀνακλώμεναι ποιοῦσιν2 ἀπὸ τοῦ ΜΗ." Ἐάν, φησί, πρὸς ὀξείας γωνίας ἀπὸ τοῦ Π ἀχθῇ τις εὐθεῖα ὡς ἡ ΠΜ ἐπὶ τὸ νέφος, ἔνθα πίπτουσιν αἱ ὄψεις, εἶτα περὶ τὸ Π στρεφομένη ἡ ΠΜ εὐθεῖα κύκλον γράψει, ὁ κύκλος οὗτος ἁπασῶν ἐφάπτεται τῶν † κλάσεων, ὧν κλῶνται αἱ ὄψεις προσπίπτουσαι πρὸς τὸ νέφος. καὶ ἔσται πόλος ἐκείνου τοῦ κύκλου τὸ Π, οὗ κέντρον ἐντὸς τοῦ κύκλου ἠρμένον. καὶ κέντρον οὐδὲν ἄλλο ἐστὶν ἢ πόλος ἐν κύκλῳ ὤν.

“因此,如果以Π所在之处为极,以ΠΜ所在[直线]为距离画圆,它将切于[视线]由ΜΗ反射时所构成的所有的角。” 他说,如果从Π向着视线落下的云以锐角引出某一直线如ΠΜ,随后绕着Π旋转的直线ΠΜ画出一个圆,则这个圆将切于视线射向云并被反射的所有反射点。而Π将成为那个圆的极,其中心在圆的内部被抬起。而中心不是别的,正是位于圆之中的极。

§3.7.4

"Ἐὰν οὖν περιαγάγῃς τὸ ἡμικύκλιον τὸ ἐφ’ ᾧ τὸ Α περὶ τὴν ἐφ’ ᾗ ἡ ΚΠ." Ἔστι δὴ ἔθος αὐτῷ ἀπὸ τῶν ἀρκτικῶν στοιχείων ὀνομάζειν τὰ πράγματα. τί γὰρ δήποτε τὸ ἡμικύκλιον Α ἐκάλεσεν; ἔδει γὰρ μᾶλλον Η εἰπεῖν. ἢ διὰ τούτου ἐνδείκνυται, ὅτι τὸ ἡμικύκλιον οὐ τοῦ ὁρίζοντος λαμβάνει, ἀλλὰ τὸ ἡμισφαίριον τοῦ παντός· ὅθεν ἐπειδὴ τοῦτο ἄνω ἐστί, τούτου χάριν Α αὐτὸ ἐκάλεσε. τί οὖν φησιν; ὅτι ἐὰν ἐπινοίᾳ περιαγάγῃς τὸ ἡμισφαίριον περὶ τὸν ἄξονα, ἐν ᾧ ἐστιν ἡ ΚΠ, τουτέστι πέριξ συμπεριαγάγῃς ἐν αὐτῷ καὶ τὸ ΗΚΜ τρίγωνον, † ὡς πολλὰ γενέσθαι τρίγωνα ὅμοια αὐτῷ, τουτέστιν ἰσογώνια αὐτῷ καὶ ἰσόπλευρα ἐν διαφόροις ἐπιπέδοις κατὰ τὴν περιαγωγὴν γινόμενα.

“因此,如果你使Α所在的半圆绕着ΚΠ所在的[直线]旋转。” 由首字母为事物命名确是他的习惯。究竟为什么他把半圆称为Α呢?因为他本应说是Η。或者他是借此表明,他所取的不是地平圈的半圆,而是整个宇宙的半球;既然这个在上方,因此他把它称为Α。那么他说的是什么意思呢?意思是,如果你在思想中使半球绕着ΚΠ所在的轴旋转,也就是在其内也将ΗΚΜ三角形一同旋转,以致产生许多与它相似的三角形,即在旋转过程中于不同平面上产生的、与它等角且等边的三角形。

§3.7.5

"Καὶ ἣν ποιήσωσι δὲ γωνίαν αἱ ΗΠ καὶ ΜΠ ἐπὶ τῆς ΗΠ, ἀεὶ ἴση ἔσται." Οὐ μόνον, φησί, τὰ τρίγωνα ἰσογώνια γενήσεται καὶ ἰσόπλευρα, ἅπερ ἀπὸ τῶν ἀνακλάσεων γίνονται, ἀλλὰ καὶ ἀπὸ τοῦ πόλου γινομένη γωνία ἀπὸ τοῦ ΗΠ † ΔΞ πόλου καὶ τῆς ΜΠ τῆς ἐπὶ τὸ νέφος ἐπιζευγνυμένης καὶ περιαγομένης νοητῆς ἀεὶ ἡ αὐτὴ ἔσται περιαγομένου τοῦ ἡμισφαιρίου κατὰ τὴν ἐπίνοιαν.

“而且ΗΠ与ΜΠ在ΗΠ上所构成的角,也总是相等的。” 他说,不仅由反射产生的各三角形将是等角且等边的,而且当半球在思想中旋转时,由ΗΠ极与连向云并被旋转的思想上的ΜΠ而在极处构成的角,也将始终是相同的。

§3.7.6

"Τούτων δ’ αἱ κάθετοι3 ἐπὶ τὸ αὐτὸ σημεῖον πεσοῦνται." Τούτων, ποίων; ἢ τῶν τριγώνων λέγει τῶν γινομένων ἐκ τῆς περιαγωγῆς. ἐπειδὴ γὰρ ὅμοιαί εἰσι καὶ ἴσαι, δηλονότι αἱ ἀπὸ τῶν γωνιῶν αὐτῶν κάθετοι ἐφ’ ἓν σημεῖον πεσοῦνται καὶ ἐκτὸς αὐτῶν, ἐπειδὴ ἀμβλυγώνιοί τε καὶ ἀνισόπλευροί εἰσιν· ἕκαστον γὰρ αὐτῶν μεγίστην μὲν ἔχει τὴν ἀπὸ τοῦ νέφους ἐπὶ τὸν ἥλιον, ἐλαχίστην δὲ τὴν ἀπὸ τοῦ ὄμματος ἐπὶ τὸ νέφος, μέσην δὲ τὴν ἀπὸ τοῦ ἡλίου ἐπὶ τὸ ὄμμα.

“而这些[三角形]的垂线将落在同一点上。” “这些”,是哪些呢?毋宁说他是指由旋转产生的诸三角形。因为既然它们是相似且相等的,显而易见,从它们的角引出的垂线将落在同一点上,且落在它们的外侧,因为它们是钝角且不等边的。因为它们每一个中,最大的一条是从云到太阳的[直线],最小的是从眼到云的[直线],居中的是从太阳到眼的[直线]。

语法注3 条
  1. 3.7.2συσταθήσονται τὸν αὐτὸν ἔχουσαι λόγον

    动词 συσταθήσονται(第三人称复数将来被动语态)的主语以及阴性复数分词 ἔχουσαι 的修饰对象,根据前文几何语境补充为表示直线的阴性名词 αἱ εὐθεῖαι。在希腊几何论证中省略表示“线”的名词是常规表达。

  2. 3.7.3ἃς ἀνακλώμεναι ποιοῦσιν

    关系代词 ἃς 指涉先行词 τῶν γωνιῶν,作动词 ποιοῦσιν 的直接宾语。阴性复数分词 ἀνακλώμεναι 的逻辑主语是在光学语境中指代视线的 αἱ ὄψεις,奥林匹奥多罗在随后的注释中也明确补出了 αἱ ὄψεις。

  3. 3.7.6Τούτων δ’ αἱ κάθετοι

    属格代词 Τούτων 是由 αἱ κάθετοι 所支配的领属/来源属格,指代前述旋转所产生的诸三角形(τῶν τριγώνων),奥林匹奥多罗在接下来的注解中对此直接作出了设问与解答。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:258.6-259.14