- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:256.31-258.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多鲁几何学式地展开其先驱哲学家的证明,利用《几何原本》第六卷中直角三角形的相似定理以及比例项增减的论证,推导出点Π落在地平线之内。
ἐὰν δ’ ὦσι τρεῖς εὐθεῖαι ἀνάλογον, ἡ πρώτη πρὸς τὴν τρίτην διπλασίονα λόγον1 ἔχει ἤπερ ἡ δευτέρα πρὸς τὴν τρίτην. ἡ ΖΒ ἄρα πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β. τούτων οὕτως ἐχόντων ἔστω ἡμικύκλιον τὸ ΗΑΜ καὶ διάμετρος αὐτοῦ ἡ ΗΞ. καὶ ἀφ’ ἑνὸς σημείου τῆς διαμέτρου, ὃ μή ἐστι κέντρον τοῦ ἡμικυκλίου, ἤχθω εὐθεῖά τις ἐπὶ τὴν περιφέρειαν ἡ ΚΜ καὶ ἀνακεκλάσθω ἐπὶ τὸ Η, ὡς εἶναι τὴν μὲν ΗΚ μείζονα τῆς ΚΞ, τὴν δὲ ΗΜ, ΜΚ τὸν αὐτὸν λόγον ἔχειν, ὅνπερ ἡ Δ πρὸς τὴν Β. καὶ ἐπεὶ ἡ ΖΒ πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ Δ πρὸς τὴν Β, ἔστι δὲ ὡς ἡ Δ πρὸς τὴν Β ἡ ΗΜ πρὸς τὴν ΜΚ, ἡ ΖΒ ἄρα πρὸς τὴν Β διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΜ πρὸς τὴν ΜΚ. καὶ ἀπὸ τοῦ Κ σημείου ἤχθω πρὸς ὀρθὰς πρὸς τὴν ΗΞ ἡ ΚΛ, καὶ ἐπεζεύχθω ἡ ΗΛ, ΛΞ. γίνεται οὖν τρίγωνα τὰ ΛΗΚ, ΛΚΞ ὅμοια ἀλλήλοις τε καὶ τῷ ΛΗΞ τριγώνῳ. δέδεικται γὰρ ἐν γεωμετρίᾳ ἐν τῷ ἕκτῳ βιβλίῳ τῆς Στοιχειώσεως, ὅτι ἐὰν ἐν ὀρθογωνίῳ τριγώνῳ ἀπὸ τῆς ὀρθῆς γωνίας ἐπὶ τὴν βάσιν κάθετος ἀχθῇ, τὰ πρὸς τῇ καθέτῳ τρίγωνα ὅμοιά ἐστι τῷ τε ὅλῳ καὶ ἀλλήλοις. ἐπειδὴ οὖν ὀρθή ἐστιν ἡ πρὸς τῇ Λ γωνίᾳ, ἦκται δὲ κάθετος ἐπὶ τὴν βάσιν ἡ ΛΚ, ὅμοιά ἐστιν ἀλλήλοις τὰ τρίγωνα καὶ τῷ ὅλῳ. ἔστιν ἄρα, ὡς ἡ ΗΞ πρὸς τὴν ΛΞ, οὕτως ἡ ΛΞ πρὸς τὴν ΞΚ· περὶ γὰρ τὴν αὐτὴν γωνίαν εἰσὶ τὴν Ξ. οὐκοὖν κἀνταῦθα τρεῖς γεγόνασιν εὐθεῖαι ἀνάλογον· πρώτη μὲν ἡ ΗΞ, δευτέρα δὲ ἡ ΞΛ καὶ τρίτη ἡ ΚΞ. ἡ ΗΞ ἄρα πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΛΞ. ἀλλ’ ὡς ἡ ΛΞ πρὸς τὴν ΚΞ, οὕτως ἡ ΗΛ πρὸς τὴν ΚΛ· περὶ γὰρ ἴσας γωνίας εἰσίν· ἴση γὰρ ἡ πρὸς τῷ Ξ τῇ ὑπὸ ΗΛΚ. ἡ ΗΞ ἄρα πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν ΛΚ. ἀλλ’ ἡ ΗΛ πρὸς τὴν ΛΚ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΗΜ πρὸς τὴν ΜΚ. μείζων γάρ ἐστιν ἡ μὲν ΗΜ τῆς ΗΛ (πρὸς γὰρ τῇ διαμέτρῳ μᾶλλόν ἐστι τῆς ΗΛ), ἡ δὲ ΛΚ τῆς ΚΜ· ἀπὸ γὰρ τῆς πρὸς τῇ περιφερείᾳ γωνίας ἦκται κάθετος ἐπὶ τὴν διάμετρον, ὥστε ἐπὶ μὲν τῶν ΗΛ, ΛΚ μεμείωται ὁ πρόλογος καὶ ηὔξηται ὁ ὑπόλογος· ἐπὶ δὲ τῶν ΗΜ, ΜΚ ηὔξηται ὁ πρόλογος. οὐκοῦν ἐπειδὴ ποῦ μὲν ὁ πρόλογος μεμείωται, ποῦ δὲ ὁ ὑπόλογος, οὐκέτι τὸν αὐτὸν ἕξουσι λόγον αἱ ΗΛ πρὸς ΛΚ, ὃν ἡ ΗΜ πρὸς ΜΚ. καθόλου γὰρ εἴτε ὁ πρόλογος μειωθῇ ἢ αὐξηθῇ εἴτε ὁ ὑπόλογος, καὶ μὴ ἄμφω ὁμοίως ἢ αὐξηθῶσιν ἢ μειωθῶσι, φθείρεται ὁ λόγος. ἐπειδὴ οὖν ἡ ΗΞ πρὸς τὴν ΚΞ διπλασίονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν ΛΚ, ἀλλὰ καὶ ἡ ΗΜ πρὸς τὴν ΜΚ μείζονα λόγον ἔχει ἤπερ ἡ ΗΛ πρὸς τὴν ΛΚ, ἔστιν ἄρα ὡς ἡ ΗΜ πρὸς τὴν ΜΚ, οὕτως ἡ ΗΞ πρὸς τὴν ΚΞ· διελόντι ἄρα ἡ ΗΚ πρὸς τὴν ΚΞ ἐλάσσονα λόγον ἔχει ἤπερ ἡ ΗΜ πρὸς τὴν ΜΚ. οὐκοῦν καὶ ἐνταῦθα ἐπὶ μὲν τῶν ΗΚ, ΚΞ μεμείωται μὲν ὁ πρόλογος, ηὔξηται δὲ ὁ ὑπόλογος· ἐπὶ δὲ τῶν ΗΜ, ΜΚ ηὔξηται μὲν ὁ πρόλογος, μεμείωται δὲ ὁ ὑπόλογος. οὐκοῦν μείζων ἐστὶν ἡ ΚΞ τῆς ΚΜ. ἐὰν οὖν ποιήσωμεν ὡς τὴν ΗΜ πρὸς ΜΚ, οὕτω τὴν ΗΚ πρὸς ἄλλην τινὰ ἐλάττονα τῆς ΚΞ, τὴν ΚΠ, καὶ ἐντὸς πεσεῖται τοῦ ὁρίζοντος,2 καὶ ἔσται πόλος τὸ Π, ὅπερ ἔδει δεῖξαι.
如果三条直线成比例,则第一条对第三条的比是第二条对第三条之比的倍比(二次比)。因此ΖΒ对Β的比是Δ对Β之比的倍比。在这些条件具备的情况下,设有一个半圆ΗΑΜ,其直径为ΗΞ。从直径上不是半圆中心的一个点,向圆周引某一直线ΚΜ,并向Η折射,使得ΗΚ大于ΚΞ,且ΗΜ与ΜΚ具有与Δ对Β相同的比。由于ΖΒ对Β的比是Δ对Β之比的倍比,且正如Δ对Β,ΗΜ亦对ΜΚ,因此ΖΒ对Β的比是ΗΜ对ΜΚ之比的倍比。从Κ点向ΗΞ作垂线ΚΛ,并连结ΗΛ与ΛΞ。于是三角形ΛΗΚ与ΛΚΞ互为相似,并且亦与三角形ΛΗΞ相似。因为在几何学中,《几何原本》第六卷中已经表明,如果在直角三角形中从直角向底边作垂线,则依垂线所成的各三角形既与全体相似,亦互相相似。既然在Λ处的角是直角,并且向底边引了垂线ΛΚ,则诸三角形便互相相似且与全体相似。因此,正如ΗΞ对ΛΞ,ΛΞ亦对ΞΚ;因为它们夹着同一个角Ξ。因此在这里也构成了三条成比例的直线:第一条是ΗΞ,第二条是ΞΛ,第三条是ΚΞ。因此ΗΞ对ΚΞ的比是ΛΞ[对ΚΞ之比]的倍比。但正如ΛΞ对ΚΞ,ΗΛ亦对ΚΛ;因为它们夹着相等的角;因为在Ξ处的角等于由ΗΛΚ所夹的角。因此ΗΞ对ΚΞ的比是ΗΛ对ΛΚ之比的倍比。然而ΗΛ对ΛΚ的比小于ΗΜ对ΜΚ的比。因为ΗΜ大于ΗΛ(因为它比ΗΛ更靠近直径),而ΛΚ大于ΚΜ(因为从圆周上的角向直径作了垂线),所以在ΗΛ与ΛΚ的情况下前项减少而后项增加,而在ΗΜ与ΜΚ的情况下前项增加了。因此,既然在一种情况下前项减少,在另一种情况下后项[减少],ΗΛ对ΛΚ便不再具有与ΗΜ对ΜΚ相同的比。因为总的来说,不论是前项减少或增加,还是后项[减少或增加],若非两者同样地增加或减少,比就会被破坏。既然ΗΞ对ΚΞ的比是ΗΛ对ΛΚ之比的倍比,而ΗΜ对ΜΚ的比又大于ΗΛ对ΛΚ的比,因此正如ΗΜ对ΜΚ,ΗΞ亦对ΚΞ;于是按分比,ΗΚ对ΚΞ的比小于ΗΜ对ΜΚ的比。因此在这里,在ΗΚ与ΚΞ的情况下前项减少而后项增加,而在ΗΜ与ΜΚ的情况下前项增加而后项减少。因此ΚΞ大于ΚΜ。所以,如果我们使ΗΚ对小于ΚΞ的另一条直线即ΚΠ如同ΗΜ对ΜΚ,它也将落在地平线之内,并且Π将是极点,这正是所要证明的。
- 3.7.1διπλασίονα λόγον
希腊古代数学(参欧几里得《几何原本》卷五定义九)中的专门术语,意为“倍比”(即比例的平方,当 a:b = b:c 时的 a:c),而非简单的两倍比率。
- 3.7.1ἐὰν οὖν ποιήσωμεν ὡς τὴν ΗΜ πρὸς ΜΚ, οὕτω τὴν ΗΚ πρὸς ἄλλην τινὰ ἐλάττονα τῆς ΚΞ, τὴν ΚΠ, καὶ ἐντὸς πεσεῖται τοῦ ὁρίζοντος
在条件从句 ἐὰν ... ποιήσωμεν 之后引出主句的连词 καὶ 起到主句连接词(apodotic kai)的作用,引导推导结论:“如果我们使……,那么它也将落在……”。
