- 底本
- Olympiodorus, In Aristotelis Meteora Commentaria. Commentaria in Aristotelem Graeca XII.2, ed. G. Stüve, Berlin: Reimer 1900, pp. 1-338. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4019.tlg003.humanitext-grc1:255.19-256.31
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
奥林匹奥多罗介绍了早期注释家关于彩虹极点Π落在地平线之内的几何证明,批评他们陷入了假定太阳、眼睛和云的距离相等的荒谬前提,并进而转向其前驱阿摩尼奥斯更为合理的替代证明。
καὶ ταῦτα μὲν εἰποῦσα ἡ λέξις ἀπεπαύσατο. ζητοῦσι δὲ οἱ ἐξηγηταί, πόθεν δῆλον, ὅτι τὸ Π πόλος ἐστὶ τοῦ ΜΝ ἡμικυκλίου. μήπω γὰρ δείξαντος τοῦ Ἀριστοτέλους, ὅτι ἐντὸς πίπτει καὶ τοῦ ὁρίζοντος, ἄδηλον, εἰ πόλος ἐστίν. εἰ γὰρ ἐκτὸς πίπτει, οὐκ ἔσται πόλος. ἀποδεικνύουσιν οὖν καὶ οἱ ἐξηγηταὶ καὶ ὁ μέγας φιλόσοφος ὁ ἡμέτερος πρόγονος, ὅτι ἐντὸς πίπτει τοῦ ὁρίζοντος τὸ Π. ἀλλ’ οἱ μὲν ἐξηγηταὶ πολλοῖς ἀτόποις περιβάλλοντες τὸν Ἀριστοτέλην τοῦτο ἀποδεικνύουσιν, ὁ δὲ μέγας φιλόσοφος τὴν ἀρχαίαν βαδίσας ὁδόν. ἀποδεικνύουσι δ’ οἱ ἐξηγηταί, οὕτω δὴ γάρ φασιν· ἴση ἐστὶν ἡ ΗΚ τῇ ΚΜ. καὶ εὐθὺς ἀπὸ θυρῶν ἄτοπον ὑπόθεσιν κατηγοροῦσι τοῦ Ἀριστοτέλους· ποιοῦσι γὰρ αὐτὸν λέγοντα ἴσον εἶναι τὸ διάστημα τὸ ἀπὸ τοῦ ἡλίου μέχρι τοῦ ὄμματος τῷ διαστήματι τῷ ἀπὸ τοῦ ὄμματος μέχρι τοῦ νέφους· οἴονται γὰρ αὐτὸν λέγειν τὸ Κ κέντρον τοῦ ὁρίζοντος. ἐδείξαμεν δ’ ἡμεῖς τῇ προτεραίᾳ, ὅτι οὐκ ἔστι κέντρον τοῦ ὁρίζοντος, ἀλλ’ ἢ ἄρα τοῦ παντός. ἐπειδὴ οὖν, φασίν, ἴση ἐστὶν ἡ ΗΚ τῇ ΜΚ καὶ τὸ ἀπὸ τῆς ΗΚ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΚΜ, τὰ ἀπὸ τῶν ΗΚ, ΚΜ ἄρα διπλάσιά εἰσι τῆς ἀπὸ τῆς ΚΜ. ἀμβλεῖα δ’ ἐστὶν ἡ ὑπὸ ΚΜ γωνία,1 ὡς δέδεικται τῇ προτεραίᾳ, ὑποτείνει δ’ αὐτὴν ἡ ΗΜ. τὸ ἀπὸ τῆς ΗΜ ἄρα μεῖζόν ἐστι τῶν ἀπὸ τῆς ΗΚ, ΚΜ· ἐν μὲν γὰρ τοῖς ἀμβλυγωνίοις τριγώνοις ἡ τὴν ἀμβλεῖαν ὑποτείνουσα μεῖζον δύναται τῶν τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν εὐθειῶν. ἀλλὰ τὰ ἀπὸ τῶν ΗΚ, ΚΜ διπλάσιά εἰσι τοῦ ἀπὸ τῆς ΚΜ· τὸ ἄρα ἀπὸ τῆς ΗΜ μεῖζόν ἐστιν ἢ διπλάσιον τοῦ ἀπὸ τῆς ΚΜ. ἀλλ’ ὡς ἡ ΗΜ πρὸς ΜΚ, οὕτως ἡ Δ πρὸς τὴν Β· τὸ ἀπὸ τῆς Δ ἄρα μεῖζόν ἐστιν ἢ διπλάσιον τοῦ ἀπὸ τῆς Β. ἀλλ’ ὡς ἡ Δ πρὸς τὴν Β, οὕτως ἡ ΖΒ πρὸς τὴν Δ. καὶ τὸ ἀπὸ τῆς ΖΒ ἄρα μεῖζόν ἐστιν ἢ διπλάσιον τοῦ ἀπὸ τῆς Δ· τὸ ἀπὸ τῆς ΖΒ ἄρα μεῖζόν ἐστιν ἢ τετραπλάσιον τοῦ ἀπὸ τῆς Β. ἡ ΖΒ ἄρα τῆς Β μείζων ἐστὶν ἢ διπλασίων μήκει· ἐὰν γὰρ τετράγωνον τετραγώνου τετραπλάσιον ᾖ, ἡ μία αὐτοῦ εὐθεῖα διπλασίων ἐστὶ τῆς ἄλλης μήκει. τὸ οὖν ἀπὸ τῆς ΖΒ μεῖζον ἢ τετραπλάσιόν ἐστι τοῦ ἀπὸ τῆς Β, καὶ ἡ ΖΒ ἄρα μείζων ἢ διπλασίων ἐστὶ τῆς Β μήκει. διελόντι2 ἄρα ἡ Ζ τῆς Β μείζων ἐστὶν (ἐπειδὴ γὰρ μείζων ἐστὶν ἢ διπλασίων ἡ ΖΒ τῆς Β), ἐὰν ἀφαιρεθῇ ὑπεροχή, τουτέστιν ἡ Ζ, τοῦ ἑπομένου, τουτέστι τῆς Β. μείζων ἄρα ἐστὶν ἡ Ζ τῆς Β. ἀλλ’ ἡ μὲν Ζ ἦν ἡ ΗΚ, ἡ δὲ Β ἐστὶν ἡ ΚΠ. μείζων ἐστὶν ἄρα ἡ ΗΚ τῆς ΚΠ. ἀλλ’ ἡ ΗΚ ἴση ἐστὶ τῇ ΚΞ. καὶ ἡ ΚΞ ἄρα μείζων ἐστὶ τῆς ΚΠ. ἀλλ’ ἡ ΗΚ τοῦ ὁρίζοντος ἐφάπτεται, ἡ ΚΠ ἄρα οὐκ ἐφάψεται τοῦ ὁρίζοντος, ἀλλ’ ἐντὸς πεσεῖται, καὶ ἔσται πόλος τὸ Π, ὅπερ ἔδει δεῖξαι. οὕτω μὲν οὖν οἱ ἐξηγηταὶ διὰ μεγάλων ἀτόπων περιάγοντες τὸν Ἀριστοτέλην ἔδειξαν, ὅτι ἐντὸς πεσεῖται τὸ Π καὶ ὅτι πόλος ἔσται. τὸ γὰρ εἰπεῖν κέντρον εἶναι τὸ Κ τοῦ ὁρίζοντος καὶ τὴν ΗΚ τῇ ΚΜ ἴσην καὶ προσέτι τῇ ΚΞ, πολλὴν ἀτοπίαν εἰσφέρει. συνάγεται γὰρ τὸ αὐτὸ εἶναι διάστημα ἀπὸ τοῦ ἡλίου μέχρις ἡμῶν καὶ ἀπὸ ἡμῶν μέχρι τῶν νεφῶν, ἅτινα οὔτε τὰς ἀκρωρείας ὑπερβαίνουσιν. ὁ μέντοι ἡμέτερος πρόγονος μηδενὶ ἀτόπῳ χρησάμενος δείκνυσιν ἐντὸς τὸ Π. ἐπειδὴ γάρ, φησίν, ὡς ἡ Δ πρὸς τὴν Β, οὕτως ἡ ΖΒ πρὸς τὴν Δ, καὶ τὸ ἀνάπαλιν ὡς ἡ ΖΒ πρὸς τὴν Δ, οὕτως ἡ Δ πρὸς τὴν Β, τρεῖς γεγόνασιν εὐθεῖαι· πρώτη μὲν ΖΒ, δευτέρα δὲ ἡ Δ καὶ τρίτη ἡ Β.
本文在说了这些之后便告停顿。但注释家们探究,从何处显然Π是半圆ΜΝ的极点。因为在亚里士多德尚未表明它也落在地平线之内时,它是否是极点尚不明确;因为如果它落在外面,它就不是极点。因此注释家们以及我们的先驱那位伟大的哲学家都论证Π落在地平线之内。但注释家们是在使亚里士多德陷入许多荒谬之中的情况下论证这一点的,而那位伟大的哲学家则是沿着古老的道路[进行论证]。注释家们是这样论证的,事实上他们如此说:ΗΚ等于ΚΜ。他们立刻一入门就指责亚里士多德提出了一个荒谬的假设;因为他们把他描绘成说从太阳到眼睛的距离等于从眼睛到云的距离;因为他们认为他说Κ是地平线的中心。而我们昨天已经表明,它不是地平线的中心,而是整个宇宙的[中心]。他们说,既然ΗΚ等于ΜΚ,且ΗΚ上的[正方形]等于ΚΜ上的[正方形],那么ΗΚ与ΚΜ上的[两正方形之和]便是ΚΜ上的[正方形]的两倍。而正如昨天所表明的,由[ΗΚ与]ΚΜ所夹的角是钝角,ΗΜ对向它。因此ΗΜ上的[正方形]大于ΗΚ与ΚΜ上的[两正方形之和];因为在钝角三角形中,对向钝角的那条线所构成的正方形大于夹钝角的诸直线[上的正方形之和]。但ΗΚ与ΚΜ上的[两正方形之和]是ΚΜ上的[正方形]的两倍;因此ΗΜ上的[正方形]大于ΚΜ上的[正方形]的两倍。但如同ΗΜ对ΜΚ,Δ亦对Β;因此Δ上的[正方形]大于Β上的[正方形]的两倍。但如同Δ对Β,ΖΒ亦对Δ;因此ΖΒ上的[正方形]也大于Δ上的[正方形]的两倍;因此ΖΒ上的[正方形]大于Β上的[正方形]的四倍。因此在长度上ΖΒ大于Β的两倍;因为如果一个正方形是一个正方形的四倍,它的一条直线在长度上就是另一条的两倍。因此ΖΒ上的[正方形]大于Β上的[正方形]的四倍,从而ΖΒ在长度上也大于Β的两倍。因此按分比,Ζ大于Β(因为既然ΖΒ大于Β的两倍,如果减去后项即Β,差额即Ζ[便留存下来])。因此Ζ大于Β。但Ζ曾是ΗΚ,而Β是ΚΠ;因此ΗΚ大于ΚΠ。但ΗΚ等于ΚΞ;因此ΚΞ也大于ΚΠ。然而ΗΚ接触地平线;因此ΚΠ不会接触地平线,而是会落在内侧,并且Π将是极点,这正是所要证明的。于是注释家们通过将亚里士多德拖入巨大的荒谬之中,表明了Π将落在内侧并且它将是极点。因为说Κ是地平线的中心,并且ΗΚ等于ΚΜ且进而等于ΚΞ,带来了极大的荒谬;因为这样推导出的结果是,从太阳到我们的距离与从我们到甚至不超过山巅的云的距离是相同的。然而我们的先驱没有借助任何荒谬便表明了Π在内侧。他说,因为既然正如Δ对Β,ΖΒ亦对Δ,并且反过来正如ΖΒ对Δ,Δ亦对Β,那么便构成了三条直线:第一条是ΖΒ,第二条是Δ,第三条是Β。
- 3.7.1ἡ ὑπὸ ΚΜ γωνία
几何学标准用语 ἡ ὑπὸ τῶν ΗΚ, ΚΜ [περιεχομένη] γωνία(由直线ΗΚ与ΚΜ所夹的角)的高度省略形式。此处的ΚΜ并非指单一线段,而是指在顶点Κ处相交的两条边(ΗΚ与ΚΜ)。
- 3.7.1διελόντι
欧几里得比例论中的专门术语(dividendo,“按分比”)。在此处它具体指从ΖΒ(= Ζ + Β)中减去后项Β的操作;既然ΖΒ > 2Β,减去Β后便得出Ζ > Β。
